Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum γένους [115]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum γένους


000-00-00 Serial Number=0246302545
Commentaria in Isaiam Ante [Go Back]  
 [00421]  Οὔτε γὰρ πολιὰ ἦν ἐκείνοις αἰδέσιμος, οὔτε γένους ἢ πλούτου περιφάνεια ἐδόκει τινὸς εἶναι ἀξία τιμῆς, ἀλλὰ καὶ οἱ εὐτελεῖς ἐπανίσταντο τοῖς δυνατοῖς, καὶ οἱ νέοι τοὺς πρεσβυτέρους ἐγέλων.
 [01280]  ∆ιηγούμενος ἤδη τὴν κατὰ τῆς Ἱερουσαλὴμ τῶν δέκα φυλῶν ἐπανάστασιν καὶ τὴν κατὰ τοῦτο συμφωνίαν τούτων τε καὶ τοῦ τῆς ∆αμασκοῦ βασιλέως καὶ δείξας τοῦ ∆αυιτικοῦ γένους τὸ ἄμαχον διὰ τὸ ἐν αὐτῷ κρυπτόμενον σπέρμα καὶ προαγορεύσας τούτου τὸν τόκον καὶ μέντοι καὶ τὸν τοῦ τόκου τρόπον, ἀναλαμβάνει πάλιν τὸν κατὰ τοῦ Ἰσραὴλ λόγον.
 [02384]  μὴ κατισχύσητε παρακαλεῖν με ἐπὶ τὸ σύντριμμα τῆς θυγατρὸς τοῦ γένους μου.
 [02386]  Θυγατέρα δὲ γένους αὐτὴν καλεῖ ὡς ἐξ αὐτῆς καὶ αὐτὸς κατάγων τὸ γένος.
 [03301]  Τοῦτον δὲ ὑμεῖς ῥίζαν αὐχεῖτε τοῦ γένους.
 [03302]  Εἶτα διδάσκει ὁ προφήτης, τίνα τοῦ γένους εἴρηκεν·
 [04757]  [6Ἐγὼ] κύριος ὁ θεὸς ἐκάλεσά σε ἐν δικαιοσύνῃ καὶ κρατήσω τῆς χειρός σου καὶ ἐνισχύσω σε καὶ ἔδωκά σε εἰς διαθήκην γένους εἰς φῶς ἐθνῶν.
 [04765]  Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν.
 [05754]  Ἰδού φησι δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς.
 [06345]  Ὑπὲρ παντός φησι προσηνέχθη τοῦ τῶν ἀνθρώπων γένους.
 [06564]  Ταύτας τοίνυν τὰς συνθήκας τὰς πρὸς ἐκεῖνον γεγενημένας ἐφ' ὑμῶν πληρώσω, τὴν μὲν ἀνθρωπείαν φύσιν ἐ κ τοῦ ∆αυιτικοῦ γένους κατὰ τὴν ὑπόσχεσιν ἐνδυόμενος, τὴν δὲ καινὴν διαθήκην εἰσφέρων.
000-00-00 Serial Number=0609156966
De incarnatione domini Ante [Go Back]  
 [00068]  σοφῶς δὲ αὐτὸ καὶ δια φόρως ἐτέλεσεν, ἰατρεύων, ἐπιτιμῶν, ἐγκαλῶν, εἰσ ηγούμενος τὸ δέον, συμβουλεύων, ἀπειλῶν, ἐπάγων τὴν ἀπειλὴν, κολάζων τοὺς πονηροὺς, στεφανῶν τοὺς ἀγαθοὺς, καὶ τὸν μὲν ἀνακηρύττων, τὸν δὲ μετα τιθεὶς, τὸν δὲ ξύλῳ μετὰ τοῦ γένους διασώζων, καὶ σπινθῆρα τῇ φύσει διατηρῶν, ἐπικλύζων τὴν γῆν, διαφθείρων ὕδατι τοὺς ἐργάτας τῆς πονηρίας, αὔξων αὖθις τὸ ἀνθρώπινον γένος, μερικαῖς τιμωρίαις κοι νὰς ἰατρείας ποιούμενος, πόλεις ἀσεβείαις συζώσας πυρὶ καταφλέγων οὐρανίῳ, τὸν σὺν αὐτοῖς μὲν οἰ κοῦντα, τῆς δ' ἀσεβείας οὐ κοινωνοῦντα, τῆς τιμω ρίας ἐλευθερῶν, εὐετηρίαις δωρούμενος, ἐν καιρῷ ὑετὸν χαριζόμενος, αὔξων ἀῤῥήτως τὰ παρὰ τῶν ἀνθρώπων καταβαλλόμενα σπέρματα, καρπῶν ἀφθο νίας βρύειν τὰ δένδρα κελεύων, λιμῷ παιδεύων τοὺς οὐδὲν ἐκ τῆς εὐθηνίας ὠφεληθέντας, νόσους ἐπάγων, καὶ πάλιν ταύτας ἐλαύνων, χαλασφενδονῶν τὰς τῆς ζωῆς ἀφορμὰς, νέφεσιν ἀκρίδος τὸν ἥλιον κρύπτων καὶ τοὺς καρποὺς διαφθείρων·
000-00-00 Serial Number=0008325636
De providentia orationes decem Ante [Go Back]  
 [00856]  Μαρτυρεῖ δὲ καὶ ὁ δεύτερος τῶν ἀνθρώπων φύλαρχος, ὁ παντὸς τοῦ γένους σπινθὴρ, ὁ μακάριος Νῶε, οὐ μόνον τῶν ἡμέρων ζώων, ἀλλὰ καὶ τῶν λίαν ἀγριωτάτων νο μεὺς ἐν τῇ κιβωτῷ γενόμενος, καὶ ἐνιαυτὸν ὅλον καὶ ταῦτα κἀκεῖνα κατὰ ταυτὸ ποιμάνας, καὶ τὰ σαρκοφάγα ποηφαγεῖν ἀναγκάσας.
 [01172]  Ὅτι μὲν οὖν ἐξ ἀρχῆς ὁ τῶν ὅλων ∆ημιουργὸς, μίαν εἰργάσατο πάντων τῶν ἀνθρώπων τὴν φύσιν, καὶ ἐξ ἑνὸς ἀνδρὸς καὶ μιᾶς γυναικὸς ἅπασαν τὴν οἰκουμένην τοῦδε τοῦ γένους ἐπλήρωσε, μάρτυς ἡ θεία Γραφή·
 [01338]  Τοῦτο γὰρ καὶ ὁ πιστὸς ἐκεῖνος οἰκέτης ᾔτησεν ἱκε τεύων, οὐκ εἶδος, οὐ μέγεθος, οὐ παρειῶν ἄνθος, οὐκ ὀφθαλμῶν κάλλος, οὐκ ὀφρύων εὐθέτους γραμ μὰς, οὐ γένους περιφάνειαν, οὐ πλούτου περιουσίαν, ἀλλὰ φιλόξενον γνώμην, ἤπιον τρόπον, φθέγμα πρᾶον καὶ μέτριον, ἦθος ἐπιεικὲς καὶ φιλάνθρωπον, ἄξιον τῆς δεσποτικῆς οἰκίας, τῆς πᾶσι ξένοις ἠνεῳγμένης, τῆς εἴδη ποικίλα δεχομένης, καὶ πᾶσι προσφερούσης τὰ πρόσφορα.
 [02011]  Ὡς πρόβατον τοι γαροῦν καὶ ἱερεῖον ἐγένετο, καὶ ὑπὲρ παντὸς τοῦ γένους προσηνέχθη θυσία.
 [02064]  Ἀποδέδωκα γὰρ ὑπὲρ τοῦ γένους τὸ χρέος.
000-00-00 Serial Number=0785123825
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00073]  Ἐξετάσατε τοίνυν παρ' ὑμῖν αὐτοῖς καὶ τὴν τοῦ γένους ποιότητα, ὅτι ταὐτόν ἐστι θεῖος πατρὶ καὶ ἀδελφι[δῆ] θυγατρί.
 [00109]  τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι.
000-00-00 Serial Number=0219316661
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00175]  ἄλλοι περιφανείᾳ σεμνυνό μενοι γένους τὸν βαρύτατον ἕλκουσι τῆς δουλείας ζυγόν.
 [00776]  Ἡνίκα μὲν τὸ σωτήριον πάθος ὑπὲρ τοῦ γένους τῶν ἀνθρώ πων ὁ ∆εσπότης ὑπέμεινεν, ἠθύμει λίαν ὁ τῶν ἱερῶν ἀποστό λων χορός·
 [01324]  Τίνι δὲ οὕτω προσήκει τῶν ἀδικουμέ νων ὑπερμαχεῖν, ὡς ὑμῖν, ὦ φιλόχριστοι, οἷς καὶ τοῦ γένους ἡ περιφάνεια, καὶ τῶν ἀξιωμάτων τὸ ὕψος, καὶ μέντοι καὶ τὸ τῶν νομίμων πρωτεύειν, παρέχει τὴν παρρησίαν;
 [02203]  Εἰ δὲ τὸ θνητὸν τοῦ γένους εἰς νοῦν λάβοιμεν καὶ τὴν θείαν ψῆφον τὴν κατὰ τοῦ γένους ἐξενεχθεῖσαν, καὶ πρὸς τού τοις τὸ τοῦ πάθους κοινόν πλήρης γὰρ τῶν τοιούτων παθη μάτων ὁ βίος οἴσομεν γενναίως τὸ γεγονός, καὶ τὰς τῆς ἀθυμίας ἀποκρουσόμεθα προσβολάς, καὶ τὴν θαυμασίαν ἐκεί νην ᾄσομεν ὑμνῳδίαν·
 [02513]  ∆ιά τοι τοῦτο καὶ σῶμα λαβὼν καὶ ψυχὴν ὁ μονογενὴς Υἱὸς τοῦ Θεοῦ, μώμου ταῦτα παντὸς ἐλεύθερα διεφύλαξε, καὶ τὴν ὑπὲρ τοῦ γένους θυσίαν προσή νεγκεν.
000-00-00 Serial Number=0560475945
Eranistes Ante [Go Back]  
 [00002]  Εἰσί τινες, οἳ τὴν ἐκ γένους ἢ παιδεύσεως ἢ κατορθωμάτων ἀξιέπαι νον οὐκ ἔχοντες περιφάνειαν, ἐκ πονηρῶν ἐπιτηδευμάτων ἐπίσημοι γενέσθαι φιλονεικοῦσι.
 [00003]  Τοιοῦτος ἦν ἐκεῖνος Ἀλέξανδρος ὁ χαλκεύς, ὃς οὐδὲν ἔχων περίβλεπτον, οὐ λαμπρότητα γένους, οὐ δεινότητα λόγων, οὐ δημαγωγίαν, οὐ στρατηγίαν, οὐ τὰς ἐν πολέμοις ἀνδραγαθίας, μόνον δὲ βάναυσον τέχνην μεταχειρίζων, ἐκ μόνης τῆς κατὰ τοῦ θειοτάτου Παύλου μανίας ἐγένετο γνώριμος.
 [00055]  {ΕΡΑΝ.} Σαφέστερον τὰ περὶ τοῦ γένους καὶ τοῦ εἴδους καὶ τοῦ ἀτόμου εἰπέ.
 [00743]  Πεπληροφορημένους ἀληθῶς εἰς τὸν κύριον ἡμῶν, ὄντα ἐκ γένους ∆αβὶδ κατὰ σάρκα, υἱὸν θεοῦ κατὰ θεότητα καὶ δύναμιν θεοῦ, γεγεννη μένον ἀληθῶς ἐκ παρθένου, βεβαπτισμένον ὑπὸ Ἰωάννου, ἵνα πληρωθῇ πᾶσα δικαιοσύνη ὑπ' αὐτοῦ, ἀληθῶς ἐπὶ Ποντίου Πιλάτου καὶ Ἡρώδου τετράρχου καθηλωμένον ὑπὲρ ἡμῶν σαρκί.
 [00755]  Εἴ τι οἱ κατ' ἄνδρα κοινῇ πάντες ἐν τῇ χάριτι ἐξ ὀνόματος συνέρχεσθε ἐν μιᾷ πίστει, καὶ ἐν ἑνὶ Ἰησοῦ Χριστῷ τῷ κατὰ σάρκα ἐκ γένους ∆αβίδ, τῷ υἱῷ τοῦ ἀνθρώπου καὶ υἱῷ τοῦ θεοῦ.
 [00759]  Κωφώθητε οὖν, ὅταν χωρὶς Ἰησοῦ Χριστοῦ ὑμῖν λαλῇ τις, τοῦ ἐκ γένους ∆αβίδ, τοῦ ἐκ Μαρίας, ὃς ἀληθῶς ἐγεννήθη, ἔφαγέ τε καὶ ἔπιεν ἀληθῶς, ἐδιώχθη ἐπὶ Ποντίου Πιλάτου, ἀληθῶς ἐσταυρώθη καὶ ἀπέθανε, βλεπόντων τῶν ἐπιγείων καὶ ἐπουρανίων καὶ καταχθονίων.
 [01879]  {ΟΡΘ.} Εἰ τοίνυν ἐν σώμασιν ἔστιν εὑρεῖν ἀσύγχυτον κρᾶσιν, μανία ἄρα σαφὴς ἐπὶ τῆς ἀκηράτου καὶ ἀναλλοιώτου φύσεως σύγχυσιν νοεῖν καὶ τῆς φύσεως τῆς ἀναληφθείσης ἀφανισμόν, καὶ ταῦτα ληφθείσης ἐπ' εὐεργεσίᾳ τοῦ γένους.
 [02424]  Ἡ ἀπαρχὴ τοῦ γένους ἡμῶν, τοῦ τοσαῦτα προσ κεκρουκότος, τοῦ ἠτιμωμένου, ἐν ὕψει τοσούτῳ κάθηται, καὶ τοσαύτης ἀπολαύει τιμῆς.
 [04188]  ὅμοιον ποιῶν ὥσπερ ἂν εἴ τις τὸν Ἰωσὴφ παρὰ τὴν ἀξίαν δουλεύοντα θεώμενός τισιν ἀγνοοῦσιν αὐτοῦ τοῦ γένους τὴν περιφάνειαν, εἴποι τὸν Ἰακὼβ εἶναι τούτου πατέρα, πρό γονον δὲ τὸν Ἀβραάμ.
000-00-00 Serial Number=0793284714
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [01981]  διὸ θυσία ἄμωμος ὑπὲρ παντὸς προσηνέχθη τοῦ γένους·
 [02349]  ὁδοιπορίαις πολ [81.184] λάκις, κινδύνοις ποταμῶν, κινδύνοις λῃστῶν, κιν δύνοις ἐκ γένους, κινδύνοις ἐξ ἐθνῶν, κινδύνοις ἐν πόλει, κινδύνοις ἐν ἐρημίᾳ, κινδύνοις ἐν θαλάσσῃ, κινδύνοις ἐν ψευδαδέλφοις, καὶ τὰ ἑξῆς.
000-00-00 Serial Number=0763498545
Graecarum affectionum curatio Ante [Go Back]  
 [01046]  Τοὺς μὲν γὰρ δὴ ἀνθρώπους οὐ παμπόλλους εὐθὺς ἐδημιούργησεν ὁ Θεός, ἀλλ' ἕνα ἄνδρα καὶ μίαν γυναῖκα διέπλασε καὶ διὰ τῆς τούτων κοινωνίας πᾶσαν γῆν καὶ θάλατταν τοῦδε τοῦ γένους ἐνέπλησε·
 [01413]  Ῥητέον δέ γε πρὸ τῶν ἄλλων ἁπάντων, ὅσην περὶ τῆς τοῦδε τοῦ γένους ξυστάσεως ἔριν καὶ διαμάχην ἐσχήκασιν.
 [01414]  Οἱ μὲν γὰρ ἀΐδιον εἶναι τῶν ἀνθρώπων τὴν φύσιν εἰρήκασι καὶ τοῦδε τοῦ γένους ἀεὶ ἔμπλεων γεγενῆσθαι τὴν γῆν, οἱ δὲ ἐν τῇ Ἀττικῇ πρῶτον φῦναι ἀνθρώπους, ἄλλοι δὲ ἐν Ἀρκαδίᾳ τοῦτο γενέσθαι πρῶτον, ἕτεροι δ' αὖ πάλιν ἐν Αἰγύπτῳ καὶ ἄλλαις δὲ πόλεσι πολλὴ περὶ τούτου φιλοτιμία γεγένηται.
 [02429]  Τῶν δὲ δὴ ἀποθα νόντων ἐπὶ στρατείας, ὃς ἂν εὐδοκιμήσας τελευτήσῃ, ἆρ' οὐ πρῶτον μὲν τοῦ χρυσοῦ γένους εἶναι φήσομεν;
 [02439]  Ὁ δέ γε Ἡσίοδος περὶ τοῦ χρυσοῦ γένους ταῦτα ἔφη·
 [02521]  Ἆρά τινες ἐπίσημοι καὶ περιφανεῖς ἢ γένους αὐχοῦντες λαμπρότητα ἢ τοῖς τοῦ πλούτου περιρρεόμενοι ῥεύμασιν ἢ ἐκ [8.66] δυναστείας τινὸς γενόμενοι γνώριμοι;
 [03058]  καὶ ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, ἀνοῖξαι ὀφθαλμοὺς τυφλῶν, ἐξαγαγεῖν ἐκ δεσμῶν δεδεμένους καὶ ἐξ οἴκου φυλακῆς καθημένους ἐν σκότει.
 [03063]  ἐξ ἐκείνου γὰρ δὴ κατὰ σάρκα τοῦ γένους ἀνέτειλε·
 [03065]  Τοῦτον εἰς διαθήκην ἔφη δοθῆναι τοῦ γένους·
000-00-00 Serial Number=0534436643
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00922]  Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
 [01814]  Τοῖς μὲν γὰρ ἀνθρώποις τὸ θῆλυ χρήσιμον διὰ τὴν αὔξησιν τοῦ γένους.
 [01820]  Τῇ δὲ ἀθανάτῳ φύσει περιττὴ τοῦ γένους ἡ διαίρεσις·
 [02772]  Προὔργου δὲ οἶμαι, καὶ τοὺς περὶ τοῦ γάμου νό μους διεξελθεῖν, καὶ τῶν τούτου κατηγορούντων δι ελέγξαι τὸ θράσος Ἀπόχρη δὲ καὶ ἡ τοῦ γένους δια φορὰ, δεῖξαι τὴν τῆς δημιουργίας αἰτίαν.
000-00-00 Serial Number=0114383578
Historia ecclesiastica Ante [Go Back]  
 [02803]  καὶ τὴν μὲν τοῦ γένους οὐκ ἐλογί ζετο περιφάνειαν, τὴν δὲ ὑπὲρ τῆς πίστεως ταλαιπωρίαν ἀσπασίως ὑπέμενεν.
 [03070]  Ἀπαμείας δὲ τὴν ἀρχιερατικὴν ἐπιμέλειαν Ἰωάννῃ πεπίστευκεν, ὃς εἶχε μὲν καὶ τοῦ γένους τὴν περιφάνειαν, κατορθώ μασι δὲ μᾶλλον οἰκείοις ἢ προγονικοῖς ἐλαμπρύνετο·
 [03149]  ταύταις οἱ ἄριστοι ποι μένες ταῖς ὑποθήκαις πεισθέντες, Νεκτάριον, εὐπατρίδην ἄνδρα καὶ περιφανείᾳ γένους κοσμούμενον καὶ τοῖς τῆς ἀρετῆς εἴδεσι λαμπρυ νόμενον, ἐπίσκοπον τῆς μεγίστης ἐκείνης ἐχειροτόνησαν πόλεως·
000-00-00 Serial Number=0883759081
Historia religiosa Ante [Go Back]  
 [00410]  [3.2] Τῆς γὰρ τοῦ γένους καταφρονήσας περιφανείας ἐξ εὐπατριδῶν γὰρ κατήγετο καὶ τῆς ἐν βασιλείοις λαμπρότητος ἐν ἐκείνοις γὰρ ἤνθει, μέγεθος σώματος παρὰ τοῦ δημιουργοῦ τῆς φύσεως καὶ κάλλος δεξάμενος καὶ ψυχὴν ἔχων ἀγχινοίᾳ κεκοσμημένην , εἰς θεὸν καὶ τὰ θεοῦ τὸ φίλτρον ἅπαν μετέθηκε·
 [00535]  Εἰ γὰρ μὴ μόνην τοῦ γένους ἐτιμᾶτε τὴν ἀγχιστείαν, οὐχ ἡμῖν μόνοις μετεδώκατε ἂν ὧν ἠνέγκατε.
 [00708]  Οὗτος ἐκ βουλευτικῆς μὲν συμμορίας ὁρμώμενος, πόλιν δὲ ἔχων παρ' ἣν Ξέρξης ἐκεῖνος ὁ πολυθρύλητος, ἐπὶ τὴν Ἑλλάδα στρατεύων καὶ τὸν ποταμὸν Εὐφράτην διαβῆναι σπεύδων τῇ στρατιᾷ, πλῆθος νεῶν συναγείρας καὶ ταύτας ἀλλήλαις συζεύξας καὶ τούτῳ τῷ τρόπῳ τὸν ποταμὸν γεφυρώσας, Ζεῦγμα τὸ χωρίον ὠνόμασε καὶ τὴν ἀπὸ τοῦ πράγματος ἔδωκεν ἐπωνυμίαν τῇ πόλει, ἐντεῦθεν ὁρμώμενος καὶ ἀπὸ τοῦ τοιούτου γένους βεβλαστηκὼς ὑψηλόν τι χωρίον καταλαμβάνει, τοῦ ἄστεως οὐ πλεῖον ἢ τριάκοντα σταδίους ἀφεστηκός.
 [00866]  Πρῶτον μὲν γὰρ τοῦ γένους καταφρονήσας ἐπίσημον δὲ τοῦτο ἦν καὶ λαμπρόν , εἰς τὴν τοῦ δεσπότου προσκύνησιν ἔδραμε τοὺς προπάτορας μιμησάμενος μάγους·
 [01121]  ἀνὴρ ἐκ τῆς Ἀντιόχου μὲν ὁρμώμενος, ἐπίσημος δὲ ὢν ἀπὸ τῆς τοῦ γένους λαμπρό τητος, ἀλλ' ὅμως καὶ οἰκίαν καὶ συγγένειαν καὶ τὰ ἄλλα πάντα καταλιπών, τὸν πολυτίμητον εὐαγγελικῶς εἰπεῖν ἐπρίατο μαργαρίτην.
000-00-00 Serial Number=0485483646
Interpretatio in Danielem Ante [Go Back]  
 [00162]  ∆ηλοῖ δὲ τοῦ βασιλέως τὴν ἀλαζονείαν, τὸ μὴ μόνον τοὺς ἄλλους αἰχμαλώτους ὑπηρέτας ἐθελῆσαι λαβεῖν, ἀλλὰ καὶ τοὺς ἐκ τοῦ βασιλικοῦ γένους ὑπάρ χοντας.
 [00687]  ʹ.) Ἧ ἂν ὥρᾳ ἀκούσητε τῆς φωνῆς τῆς σάλπιγγος, σύριγγός τε καὶ κιθάρας, σαμβύκης τε καὶ ψαλτηρίου, καὶ συμφωνίας, καὶ παντὸς γένους μουσικῶν, πίπτοντες προσκυνεῖτε τῇ εἰκόνι τῇ χρυσῇ ᾗ ἔστησε Ναβουχοδονόσορ ὁ βασιλεύς.
 [01574]  οὐ γὰρ ἂν, εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε, καὶ τὴν αἰχμαλωσίαν τῆς Ἰουδαίας εἰς μέσον παρήγαγεν.
 [02349]  Τῶν ἐκ γένους ἀρχιερατικοῦ πρὸς τὸν τηνικαῦτα ἀρχιε ρέα τῶν Ἰουδαίων στασιασάντων, οἱ ταύτης τῆς ἀρχῆς ἐφιέμενοι, πρὸς τὸν Ἀντίοχον παραγενόμενοι, πείθουσιν αὐτὸν τὴν Ἰουδαϊκὴν πολιτείαν εἰς Ἑλληνικὴν μεταβάλλειν, καὶ γυμνάσιον ἐν τῇ πόλει οἰκοδομῆσαι.
 [02784]  ἐνίους δὲ οὐδὲ ἐκ τοῦ ἱερατικοῦ γένους καταγομένους ἀρχιε ρέας προεχειρίζοντο.
 [02786]  Τὴν βασιλείαν Ἡρώδης παρὰ Ῥωμαίων ἐγχειρισθεὶς, οὐκέτι τοὺς ἐκ τοῦ Ἀσαμωναίου γένους (οὗτοι δὲ ἦσαν οἱ καλού μενοι Μακκαβαῖοι) καθίστησιν ἀρχιερέας, ἀλλά τι σιν ἀσήμοις καὶ μόνον ἐξ Ἑβραίων οὖσι.
 [03495]  Καὶ ὁ Ἀμμὰν δὲ τὸν υἱὸν τοῦ γένους σημαίνει·
000-00-00 Serial Number=0638256729
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00049]  καὶ πολλὰ τάλαντα χρυσοῦ καὶ ἀργύρου λαβὼν, καὶ ἐκ τοῦ βασιλικοῦ γένους αἰχμ αλώτους πολλοὺς, καὶ τῶν ἱερῶν σκευῶν ἔνια, ἀνέζευ ξεν ἐκεῖθεν δεσμὸν ἐπιθεὶς τῷ βασιλεῖ.
 [00319]  Ἡνίκα δὲ αὐτῷ τὴν τοῦ γένους δουλείαν πρού λεγεν, οὐχ οὕτω χρηστὸς ἐπεφάνη, ἀλλὰ καὶ κλί βανον ἔδειξε καπνιζόμενον, καὶ λαμπάδας πυρὸς διερχομένας ἀναμέσον τῶν διχοτομημάτων.
 [02525]  Ὁ γὰρ Ἰσμαὴλ βασιλικοῦ γένους ὑπάρχων, καὶ τῷ Γοδολίᾳ φθονήσας, κεχρωσμένῃ πρὸς αὐτὸν φιλίᾳ χρησάμενος, τούτῳ μὲν κρύβδην ἐπιβουλεύει, ἀναιρεῖ δὲ καὶ τοὺς πλείστους τοὺς σὺν αὐτῷ·
 [03225]  λέγει δὲ αὐτὰς μητρὸς μιᾶς, οὐ μόνον διὰ τὴν μίαν ῥίζαν τοῦ γένους, ἀλλ' ὅτι καὶ κατὰ τὴν ἀσέβειαν, μίαν ἔσχον μητέρα τὴν Αἴ γυπτον·
 [04522]  ∆έδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
 [05075]  Ἰδοὺ δέδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
000-00-00 Serial Number=0243597150
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00027]  καὶ τὴν μὲν ἐκ τοῦ γένους εἵλκυσε·
 [02634]  Περιεῖχε δὲ ταῦτα, ὡς ὁ τῶν ὅλων Θεὸς τοῖς αἰχμαλώτοις ἤδη γεγενημέ νοις κελεύει, καὶ παιδοποιῆσαι, καὶ δείμασθαι οἰκίας, [81.649] καὶ κατεγγυῆσαι τὰς θυγατέρας ἀνδράσι, καὶ γυναῖ κας ἀγαγεῖν τοῖς υἱέσι, καὶ φροντίσαι τῆς αὔξης τοῦ γένους, καὶ ὑπὲρ τῶν ἀνδραποδισάντων προσεύξα σθαι.
 [02781]  Ὑπισχνεῖται δὲ καὶ αὔξην τοῦ γένους, καὶ πολυγονίαν.
 [03359]  ἐκ δὲ τοῦ βασιλικοῦ γένους ἐτύγχανεν ὢν, καὶ τραπέζης σὺν αὐτῷ κοινωνήσας, ἀνεῖλε τὸν Γοδολίαν, καὶ τοὺς συγκαταλειφθέντας σὺν αὐτῷ ἅπαντας, καὶ Χαλδαίους, καὶ Ἰουδαίους.
000-00-00 Serial Number=0424096882
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [02561]  Ἐπειδὴ γὰρ ἡ Ἐκκλησία καὶ ἐξ ἐθνῶν καὶ ἐξ Ἰουδαίων συνέστηκε, καὶ τούτους κἀκείνους εἰς τὸν ὕμνον ἐγείρει τοὺς μὲν ἀπὸ τοῦ προπάτορος ὀνο μάζων, Ἰακώβ τε καὶ Ἰσραὴλ, τοὺς δὲ ἀπὸ τῆς ἀρετῆς, ὡς ἀρκούσης ἀντὶ γένους κοσμῆσαι.
000-00-00 Serial Number=0330534697
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00632]  Τοῦτο τοίνυν εἰπεῖν βού λεται, ὅτι τῶν ἡμετέρων προγόνων κρατήσασα ἡ ἁμαρτία, ὁδόν τινα καὶ τρίβον διὰ τοῦ γένους εἰργάσατο.
 [04659]  Ἀπιδεῖν ἱκετεύω σε καὶ εἰς τοὺς ἔτι μὲν περιόν τας, δεσμὰ δὲ περικειμένους, καὶ προσδεχομένους τὸν θάνατον, καὶ μὴ πανωλεθρίαν τοῦ ἡμετέρου κατα ψηφίσασθαι γένους·
 [05069]  οὗτοι γὰρ μόνοι καταλειφθέντες ἐκ τοῦ γένους τοῦ Χαναὰν, καὶ παρὰ τὸν Ἰσραὴλ οἰκοῦντες, εἰκότως ἀλλόφυλοι διαφερόν τως ἐκλήθησαν.
000-00-00 Serial Number=0954910219
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01404]  Ἔδωκά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχάτου τῆς γῆς.
 [01409]  ∆έδωκά σε τοίνυν [ἔφη] εἰς διαθήκην γένους·
 [01934]  Οὕτω τῷ θεσπε σίῳ ∆αβὶδ ἄσβεστον διετήρησε τὸν τοῦ γένους σπιν θῆρα, καὶ ταῦτα πολλῶν δυσσεβῶν ἐν μέσῳ βεβλα στηκότων.
 [03194]  Τέθεικά σε εἰς διαθήκην γένους, εἰς φῶς ἐθνῶν, τοῦ εἶναί σε εἰς σωτηρίαν ἕως ἐσχά του τῆς γῆς.
 [05440]  Οὐ τὸν ἐκ γένους Ἀβραὰμ, οὐδὲ τὸν ἐκ σπέρματος Ἰσραὴλ, ὁ προφητικὸς ἐμακάρισε λόγος, ἀλλὰ τὸν τῷ θείῳ φόβῳ κοσμούμενον.
 [05619]  Ἔχει δὲ καὶ πρόῤῥησιν τοῦ κατὰ σάρκα βλαστήσαν τος ἐκ γένους ∆αβὶδ τῆς οἰκουμένης Σωτῆρος.
000-00-00 Serial Number=0988216758
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [04753]  Ἵνα τοίνυν μὴ ἡ ὁμωνυ μία τῇ ἀληθείᾳ λυμήνηται, τῶν ψευδῶς εἰρημέ νων, ὡς τῶν ἀληθῶς προηγορευμένων, πᾶσιν ἁπλῶς προσφερομένων, δῆλον ἑαυτὸν ὁ προφήτης ἀπὸ τοῦ γένους πεποίηκεν.
 [05106]  Λέγει δὲ Ἰησοῦν τὸν ἀρχιερέα καὶ Ζοροβάβελ τὸν στρατηγὸν, τὸν μὲν ἐκ τοῦ βα σιλικοῦ, τὸν δὲ ἐκ τοῦ ἱερατικοῦ γένους ἀνθή σαντα.
000-00-00 Serial Number=0356497824
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [01061]  διὰ σπορᾶς καὶ γεννήσεως ὑφεστῶτα, δῆλον ὅτι ἑκάστου γένους * πλὴν τῆς μιᾶς ζυγῆς ἑκάστου γένους ἀρρενοθή λεος οὐκ ἐποίησεν ὁ θεός.
 [01101]  εἰσαγόμεθα γὰρ δι' αὐτῶν εἰς ἔννοιαν τῆς τοῦ θεοῦ σοφίας τῆς ταῦτα μη χάνημα κατὰ τοῦ θανάτου ταξαμένης φυλακτικὰ τοῦ γένους ἡμῶν ἐν ἀθανασίᾳ τῇ διαδοχῇ τῶν τικτομένων.
 [01589]  μὴ οὖν ἀπὸ τῆς φύ σεως τοῦ προσαγομένου, ἀλλ' ἀπὸ τῆς διαθέσεως τοῦ προσδεχο [102] μένου κρῖναι [δεῖ] τῆς θυσίας τὴν τάξιν καὶ τοῦ θεοῦ τὴν τιμήν, τοῦ διὰ τὸ φείδεσθαι τοῦ γένους τῶν ἀνθρώπων μὴ βουληθέντος ἀνα λῶσαι τοὺς ἀνθρώπους εἰς θυσίαν καθ' ἡμέραν προσαγομένους καὶ ἀφανίσαι τὸ γένος, ἀλλὰ δεδωκότος τοῖς μὲν ἀνθρώποις τὸ αὐξά νεσθαί τε καὶ διαμένειν, ταῖς δὲ θυσίαις αὐτῶν τὴν μεγίστην τά ξιν.
 [01590]  οἱ δὲ παρ' Ἕλλησι θρῃσκευόμενοι θεοί, ἅτε δαιμόνων αὐτῶν πονηρῶν καὶ μισανθρώπων ὄντων, θυσίαις ἔχαιρον μειωτικαῖς τε καὶ ἀφανιστικαῖς τοῦ γένους τῶν ἀνθρώπων·
 [01591]  ὅπερ ἐστὶ δεῖγμα μέγι στον τῆς μὲν αὐτῶν θηριώδους ἀπανθρωπίας, τῆς δὲ τῶν Ἑλλήνων ἀθεότητος, τῷ ἀφανισμῷ τοῦ γένους τῶν ἀνθρώπων μειζόνως, ὥς φασι, μᾶλλον δὲ αἰσχίστως πειρωμένων τιμᾶν τοὺς ἑαυτῶν θεούς.
 [01872]  καὶ εἰ φαίνεται θεὸς τοῖς ἀνθρώποις ποτὲ ὑψώσας τινὰς τῶν αὐτῷ ἀνα κειμένων, ὡς τὸν Ἰωσὴφ καὶ τὸν ∆αυίδ, ἀλλ' ὅμως οὐ τῆς ἀρε τῆς αὐτῶν τούτοις ἀμειβόμενος, ἀλλὰ διὰ μὲν τοῦ Ἰωσὴφ τῆς τοῦ Ἰσραηλιτικοῦ γένους αὐξήσεως προνοούμενος, διὰ δὲ τοῦ ∆αυὶδ τὴν τοῦ Ἰσραὴλ βασιλείαν συνεστήσατο.
000-00-00 Serial Number=0284552574
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00338]  καὶ ἀνθρώπου νοεῖσθαι καὶ μίαν αὐτῷ προσκύνησιν παρὰ τὴν κτίσεως ἁπάσης προσφέρεσθαι, μάλα εἰκότως καὶ αὐτὴν τοῦ γένους τὴν κρηπῖδα τιμῆς μεγίστης ἠξίωσε·
 [00592]  τῶν παν τοδαπῶν γὰρ αὐτῷ καρπῶν ἐδεδώκει τὴν ἀφθονίαν, ἑνὸς δὲ μόνου τὴν ἐδωδὴν ἀπηγορεύκει δοῦναι δίκην τοῦ πλημμελήματος εἰς ὠφέλειαν τοῦ γένους.
 [00602]  ὶ παιδοποιΐας δεομένων εἰς τὴν τοῦ γένους διαμονήν, ἡ τοιαύτη τῶν σωμάτων κατασκευή·
 [00681]  [43] ἐκ δὲ τούτων πᾶσαν τὴν οἰκουμένην τοῦ γένους ἐπλήρωσε.
 [00788]  ἐκέλευσε γὰρ ὁ δεσπότης Θεὸς ἀνὰ δύο μὲν ἐξ ἑκάστου γένους τῶν δοκούντων ἀκαθάρτων διασωθῆναι, ἀνὰ ἑπτὰ δὲ τῶν καθαρῶν·
 [00790]  τὰς μὲν τρεῖς συζυγίας εἰς τὴν αὔξησιν τοῦ γένους τὸ δὲ ἓν τὸ περιττὸν εἰς θυσίαν.
 [00792]  ἀπὸ πάντων, φησί, τῶν κτηνῶν τῶν καθαρῶν καὶ ἀπὸ πάντων τῶν πετεινῶν τῶν καθαρῶν , ὡς εἶναι δῆλον, ὅτι τούτουγε χάριν ἀνὰ ἑπτὰ προσέταξεν ἐξ ἑκάστου γένους τῶν καθαρῶν εἰς τὴν κιβωτὸν εἰσαχθῆναι, ἵνα τὸ ἓν ζῷον ἐξ ἑκάστου γένους ὁ Νῶε προσφέρων μὴ διαφθείρῃ τὰς συζυγίας.
 [00820]  καὶ ἐπειδὴ σπέρμα τοῦ γένους ἦν καὶ ῥίζα τῆς φύσεως καὶ δεύτερος Ἀδάμ, δίδωσιν αὐτῷ τὴν εὐλογίαν, ἧς ἐκεῖνος εὐθὺς διαπλασθεὶς ἀπολελαύκει·
 [01078]  Προεώρα τὴν τοῦ γένους ἀσέβειαν·
 [01101]  ἀπὸ γὰρ τῶν ὅρων Αἰγύπτου μέχρι Βαβυλῶνος, τοῦδε τοῦ γένους ἡ ἔρη μος πλήρης.
 [01142]  τὸ δὲ σημεῖον ἦν οὐχ ὥρα σώματος οὐδὲ περιφάνεια γένους οὐδὲ ἄλλο τι τῶν δοκούντων λαμπρῶν, ἀλλὰ φιλοξενία καὶ φιλοφροσύνη καὶ ἠπιό της φρονήματος·
 [01441]  τῆς Αἰγύπτου δὲ μὴ παραλαβὼν τὴν ἀρχήν, οὐκ ἂν τὸν πατριάρχην μετὰ τοῦ γένους ἤγαγεν εἰς τὴν Αἴγυπτον.
 [02883]  [166] ὡμοιώθη ἡ βασιλεία τῶν οὐρανῶν σαγήνῃ βλη θείσῃ εἰς τὴν θάλασσαν, καὶ ἐκ παντὸς γένους συναγαγούσῃ .
 [03321]  ἐκ πέντε γὰρ καὶ ἑβδομήκοντα τῶν εἰς Αἴγυπ τον κατεληλυθότων ἑξακόσιαι χιλιάδες καὶ τρισχίλιοι καὶ ἑξακόσιοι καὶ πεντήκοντα ἠριθμήθησαν ἄνδρες δυνάμενοι πολεμεῖν, καὶ τῆς ἐξώρου ἡλικίας καὶ τῆς ἀώρου κεχωρισμένης, καὶ μέντοι καὶ τοῦ θήλεως γένους, καὶ τῆς λευϊτικῆς φυλῆς·
 [03412]  ἡ δὲ τάξις τοῦ γένους αὕτη·
 [04266]  εἰς γὰρ τὴν τοῦ γένους αὔ ξησιν τὰ γεννητικὰ δεδημιούργεται μόρια.
000-00-00 Serial Number=0089194477
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [01513]  σβεσθήσεται δὲ παντάπασιν ὁ τοῦ γένους σπινθὴρ, καὶ τοῦ ἀνδρός μου ἡ μνήμη παραδοθήσεται λήθῃ·
 [01782]  Ἡμεῖς δὲ διὰ τοῦτο μανθάνομεν, ὡς γένους ὁ ∆ε σπότης οὐκ οἶδε διαφορὰν, ἀλλὰ τοῖς ἠδικημένοις, κἂν ἀλλογενεῖς ὦσιν, ἐπαμύνει δικαίως.
 [02031]  Τῷ γὰρ Ἡλεὶ, καὶ διὰ τοῦ πανευφήμου Σαμουὴλ, καὶ μέντοι καὶ δι' ἄλλου προφήτου, προηγόρευσεν ὁ Θεὸς τοῦ γένους τὴν ἀτιμίαν.
 [02461]  Προειπὼν γὰρ τοῦ παιδίου τὴν τελευτὴν ὁ προφήτης, καὶ τὴν κατὰ παντὸς τοῦ γένους ἐξενή νοχε ψῆφον.
 [03745]  ∆ῆλον δὲ, ὅτι ἐκ τοῦ ἱερατικοῦ γένους ὑπῆρχον οὗτοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»