Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum Καθάπερ [110]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum Καθάπερ


000-00-00 Serial Number=0461463869
Commentaria in Isaiam Ante [Go Back]  
 [01063]  Καθάπερ γὰρ ὁ Λευὶ πρὶν εἰς τόνδε παραχθῆναι τὸν βίον πρὸ ἑξήκοντα καὶ ἑκατὸν ἐτῶν διὰ τοῦ Ἀβραὰμ ἀποδεκατωθῆναι λέγεται ἐν τῇ ὀσφύι τοῦ πατριάρχου κρυπτόμενος, οὕτω καὶ πρὸ τῆς κατὰ σάρκα γεννήσεως ὁ Ἐμμανουὴλ διὰ τοῦ Ἀσσυρίου καὶ τὴν ∆αμασκὸν καὶ τὴν Σαμάρειαν δίκας ὑπὲρ τῶν κατὰ τὴν Ἱερουσαλὴμ γεγενημένων εἰσέπραξεν.
 [02028]  Καθάπερ φησὶν ὁ γεωργὸς μάλα ῥᾳδίως θερίζει καὶ ταῖς ἀγκάλαις τὸ δρ άγμα συνάγει, οὕτω λίαν εὐπετῶς οἱ Ἀσσύριοι τῶν δέκα φυλῶν περιέσονται.
 [02039]  Καθάπερ γάρ φησιν ὑμεῖς ἐκεῖνα τὰ ἔθνη καταλύσαντες τὰς ἐκείνων διενείμασθε πόλεις, οὕτω νῦν δορυαλώτων ὑμῶν γενομένων ἄλλοι ταύτας οἰκήσουσιν·
 [03545]  Καθάπερ γὰρ τὰ ὄρνεα τῶν οἰκείων ὑπερμαχεῖ νεοττῶν, οὕτως ἐγὼ τῆσδε τῆς πόλεως φροντιῶ.
 [03699]  Καθάπερ γάρ φησιν εὐπετές ἐστιν ἀκρίδας συναγαγεῖν, οὕτως ἐκεῖνοι τοὺς γενομένους σκῦλα τοῦ διαβόλου καὶ συλλέξουσι καὶ τῷ σωτῆρι προσοίσουσιν.
 [03842]  Καθάπερ γὰρ τῶν σκηνῶν οἱ πάσσαλοι ἐν τῇ γῇ κεκρυμμένοι τὴν στάσιν ταῖς σκηναῖς πραγματεύονται, οὕτως ἐκεῖνοι δεξάμενοι τοῦ βίου τὸ πέρας καὶ ἐν τῇ γῇ κεκρυμμένα τὰ σώματα ἔχοντες τὰς θείας ὑπερείδουσιν ἐκκλησίας·
 [04790]  Καθάπερ γὰρ ἐν τοῖς οὐρανοῖς τὴν βασιλείαν αὐτοῦ καὶ τὴν δεσποτείαν ὑμνοῦσι τῶν ἀγγέλων οἱ δῆμοι, οὕτω τὸ σεπτὸν αὐτοῦ
 [05258]  Καθάπερ φησὶν ὁ κερ αμεὺς τὸ πήλινον σκεῦος συντριβόμενον ἀναπλάττει, οὕτως ἐγώ σε ποιήσω τῆς προτέρας ἀμεί<ν>ονα.
 [06595]  Καθάπερ φησὶν ὑετὸς καὶ χιὼν ἀρδείας χάριν χορηγεῖται τῇ γῇ, ὥστε τοὺς γηπόνους ἀπολαβεῖν τοὺς πόνους τὰ δράγματα καρπουμένους καὶ ἐντεῦθεν ποριζομένους τροφήν, οὕτως ὁ ἀποφαντικός μου λόγος ἐνεργέστατός ἐστι καὶ πρακτικώτατος πάντα πληρῶν ὅσα βούλομαι.
 [06868]  Καθάπερ γὰρ ὁ ὄρθρος τὴν ζοφώδη τῆς νυκτὸς διαρρήγνυσιν ἀμπεχόνην, οὕτω φησὶ τὴν νύκτα τῶν συμφορῶν οὗτος ὁ ἔννομός σου διαλύσει βίος καὶ τῆς ἐμῆς σοι προνοίας χορηγήσει τὸ φῶς.
 [06969]  Καθάπερ γὰρ τὰ ἀραχναῖα ὑφάσματα τὰ μὲν σμικρότατα θηρεύει ζῳύφια, ὑπὸ δὲ τῶν μειζόνων διασπᾶται ῥᾳδίως, οὕτως καὶ τὰ τούτων μηχανήματα ὁ ὑπ' αὐτῶν ἐπιβουλευθεὶς εὐπετῶς μάλα διέσπασεν.
000-00-00 Serial Number=0054493308
De providentia orationes decem Ante [Go Back]  
 [00416]  Καθάπερ τοίνυν τὰ δένδρα, ἢ τὸν ἐκ νεφῶν ὑετὸν, ἢ τὰ ἐκ ποταμῶν καὶ πηγῶν δεχόμενα νάματα, ἕλκει μὲν διὰ τῶν ῥιζῶν τὴν νοτίδα, τρέφει δὲ τοὺς κλάδους, καὶ τὸν φλοιὸν, καὶ τὴν ἐντεριώνην, τίκτει τε φύλλα, καὶ ἄνθος φύει, καὶ πεπαίνει καρπούς·
000-00-00 Serial Number=0399855673
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00361]  Καθάπερ γὰρ ὁ ἄνθρωπος, τὸν κοινὸν λέγω, τὸ λογικὸν καὶ θνητὸν ζῶον, ἔχει μὲν ψυχήν, ἔχει δὲ σῶμα, ἓν δὲ ζῶον νοεῖται·
000-00-00 Serial Number=0427916527
Eranistes Ante [Go Back]  
 [00658]  Καθάπερ δὲ ἡ μορφὴ τοῦ θεοῦ φύσις νοεῖται θεοῦ, οὕτως ἡ μορφὴ τοῦ δούλου φύσις νοεῖται δούλου.
 [02437]  Καθάπερ γὰρ ἄνθρωπος φιλότιμός τις καὶ μεγαλό δωρος, ἰδών τινα ἐκ ναυαγίου διαφυγόντα, καὶ τὸ σῶμα γυμνὸν ἀπὸ τῶν κυμάτων διασῶσαι δυνηθέντα μόνον, δεξάμενος ὑπτίαις ταῖς χερσί, λαμπρὰν περιβάλλει στολήν, καὶ πρὸς τιμὴν ἄγει τὴν ἀνωτάτω, οὕτω καὶ ὁ θεὸς ἐπὶ τῆς φύσεως τῆς ἡμετέρας ἐποίησε.
 [02475]  Καθάπερ γὰρ δύο τινῶν ἁψιμαχίᾳ διαστάντων, ἕτερός τις ἐν μέσῳ παρεντεθεὶς λύει τὴν τῶν ἐριζόντων μάχην τε καὶ διχόνοιαν, οὕτω καὶ ὁ Χριστὸς ἐποίησεν.
000-00-00 Serial Number=0838790119
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00470]  Καθάπερ γὰρ τὸ μύρον ἐν ἀγγείῳ κεκρυμμένον, κεκρυμμένην ἔχει καὶ τὴν εὐοσμίαν, εἰ δὲ προχυθείη, καὶ αὐτὸν ἀνα πίμπλησι τὸν ἀέρα·
 [01416]  Καθάπερ γὰρ ὑετὸς ἐπὶ πόκον ἀψοφητὶ κάτεισιν, οὕτως ὁ σωτήριος ἐκεῖνος τόκος πάντων ἀνθρώπων ἀγνοούντων ἐγένετο.
 [01568]  Καθάπερ τοίνυν, φησὶν, ὁ ὑπὸ τοῦ ∆αβὶδ οἰκοδομηθεὶς πύργος ὑπερέχει τὰς ἐπάλ ξεις, ἐφ' ὧν ᾠκοδόμηται, καὶ ὑψηλός ἐστι, καὶ περιφανὴς, οὕτως ὁ σοὶ τράχηλος ὑψηλός ἐστι, καὶ μετέωρος, τὰ ἄνω περισκοπῶν, τὰ ἄνω περιπολῶν.
 [01702]  Καθάπερ γὰρ τὸ σῶμα ἕν ἐστι, καὶ μέλη ἔχει πολλὰ, πάντα δὲ τὰ μέλη τοῦ σώ ματος τοῦ ἑνὸς πολλὰ ὄντα ἕν ἐστι σῶμα·
000-00-00 Serial Number=0058500886
Graecarum affectionum curatio Ante [Go Back]  
 [01860]  [6.30] Καθάπερ γὰρ αἱ πόλεις τρέφουσι τοὺς δημίους, ὥστε τοὺς ἀνδροφόνους καὶ τοιχωρύχους καὶ τοὺς ἄλλα ἄττα παρανομοῦντας διὰ τούτων κολάζειν, οὐκ ἐπαινοῦσαι μὲν αὐτῶν, ἀλλὰ καὶ λίαν μισοῦσαι τὴν τοῦ βίου προαίρεσιν, ἀνεχόμεναι δὲ τῆς τούτων ὑπηρεσίας διὰ τὴν χρείαν, οὕτως ὁ τοῦ κόσμου πρύτανις, οἷα δημίους τινὰς γίνεσθαι ξυγχωρεῖ τοὺς τυράννους, ὥστε διὰ τούτων ποινὴν τοὺς ἀσεβοῦντας καὶ παρανομοῦντας εἰσπράττειν·
 [02230]  Καθάπερ γὰρ ἐκεῖνοι μιμοῦνται μὲν τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, εἰς δέ γε τὴν τῶν ἀνθρώπων οὐ μεταβάλλονται φύσιν, ἀλλὰ μένουσι πίθηκοι, οὕτως οὗτος τὰ θεῖα λόγια κεκλοφὼς καὶ ἐνίων τὴν διάνοιαν τοῖς ξυγγράμμασιν ἐντε θεικὼς τοῖς οἰκείοις, μεταμαθεῖν οὐκ ἠθέλησε τὴν ἀλήθειαν, ἀλλὰ μεμένηκε πίθηκος, μᾶλλον δὲ κολοιός, ἀλλοτρίοις πτίλοις [7.38] καλλυνόμενος.
 [03144]  Καθάπερ γὰρ εἰς τὴν βασίλειον λεωφόρον αἱ ἀπὸ τῶν κωμῶν καὶ τῶν ἀγρῶν εἰσβάλλουσιν ἀτραποί, οὕτως ἅπαντες οἱ προφῆται ταύτην τοῖς πιστεύειν ἐθέλουσιν ὑπεδείκνυον τὴν ὁδόν·
000-00-00 Serial Number=0229873955
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00805]  Καθάπερ γὰρ οἱ ἀρουραῖοι μῦες ἔκ τινος δυσκρασίας ἀέρος καὶ σηπε δόνος δυσώδους ποιότητος ἐκ τῆς γῆς ἀναδίδονται, καὶ λυμαίνονται μὲν σπέρματα, λυμαίνονται δὲ φυτὰ, οἱ δὲ γηπόνοι τούτους θηρεύοντες διαφθείρουσιν·
 [02682]  Καθάπερ γὰρ ὁ μονογενὴς τοῦ Θεοῦ Υἱὸς, τοῖς μὲν ἁγίοις προφήταις, καὶ τοῖς ἱεροῖς ἀποστόλοις, καὶ μέντοι καὶ τοῖς ἄλλοις ἁγίοις, δι ένειμε τοῦ παναγίου Πνεύματος τὰ χαρίσματα, ἐναν θρωπήσας δὲ οὐ μερικήν τινα τῇ ληφθείσῃ φύσει δέδωκε χάριν, ἀλλὰ πᾶν τὸ πλήρωμα τῆς θεότητος, κατὰ τὸν Ἀπόστολον, ηὐδόκησεν ἐν αὐτῷ κατοικῆσαι·
000-00-00 Serial Number=0661738634
Historia religiosa Ante [Go Back]  
 [00008]  Καθάπερ γὰρ γλυκύτητι καὶ πικρότητι καὶ ταῖς ἄλλαις ταῖς τοιαύταις ποιότησι γλῶττά τε καὶ ὑπερῴα δικάζειν πεπίστευται καὶ κατὰ ταὐτὸν τὴν ψῆφον ἐκφέρου σιν, οὕτως ἀκοὴ τὴν τῶν λόγων ἐνεχειρίσθη διάγνωσιν, καὶ τοὺς ὄνησίν τινα φέροντας τῶν βλαβερῶν ἀποκρίνειν ἐπίσταται.
 [00297]  Καθάπερ γὰρ ἐκεῖνος πάλαι ποτὲ τῇ ῥάβδῳ τὴν πέτραν ἐκείνην τὴν ἄγονον πλήξας κατέκλυσε ποταμιαίων ὑδάτων γοναῖς ὡς ἂν τὰς πολλὰς ἐκείνας χιλιάδας διψώσας κορέσειεν, οὕτως οὗτος ὁ θεῖος ἀνήρ, τὴν ξηροτάτην ἐκείνην ψάμμον καταρδεύσας τοῖς δάκρυσι, πηγαίων ναμάτων εἵλκυσε ῥεύματα, οὐχ ἵνα πολλῶν μυριάδων, ἀλλ' ἵνα ἑνὸς μειρακίου θεραπεύσῃ τὸ δίψος.
 [02156]  Καθάπερ τοίνυν ἐκείνων ἕκαστον ὁ τῶν ὅλων θεὸς γενέσθαι προσέταξε τῆς τῶν ῥᾳστώνῃ συζώντων προμηθούμενος ὠφελείας, οὕτω καὶ τὸ καινὸν τοῦτο καὶ παράδοξον ἐπρυτάνευσε θέαμα τῷ ξένῳ πάντας ἕλκων εἰς θεωρίαν καὶ πιθανὴν τοῖς ἀφικνουμένοις παρασκευάζων τὴν προσφερομένην παραίνεσιν·
 [02462]  Καθάπερ γὰρ οἱ τῶν σωμάτων ἐρῶντες ὕλην ἀπὸ τῆς θέας τῶν ἐρωμένων τῷ φίλτρῳ πορίζουσι καὶ τὸν οἶστρον ἐκεῖνον χαλεπώτερον ἀπεργάζονται, οὕτως οἱ τῆς θείας ἀγάπης τὰ κέντρα δεχόμενοι, τὸ θεῖον ἐκεῖνο καὶ ἀκήρατον φαντα ζόμενοι κάλλος, ὀξυτέρας τῆς ἀγάπης τὰς ἀκίδας ἐργάζονται καὶ ὅσῳ πλέον ἀπολαῦσαι ποθοῦσι, τοσούτῳ μᾶλλον τὸν κόρον ἐλαύνουσι.
 [02466]  Καθάπερ γάρ τινα κάρον ὑπὸ τῆς τοῦ ἔρωτος ἐκείνου δεξάμενος μέθης, καὶ τῷ φίλτρῳ λίαν ἐκβακχευθείς, τὴν μὲν οἰκείαν ἠγνόησε φύσιν, ἐπεθύμησε δὲ ἰδεῖν ἃ μὴ θέμις ἰδεῖν·
000-00-00 Serial Number=0215692937
Interpretatio in Danielem Ante [Go Back]  
 [01926]  Καθάπερ γὰρ νότου μὲν πνέοντος ἐπὶ τὸ ἀρκτῷον μέρος δια τρέχει τὰ κύματα, βορέου δὲ κινοῦντος τὴν θάλασσαν, πάλιν τὸ ῥόθιον ἐπὶ τὸ νότιον μέρος ὠθεῖται·
000-00-00 Serial Number=0942685008
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00092]  Καθάπερ γὰρ Ῥωμαῖοι κατὰ πέντε καὶ δέκα ἔτη τὴν ἀνακύκλωσιν ἀρι θμοῦσι τοῦ χρόνου, οὕτως Ἰουδαῖοι κατὰ πεντή κοντα.
 [01109]  Καθάπερ γὰρ αὐτοὶ οὐ τὰ τῆς εὐσεβείας, ἀλλὰ τῆς ἀσεβείας ἐξέτειναν κλήματα, καὶ τὴν τῶν γειτονευόντων ἐπέτειναν βλάβην·
 [01499]  Καθάπερ γὰρ ἐκεῖναι τὰς τῶν ἐρειπίων οὐκ ἀπο φράττουσιν ἐξόδους, ἀλλ' ἔξεστι τῷ βουλομένῳ ἀνιέ ναι διὰ τούτων, καὶ εἰσιέναι·
 [01678]  τροπικῶς ἀπὸ τῶν κλημάτων τῆς ἀμπέλου δείκνυσι τοῦ Ἰσραὴλ τὸ ἄχρηστον Καθάπερ γὰρ, φησὶν, ὑπὲρ ἅπαντα τὰ ξύλα εἰς ἐρ γασίαν ἀνεπιτήδειον τῆς ἀμπέλου τὸ ξύλον·
 [04908]  Καθάπερ, φησὶν, οἱ ὀργάνου τινὸς εὐαρμόνιον ἠχὴν ἀποτελοῦντος ἀκούοντες τέρψιν ἐκεῖθεν καρποῦνται, οὐ μὴν καὶ τῶν κρου μάτων τὴν μάθησιν·
 [05454]  Καθάπερ γὰρ, φησὶ, πρὸ τῆς γεγε νημένης πολιορκίας ἐπληροῦτο προβάτων ἡ Ἱερου σαλὴμ ἐν ταῖς μεγίσταις αὐτῶν πανηγύρεσιν, οὕτω πάσας αὐτῶν πληρώσω τὰς πόλεις, καὶ ἀνθρώπων, καὶ προβάτων, καὶ τῶν ἄλλων ἀγαθῶν, καὶ δι' αὐτῶν μαθήσονται τῶν πραγμάτων, ὅτι ἐγὼ Κύριός εἰμι καὶ Θεὸς, ἀποκτείνων καὶ ζωοποιῶν, πατάσσων καὶ ἰώμενος.
000-00-00 Serial Number=0782643855
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00393]  Καθάπερ γὰρ αἱ τὴν ὥραν ἀπεμπολοῦσαι τῶν μετώπων ἀποξύουσι τὴν αἰδῶ, καὶ πᾶσιν ὁμοίως προσφέρονται·
 [00594]  Καθάπερ γὰρ, φησὶ, οἱ τὰ σπέρματα ἢ τὰς ἀμπέλους φυλάσσοντες, ἀκριβῶς [81.532] ταῦτα φυλάττουσι, καὶ τοὺς ὁδίτας δι' αὐτῶν παρ ιέναι κωλύουσιν·
 [01598]  Καθάπερ γὰρ κολλᾶται τὸ περίζωμα πρὸς τὴν ὀσφὺν τοῦ ἀνθρώπου, οὕτως ἐκόλλησα πρὸς ἐμαυτὸν τὸν οἶκον Ἰσραὴλ, καὶ πάντα τὸν οἶκον Ἰούδα, λέγει Κύριος, τοῦ γενέσθαι μοι εἰς λαὸν ὀνομαστὸν, καὶ εἰς καύχημα, καὶ εἰς δόξαν·
 [01984]  Καθάπερ γὰρ ἐκεῖνος καὶ φῦραι δύναται τὸν πηλὸν, καὶ σχηματίσαι τοῦτον, ὡς ἂν ἐθέλῃ·
000-00-00 Serial Number=0637462139
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00178]  Καθάπερ γὰρ τοὺς ἐπ' αὐτοφώρῳ ἁλόντας ἀνδροφόνους οὐκ ἐπὶ τὸ διελέγξαι εἰς τὸ δικαστήριον εἰσάγουσιν οἱ [80.873] δικάζοντες, ἀλλ' ὥστε τὴν τοῖς νόμοις δοκοῦσαν ψῆ φον ἐξενεγκεῖν κατ' αὐτῶν·
 [01123]  Καθάπερ ὁ λέων τῇδε κἀκεῖσε μεταφέ ρει τὸ ὄμμα θήραν ἐπιζητῶν·
 [01652]  Καθάπερ γάρ τινα χρυσὸν δοκιμάσας, ἀκίβδηλον εὗρες, ὦ ∆έσποτα.
 [01783]  Καθάπερ γὰρ αἱ ὠδῖνες παρ' αὐτὸν γίνονται τὸν τόκον, οὕτως οἱ μέγιστοι κίνδυνοι τῷ θανάτῳ πελάζουσι·
 [01835]  Καθάπερ γὰρ, φησὶ, τῇ πυκνότητι τῶν νε φῶν ζοφώδης γινόμενος ὁ ἀὴρ τῆς ἀστραπῆς ἐκπέμπει τὴν αἴγλην, οὕτως ἀόρατος ὢν ὁ τῶν ὅλων Θεὸς, καὶ τοῦ νοεροῦ φωτὸς τὰς ἀκτῖνας ἀφίησι, καὶ τῷ κολαστικῷ πυρὶ κολάζει τοὺς πο νηρίᾳ συζῶντας·
 [01947]  Καθάπερ γὰρ τοῖς ἐλάφοις ἔδωκε κατὰ φύσιν τὰ ἰοβόλα θηρία καταπατεῖν·
 [03389]  Καθάπερ γὰρ ὁ Ἐζεκίας τῶν πεντεκαί δεκα ἐνιαυτῶν τὴν ἐπαγγελίαν δεξάμενος εὐφρο σύνης ἐνεπλήσθη πολλῆς, οὕτω δίκαιον ἡμᾶς τὴν ἐλπίδα δεξαμένους τῆς ἀναστάσεως, μὴ θρηνεῖν τοὺς τελευτῶντας, ἀλλ' ἐκείνην μετ' εὐθυμίας προσ μένειν.
 [04127]  Καθάπερ γὰρ ἐκείνης ἀνθρώποις ἀθεώρητος ὁ βυθὸς, οὕτως ἀνέφικτος τῶν σῶν κριμάτων ἡ κατα [80.1124] νόησις·
 [05299]  Καθάπερ γὰρ ἡ τοῦ παραδείσου πηγὴ εἰς τέσσαρας ποταμοὺς δι ηρέθη·
000-00-00 Serial Number=0636422813
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00035]  Καθάπερ γὰρ ἡ τοῦ παραδείσου πηγὴ εἰς τέσσαρας ποταμοὺς δι ηρέθη·
 [00194]  Καθάπερ ἠκούσαμεν, οὕτως καὶ εἴδομεν·
 [01313]  Καθάπερ γὰρ ἡ νεφέλη ἑτέρωθεν ὑποδέχε ται τῶν ὄμβρων τὰς ἀφορμὰς, οὕτω καὶ προφῆται καὶ ἀπόστολοι ὑπὸ τῆς θείας χάριτος ἐνεργούμενοι.
 [01406]  Καθάπερ γὰρ τὸ [ὑπὸ τῶν μυλῶν τῶν ὀδόντων λεπτυνόμενον καὶ] καταπινόμενον ἀφανὲς λοιπὸν γίνεται, οὕτω καὶ ὑμεῖς, φησὶ, παραδοθήσεσθε λήθῃ·
 [01481]  Καθάπερ γὰρ, φησὶ, κύνες νύκτωρ εἰώθασι τὰς τῶν πόλεων περινοστεῖν ἀγορὰς, γαστρὸς ὑπ' ἐνδείας τοῦτο ποιεῖν βιαζόμενοι·
 [02084]  Καθάπερ γὰρ τὰ παρὰ τῶν κομιδῆ νέων ἀφιέμενα βέλη βλάβην οὐδεμίαν ἐπι φέρει τοῖς δεχομένοις, οὕτως αἱ τούτων γλῶσσαι, τοὺς μὲν βληθέντας οὐκ ἔβλαψαν·
 [02275]  Καθάπερ γὰρ αὐτοὶ τῆς τῶν Βαβυλωνίων ἀπηλλάγησαν δουλείας·
 [03195]  [Καθάπερ δὲ ἀνωτέρω εἰρή καμεν, ἐξ ἀμφοτέρων τῶν ἄλλων εἴρηται ταῦτα, καὶ τῶν ἐφεξῆς μέχρι τοῦ παρόντος καὶ παντὸς τοῦ βίου ἐκκλινόντων ἀπὸ κακοῦ, καὶ τοῖς ἀγαθοῖς κολλωμέ νων·
 [03427]  Καθάπερ γὰρ πόκος δεχόμενος ὑετὸν, οὐδένα κτύπον ἀποτελεῖ, καὶ ψεκάδες εἰς γῆν δροσώδεις φε ρόμεναι, αἴσθησιν ταῖς ἀκοαῖς οὐδεμίαν παρέχουσιν·
 [03880]  Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἔστιν ἀένναος, ἀλλ' ἐκ τῶν ὑετίων ὑδάτων συνίσταται·
 [04072]  Καθάπερ γὰρ ὁ νυστάζων ῥᾳδίως ἐθελήσας καθεύδει, οὕτως ἐκεῖνοι σύντομον ἐδέξαντο τοῦ βίου τὸ πέρας.
 [04535]  Καθάπερ γὰρ ἐπείσακτόν ἐστι Θεοῦ, τιμωρία δικαίως τοῖς πλημμελοῦσιν ἐπαγομένη.
 [04776]  Καθάπερ γὰρ οἱ ὁδοιπόροι τὴν ἄφρακτον καὶ ἀφύλακτον ἄμπελον τρυγῶσιν ἀδεῶς, καὶ τὸν αὐτῆς ἀφαιροῦνται καρπόν·
 [05154]  Καθάπερ γὰρ στρουθία καὶ τρυγόνες, καὶ μὲν δὴ καὶ οἱ ἄλλοι ὄρνιθες, πλανῶνται μὲν οὐκ ἔχοντες καλιὰν, πηξάμενοι δὲ ταύτην ἐν αὐτῇ διατρίβειν εἰώθασι, καὶ τοὺς οἰ κείους ἑαυτῶν τρέφουσι νεοττούς·
000-00-00 Serial Number=0886794209
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00909]  Καθάπερ τῶν μεγά λων ποταμῶν εἰς τὸ πέλαγος εἰσβαλλόντων, καὶ τὴν κατὰ τῆς ψάμμου τῶν κυμάτων προσβολὴν ἐπε χόντων, ἐπὶ πλεῖστον κυρτοῦται τὰ κύματα τῇ μάχῃ τῶν ποταμίων ῥευμάτων·
 [02187]  Καθάπερ δὲ πάσης ἐμφορεῖς θυμη δίας τοὺς τῶν ἀγαθῶν ἀπολαύοντας, ἐν εὐμενείᾳ ταῦτα δωρούμενος·
 [03306]  Καθάπερ γὰρ ἐκ γαστρὸς τίκτουσιν ἄνθρωποι, καὶ τὰ τικτόμενα τοῖς γεννή σασι τὴν αὐτὴν ἔχει φύσιν·
 [03360]  Καθάπερ γὰρ ὁ χειμάῤῥους οὐκ ἀένναον ἔχει τὴν τῶν ὑδάτων φορὰν, ἀλλὰ ἐκ τῶν τικτομένων ἐκ τῶν νεφῶν συνίσταται ὑετῶν·
 [03959]  Καθάπερ, φησὶ, μέλιτται κηρίον εὑροῦσαι τὴν τοῦ μέλιτος ἐκμυζῶσιν ἰκμάδα, οὕτως οὗτοι τὴν ἐνοῦσάν [80.1813] μοι γλυκύτητα τῆς εὐσεβείας ἀφελεῖν ἐπειράθησαν.
 [05250]  Καθάπερ γὰρ, φησὶν, οἰ κέται εἰς τὰς τῶν δεσποτῶν ἀποβλέπουσι χεῖρας, ἅτε δὴ τὰς ἀφορμὰς ἐκεῖθεν δρεπόμενοι τοῦ βίου·
 [05291]  Καθάπερ γὰρ ὁ χειμάῤῥους ἐκ πολλῶν ἀθροιζόμενος ὑετῶν σφοδρότερος γίνεται, οὕτως οἱ τηνικαῦτα τῇ Ἱερου σαλὴμ προσβαλόντες ἐκ πολλῶν καὶ διαφόρων ἐθνῶν συνηθροίσθησαν·
 [05319]  Καθάπερ γὰρ τὰ ὄρη τὴν πόλιν κυ κλοῖ, οὕτως ἡ θεία κηδεμονία τὸν εὐσεβῆ περι φράττει λαόν·
 [05326]  Ἀντὶ τοῦ, Καθάπερ τινὶ ῥάβδῳ τοῖς Ἀσσυρίοις κεχρημένος, τοὺς ἀξίους παιδεύω.
 [05757]  Καθάπερ τοίνυν ἀπὸ τῆς κεφαλῆς διὰ τοῦ γενείου μέχρι τῆς ἐσθῆ τος τὸ ἱερὸν διατρέχον μύρον τῆς εὐοσμίας τὸν ἱερέα ἐπλήρου, οὕτως ἀπὸ τῆς ἀρχῆς μέχρι τῶν ὑπηκόων ἡ ἀπὸ τῆς συμφωνίας ὠφέλεια χωρεῖ.
 [05867]  Καθάπερ γάρ τινα κλῆρον πατρῷον, τὴν ὑπ' ἐκείνων τῶν δυσσε βῶν βασιλέων πάλαι κατασχεθεῖσαν γῆν τῷ Ἰσραὴλ δέδωκεν ὁ τούτων Θεός.
 [06248]  Καθάπερ γὰρ ἐμοὶ ζοφώδης ἡ νὺξ, οὕτως ἐστί σοι φωτεινή.
 [06591]  Καθάπερ γὰρ τὸν καθειργμένον ἐν λάκκῳ οὐκ ἔστι δίχα τῶν ἐπικουρούντων διαφυγεῖν, οὕτως ἀναβιῶναι τὸν τεθνηκότα τῶν ἀδυνάτων, μὴ βουλομένου Θεοῦ.
 [06854]  Καθάπερ γὰρ ἡμῖν ῥᾴδιον τοὺς συνηγμένους ἐκτεῖναι δακτύλους, καὶ ἁπλῶσαι τὴν χεῖρα·
 [07086]  Καθάπερ γὰρ ἡ χιὼν [80.1985] καταφερομένη τὰ ὄρη πληροῖ·
000-00-00 Serial Number=0581419766
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00292]  Καθάπερ γὰρ, φησὶν, αὐτὴ τοῖς προτέροις ἐρασταῖς ἀποταξα μένη, τὴν τοῦ προφήτου συνοίκησιν εἵλετο·
 [00378]  Καθάπερ γὰρ ἡμεῖς τοὺς τῶν θείων μυστηρίων ἠξιωμένους πιστοὺς ὀνομάζο μεν, οὕτω τετελεσμένους ὠνόμαζον Ἕλληνες, τοὺς ἀκριβέστερον δεδιδαγμένους τὴν σφετέραν ἀσέβειαν.
 [00410]  Καθάπερ γὰρ, φησὶ, τὰ ὄρνεα τῇ [81.1577] κινήσει τῶν πτερῶν τὸν ἀέρα σὺν ἤχῳ τινὶ δια τέμνει·
 [00516]  Καθάπερ γὰρ ὁ ὄρθρος λύει τῆς νυκτὸς τὸ ζοφῶδες, οὕτως αὐτὸς τῶν ἐπικειμένων ἡμᾶς ἀπαλλάξει πει ρασμῶν, καὶ τῆς αὐτοῦ προνοίας τὴν ἀκτῖνα παρ έξει.
 [00553]  Καθάπερ γὰρ οἱ πειραταὶ κρύβδην τοῖς ναυ τιλλομένοις ἐπιᾶσιν, οὕτως οἱ τῶν εἰδώλων θερα πευταὶ, μὴ δυνάμενοι δεῖξαι προφανῶς τὴν τούτων ἐνέργειαν, διὰ τῶν μεμηχανημένων αὐτοῖς τεχνα σμάτων ἐξαπατῶσι τοὺς ἀνοήτους.
 [00601]  Καθάπερ γὰρ ἡ ζύμη τὰ συμφυρόμενα ἄλευρα εἰς τὴν οἰκείαν μετατίθησι φύσιν, οὕτως ἡ ζύμη τῆς ἀσεβείας, ὑπὸ τοῦ Ἱεροβοὰμ τοῦ πρώτου βασιλεύσαντος ὑμῶν προσενεχθεῖσα, ὑμῖν τε καὶ τοῖς κατὰ καιρὸν ἐν ὑμῖν βεβασιλευκόσιν ὑμῖν, τῆς οἰκείας μεταδέδωκεν ἅπασι δυσωδίας.
 [00604]  Καθάπερ γὰρ ὁ λοιμὸς εἰ προσάψαιτό τινος, καὶ τοὺς πελά ζοντας διὰ τούτου λωβᾶται·
 [00644]  Καθάπερ γὰρ ἐκείνη τῶν ἰδίων νεοττῶν ἀφαιρου μένων οὐκ ἀφίπταται, ἀλλὰ τοῖς αὐτοῖς προστρέ χει χωρίοις, οὕτως οὗτοι θαμὰ καὶ συνεχῶς, νῦν μὲν [81.1592] ὑπὸ τούτων, νῦν δὲ ὑπ' ἐκείνων ἀναιρούμενοί τε καὶ ἐξανδραποδιζόμενοι, πρὸς Ἀσσυρίους καὶ Αἰγυπτίους ἔθεον, οὐδεμιᾶς παρ' αὐτῶν ἐπικουρίας τυγχάνον τες.
 [00682]  Καθάπερ γὰρ οἱ πατέρες αὐτῶν ἀντιλέγοντες διετέλεσαν, καὶ τὴν ἐμὴν ἐκφαυλίζοντες δύναμιν, καὶ τῷ Μωσῇ, καὶ [81.1593] τῷ Ἀαρὼν προφανῶς ἀντέστησαν, τῆς ἐλευθερίας αὐτῶν χάριν ἀποσταλεῖσιν·
 [00802]  Καθάπερ γὰρ ὁ τοῖς πενθοῦσι προσφερόμενος ἄρτος αὐτούς τε τοὺς πενθοῦντας ἀποκναίει διὰ τὸ πένθος, καὶ τοῖς συνδειπνοῦσιν οὐ θυμήρης ἐστὶ, διὰ τὴν κοινωνίαν τοῦ πένθους·
 [00936]  Καθάπερ γὰρ ἄγρωστις ἀδεῶς ἐν τῇ μὴ γεωργουμένῃ φύεται γῇ, οὐ σκαπάνης ἐνοχλούσης, οὐκ ἀρότρου διατέμνοντος·
 [01007]  Λέγει τοίνυν, ὅτι Καθάπερ ὁ Σαλμανὰ παντελῆ ὑπέμεινεν ὄλεθρον, ἐπειδὴ ἐν ἡμέραις πολέμου μητέρα ἐπὶ τέκνοις ἠδά φισεν·
 [01065]  Καθάπερ γὰρ ὁ λέων βρυχώμενος, τὰ πελάζοντα καὶ τοῦ βρυχήματος ἐπαΐοντα δεδίττεται ζῶα·
 [01192]  Καθάπερ γὰρ τὴν ἑωθινὴν δρόσον, καὶ τὴν κατὰ τοῦ τον τὸν καιρὸν ἐπιφαινομένην νεφέλην, ἀνίσχων ὁ ἥλιος τὴν μὲν δαπανᾷ ῥᾳδίως, τὴν δὲ σκεδάννυσιν εὐπετῶς, τὸν δὲ τῆς ἅλω χνοῦν βίαιος ἄνεμος εὐ μαρῶς ἀφανίζει, ἀτμὸν δὲ ἐν ἀέρι γινόμενον νέφος ἀκρίδων ἐπιγενόμενον διαλύει·
 [02038]  Καθάπερ γὰρ ὁ δαλὸς ἡμιφλεγὴς γενόμενος, δείκνυσι μὲν τοῦ πυρὸς τὴν ἐνέργειαν, ἄχρηστον δέ ἐστιν εἰς πᾶν ὁτιοῦν, μόνῳ δὲ πυρὶ χρήσιμος·
 [02051]  Καθάπερ οὖν ἐν σταθερᾷ σοι μεσημβρίᾳ καθημένῳ (ταύτῃ γὰρ ἔοικεν ἡ εἰρήνη), τὴν τῆς αἰχμαλωσίας ὁμίχλην ἐπήγαγεν·
 [03002]  Καθάπερ γὰρ ἡσυχῇ καθήμενα πρόβατα, λύκον ἐξαπιναίως ἐπελθόντα θεασάμενα, μετὰ πολλοῦ δέους ἀνίσταται·
 [03336]  Καθάπερ γὰρ οὐ κό σμον πόλει τὸ πῦρ, ἀλλ' ἐμπρησμὸν ἐπάγει καὶ ὄλε θρον·
 [03408]  Καθάπερ γὰρ ὁ εἰς ἀλοιφὴν καὶ χρίσμα τῶν πλίνθων κατασκευαζό μενος πηλὸς, θύραζε ῥιπτούμενος, ὑπὸ τῶν παριόντων ἁπάντων καταπατεῖται, ὥστε εἰς δέον τὰς βώλους διαλυθῆναι·
 [03750]  Καθάπερ γάρ τινι μέθῃ παραδοθήσῃ τῇ συμφορᾷ, καὶ τῇδε κἀκεῖσε διαθέουσα, ἀπαλλαγήν τινα τῶν κατεχόντων ζητήσεις δεινῶν, καὶ οὐχ εὑρήσεις.
 [03774]  Καθάπερ γὰρ, φησὶν, ἀκρὶς καὶ βροῦχος, καὶ τὰ τούτοις προσόμοια, δρόσου μὲν ἐπικειμένης ἐφιζάνει τοῖς θάμνοις, ἀποπτῆναι μὴ δυνάμενα·
 [03880]  Καθάπερ γὰρ τῶν ἵππων καὶ τῶν ἱππέων παραβολικῶς ἔδειξε τὴν ταχύτητα·
 [04123]  Καθάπερ γὰρ οἱ γηπόνοι εἰς διώρυγας διαιροῦσι τοὺς ποταμοὺς, ἀρδείαν τῇ γῇ σοφιζόμενοι·
 [04456]  Εἰκὸς δὲ καὶ τοῦτο παραδηλῶσαι, ὅτι Καθάπερ ἡ περιστερὰ ταῖς ἀφωρισμέναις οἰκίαις ἐμ φιλοχωρεῖ, οὕτως ἡνίκα ηὐσεβεῖτε, οἱ ἐν τῇ Ἱερου [81.1853] σαλὴμ, τῷ ἀφιερωμένῳ μοι προσηδρεύετε νεῷ.
 [04690]  Καθάπερ, φησὶ, τὸ ἁγιασθὲν ἱμάτιον ἁγιάζειν μὲν ἄλλο τι τῶν πελα ζόντων οὐ δύναται, ὑπὸ δὲ τῶν κατὰ τὸν νόμον ἀκαθάρτων πλησιαζόντων μιαίνεται·
 [04896]  Καθάπερ γὰρ πυρὰν μεγίστην ὑπερβῆναι τῶν ἀδυνάτων·
 [05322]  Καθάπερ, φησὶν, ἀληθεῖς ἔδειξα τῆς τιμωρίας τὰς ἀπειλὰς, οὕτω καὶ ταῖς ἀγαθαῖς οἰκονομίαις ἐπιθήσω [81.1916] τὸ πέρας.
 [05515]  Καθάπερ γὰρ ἐκεῖνος τοῖς ποσὶν ἐπιβαίνουσιν εἴκει, οὕτω κἀκεῖνοι τραπή σονται, καὶ φεύγοντες κατακοντισθήσονται, ἐπειδὴ τῶν ὅλων ὁ Κύριος ταύτης ἡγεῖται τῆς στρατη γίας.
 [05709]  Καθάπερ γὰρ ἐκεῖνος τὴν περὶ τὸν Θεὸν ἀνεδέξατο μάχην, ἐν τῷ ναῷ δαιμόνων ἀναστήσας βωμὸν, καὶ τοὺς ἀνακει μένους τῷ Θεῷ θύειν δαίμοσιν ἀναγκάσας·
 [05743]  Καθάπερ γὰρ, φησὶ, καὶ δαλὸς ἐξάπτει τὰ ξύλα, καὶ φλὸξ ἀναλίσκει καλάμην·
 [05768]  Καθάπερ γὰρ ὑλοτόμοι ῥόας ὅτι πλείστας ἐκτέμνοντες κτύπον ἀποτελοῦσι πολύν·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»