Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μαθήσονται [23]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μαθήσονται


000-00-00 Serial Number=0564293504
Commentaria in Isaiam Ante [Go Back]  
 [00373]  Οἱ γὰρ ἐπιτωθάζοντές φησι τῷ σωτῆρι παραγενομένῳ καὶ ἀλαζονικῶς αὐτῷ προσδιαλεγόμενοι τῇ πείρᾳ μαθήσονται τῆς φύσεως τὸ διάφορον καὶ ὅτι ὁ μέν ἐστιν ὕψιστος ὡς θεός, αὐτοὶ δὲ «γῆ καὶ σποδὸς» κατὰ τὴν θείαν γραφήν.
 [02037]  Ἀκριβῶς μαθήσονται ὡς τὰ μέν ἐστιν ἄψυχα φυτά, τὰ δὲ χειροποίητα εἴδωλα ἐκ μὲν τῆς ὕλης τὴν οὐσίαν ἐκ δὲ τῆς τέχνης τὸ εἶδος ἠρανισμένα.
 [03305]  [24Καὶ] γνώσονται οἱ τῷ πνεύματι πλανώμενοι σύνεσιν, οἱ δὲ γογγύζοντες μαθήσονται ὑπακούειν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.
 [03313]  Καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην·
 [03583]  [3Καὶ] οὐκέτι ἔσονται πεποιθότες ἐπ' ἀνθρώποις ἀλλὰ τὰ ὦτα δώσουσιν ἀκούειν, [4καὶ] ἡ καρδία τῶν ἀσθενούντων προσέξει τοῦ νοεῖν, καὶ αἱ γλῶσσαι αἱ ψελλίζουσαι ταχὺ μαθήσονται λαλεῖν εἰρήνην.
 [04166]  ὅταν γὰρ τοὺς μὲν ἄλλους ἴδωσιν ἡττηθέντας, ἡμᾶς δὲ μόνους κεκρατηκότας, εἴσονται τὸ διάφορον καὶ μαθήσονται ὅτι σὺ μόνος ὑπάρχεις θεός.
 [05898]  Τούτου δὲ γενομένου δήλη πᾶσιν ἀνθρώποις ἡ ἐμὴ γενήσεται πρό νοια, καὶ πάντες τὴν ἐμὴν δεσποτείαν μαθήσονται.
000-00-00 Serial Number=0675386727
Interpretatio in Danielem Ante [Go Back]  
 [03645]  ὅταν δὲ ἔλθῃ τὰ πράγματα, σαφῶς τὰς περὶ τούτων μαθήσονται προφητείας.
000-00-00 Serial Number=0436528444
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00857]  καὶ μαθήσονται διὰ τῆς πείρας αὐτῆς, ὡς οὔτε ἀδίκως, οὔτε ἀνωφελῶς ταύταις αὐτοὺς περιέβαλον ταῖς τιμωρίαις·
 [03372]  μαθήσονται γὰρ οἱ τὰς σὰς θεώμενοι συμφορὰς, αἰτίαν τούτων τὴν σὴν γενομένην παρανομίαν.
 [03656]  Προστίθησι δὲ, ὅτι καὶ τούτους τοῖς αὐτοῖς παραδώσει πολεμίοις, οἷς καὶ τοὺς ἀδελφοὺς αὐτῶν τοὺς υἱοὺς Ἀμμὼν, καὶ ὅτι τῇ πείρᾳ μαθήσονται, ὡς δυνατός ἐστι ∆ε σπότης, ἐπαμῦναι μὲν δυνάμενος, διὰ δὲ τὴν τοῦ λαοῦ παρανομίαν τοῦτο ποιεῖν οὐκ ἀνεχόμενος.
 [04311]  μαθήσονται γάρ μου τὴν δεσπο τείαν.
 [04916]  Οἷς γὰρ νῦν ἀπιστοῦσι, διὰ τῶν πρα γμάτων πιστεύσουσι, καὶ τηνικαῦτα τὴν προφη τικὴν μαθήσονται δύναμιν.
 [05454]  Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγε νημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερου σαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος.
000-00-00 Serial Number=0557339132
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00565]  ∆ι' αὐτῆς, φησὶ, μαθήσονται τῆς πείρας, κατὰ τὸν καιρὸν τῶν συμφορῶν, ὡς πνεῦμα πλανή σεως ἦν τὸ διὰ τῶν ψευδοπροφητῶν φθεγγόμενον, οὐ καθαρὸν, οὐδὲ ἅγιον, οὐδὲ πνεῦμα πληρώσεως, ἀντὶ τοῦ, οὐ συμπληρωτικὸν τῆς Τριάδος·
 [02195]  Εἶτα προλέγει τῆς πόλεως τὴν ἐρημίαν, καὶ ὅτι θαυμάσονται οἱ ὁρῶντες, καὶ πυνθανόμενοι τῶν κα κῶν τὴν αἰτίαν, μαθήσονται τῶν οἰκητόρων τὴν πονηρίαν, καὶ ὅτι δι' ἐκείνους ἡ πόλις ταύτην παρὰ τοῦ Θεοῦ τὴν ψῆφον ἐδέξατο.
 [03489]  ∆ι' αὐτῶν μαθήσονται τῶν πραγμάτων τὴν τῶν ἐμῶν λόγων ἀλήθειαν.
000-00-00 Serial Number=0919699550
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00872]  Ἀλλὰ μὴν διὰ τῆς πείρας μαθήσονται τῆς ἀδικίας τὸ ἐπιζήμιον, οἱ καθάπερ ἄρτον τινὰ τὸν ἐμὸν λαὸν ἀναλίσκειν πει ρώμενοι, καὶ τοῦ κηδεμόνος καταφρονοῦντες Θεοῦ.
000-00-00 Serial Number=0845740855
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04511]  Αἱ γλῶσσαι αἱ ψελλίζουσαι μαθήσονται λαλεῖν εἰρήνην.
 [05647]  Οὗτοι, φησὶ, θεασάμενοι τῶν ἀπίστων τὸν ὄλεθρον, μαθήσονται διὰ τῆς πείρας, ὡς θεῖος λόγος ὁ προφητικὸς λόγος.
000-00-00 Serial Number=0465749264
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02334]  Πυνθανόμενοι γὰρ, φησὶ, τί δήποτε ταῦτα πέπονθεν Ἰσραὴλ, μαθήσονται ὡς διὰ τὸ καταλιπεῖν αὐτοὺς τὸν Κύριον τὸν Θεὸν, ὃς τῶν Αἰγυπτίων αὐτοὺς ἐλευθερώσας δουλείας, ταύτην αὐτοῖς τὴν γῆν ἐδωρήσατο.
 [04162]  ἀλλὰ μαθήσονται τῇ πείρᾳ ὅσον κακὸν ἡ ἀσέβεια.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»