Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θείου [234]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θείου


000-00-00 Serial Number=0824972987
Commentaria in Isaiam Ante [Go Back]  
 [00033]  Ὥσπερ γὰρ οἱ τοῦ σώματος ὀφθαλμοὶ ὑγιῶς διακείμενοι τὰ προκείμενα ὁρῶσιν, οὕτω τὸ ὀπτικὸν τῆς διανοίας ὑπὸ τοῦ θείου φωτιζόμενον πνεύματος ὡς παρόντα βλέπει τὰ μὴ παρόντα.
 [00229]  Μετὰ μέντοι τὸν σταυρὸν καὶ τὸν θάνατον καὶ τὴν ἀνάστασιν καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν καὶ τὴν τοῦ θείου πνεύματος ἐπιφοίτησιν καὶ τὰ παράδοξα τῶν ἀποστόλων θαύματα τοὺς μὲν πεπι στευκότας τῆς σωτηρίας ἠξίωσεν·
 [00328]  Λόγον γὰρ ἐνταῦθα οὐ τὸν θεὸν λόγον καλεῖ ἀλλὰ τὴν τοῦ θείου λόγου διδασκαλίαν·
 [00785]  ἅπαντες γὰρ οἱ ἄνθρωποι τὸ τῆς θεογνωσίας εἰσδεξάμενοι φῶς πανταχοῦ ναοὺς ἀναστήσουσι τῷ τῶν ὅλων δημιουργῷ, ἐκείνων δὲ πληρουμένων τῆς δόξης οὗτος τῆς προτέρας γυμνωθήσεται δόξης καὶ ἀντὶ τοῦ θείου φωτὸς τοῦ Ῥωμαϊκοῦ πυρὸς εἰσδέξεται τὸν καπνόν.
 [01194]  ∆ιὰ τοῦτο καὶ ἐν σκότει πορευομένους καὶ σκιᾶς θανάτου χώραν οἰκοῦντας ὀνομάζει τοὺς τῆς χώρας ἐκείνης οἰκήτορας καὶ τοῦ θείου φωτὸς ὑπισχνεῖται τὴν αἴγλην.
 [02420]  Παστοφόρια τοῦ θείου νεὼ τὰς ἐξέδρας εὑρή καμεν ὠνομασμένας τὸν Ἰεζεκιὴλ ἑρμηνεύοντες.
 [02590]  Ὁρῶ μεν δὲ καὶ μέχρι τῆς τ ήμερον πολλὰ παρὰ πάντων δῶρα προσφερόμενα τῷ θεῷ, καὶ τὰ κτήματα δέ, ἐξ ὧν οἱ τοῦ θείου ἱερεῖς καὶ τρέ φ ονται καὶ περιβάλλονται, τὰ μέν τινες ἔτι ζῶντες τὰ δὲ τε τελευ τηκότες ἀνέθηκαν τῷ θεῷ.
 [02760]  Εἶτα, ἐπειδὴ συμβαίνει τοὺς ἀγνοοῦντας τὸ τῆς οἰκονομίας μυστήριον καὶ μετὰ τὴν ἀπόλαυσιν τοῦ θείου βαπτίσματος ὁρῶντας κρατοῦντα τὸν θάνατον ἀπιστεῖν τῇ δυνάμει τῆς χάριτος, ἐπήγαγεν·
 [03240]  Καὶ ταύτης τῆς μαρτυρίας ὁ κύριος ἐμνημόνευσε τῶν Φαρισαίων κατηγορῶν καὶ διδάσκων ὡς τοῦ θείου νόμου καταφρονοῦντες ἰδίαις ἐχρῶντο νομοθεσίαις.
 [03481]  Εἶτα δείκνυσι τοῦ θείου προστάγματος τὴν ἰσχύν·
 [03519]  Ξύλα κείμενα, πῦρ καὶ ξύλα πολλά, ὁ θυμὸς κυρίου ὡς φάρα<γ>ξ ὑπὸ θείου καιομένη.
 [04059]  πρὸ γὰρ τῆς οἰκοδομίας τοῦ ναοῦ καὶ ἐν τῇ Χεβρὼν καὶ ἐν τῇ Γαβαὼν καὶ ἐν τῇ Μασσηφὰ καὶ ἐν πολλοῖς ἑτέροις τόποις θυσίας προσέφερον τῷ θεῷ, μετὰ δέ γε τὴν οἰκοδομίαν οἱ κατὰ νόμον πολιτευόμενοι οὐκ ἠνείχοντο θύειν ἔξω τοῦ θείου νεώ, οἱ δὲ κτηνώδεις καὶ τῆς ὁδοῦ τῆς θείας ἔξω βαίνοντες ἐν τοῖς ὑψηλοῖς τόποις προσέφερον τὰς θυσίας οὐκ εἰδώλοις ὡς οἶμαι ἀλλὰ τῷ θεῷ.
 [04426]  Γίνεται δὲ τοῦτο διὰ τοῦ θείου θελήματος καθάπερ τινὸς προσβαλόντος πνεύματος.
 [06058]  καὶ σκυτοτόμους διδασκάλους ἐπιστῆσαι φιλοσόφοις καὶ ῥήτορσι, τὸ δι' ἀνδρῶν δυοκαίδεκα πᾶσαν γεωργῆσαι τὴν οἰκουμένην καὶ δι' ἀνθρώ πων οὕτως εὐαριθμήτων πᾶσαν γῆν καὶ θάλατταν ἐμπλῆσαι τοῦ θείου κηρύγματος.
 [07473]  Τῇ γὰρ ἐνεργείᾳ τοῦ θείου προστάγματος διῃρέθη τὸ πέλαγος καὶ ἐγένετο αὐτοῖς «τὸ ὕδωρ τεῖχος ἐκ δεξιῶν καὶ τεῖχος ἐξ εὐωνύμων».
000-00-00 Serial Number=0129920542
De incarnatione domini Ante [Go Back]  
 [00121]  διδάσκεται γὰρ ὑπὸ τοῦ θείου Παύλου τὸν λαβόντα Θεὸν Λόγον, καὶ τὴν ἀνθρωπείαν φύσιν τὴν ληφθεῖσαν, τὴν προϋπάρ χουσαν μορφὴν τοῦ Θεοῦ, καὶ ἐν τῷ τέλει τῶν αἰώνων προσληφθεῖσαν ἀπ' ἐκείνης δούλου μορφήν.
000-00-00 Serial Number=0613210201
De providentia orationes decem Ante [Go Back]  
 [01534]  οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων.
 [01659]  τοὺς δὲ τῇ ἀρετῇ κομῶντας, καὶ ἀλσοκόμους τοῦ θείου τούτου παραδείσου γιγνομένους, καὶ πολὺν μὲν ἱδρῶτα, πολὺν δὲ πόνον εἰς τὴν τῶν φυτῶν τούτων εἰσφέροντας ἐπιμέλειαν, μόνους ἄκαρπον ἔχειν τὸν πόνον, καὶ ἀγέραστον τὸν ἱδρῶτα;
000-00-00 Serial Number=0656444252
De sancta trinitate Ante [Go Back]  
 [00069]  Οὕτω θεολογεῖν ὑπὸ τοῦ θείου Πνεύματος τὸν μονογενῆ τοῦ Θεοῦ Λόγον ἐδιδάχθησαν οἱ ἐξ ἀρχῆς αὐτόπται καὶ ὑπηρέται τοῦ Λόγου γενό μενοι·
000-00-00 Serial Number=0984933019
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00963]  καὶ Γαλάτας μετὰ τὸ σωτήριον βάπτισμα καὶ τὴν τοῦ θείου Πνεύματος χορηγίαν εἰς τὴν Ἰουδαϊκὴν ἀσθένειαν ἐξοκείλαντας, καὶ περιτομὴν δεξαμένους, ὠδύρατο μὲν καὶ ἐθρήνησεν ὑπὲρ πᾶσαν μητέρα φιλόστοργον, ἐθεράπευσε δὲ καὶ τῆς ἀρρωστίας ἐκείνης ἐλευθέρους ἀπέφηνε.
 [02478]  Τίς δὲ οὕτως ἐμβρόντητος, ὡς τοῦ θείου Παύλου βοῶντος ἀκούων·
 [02850]  ὡς ταυτησὶ τῆς προσηγορίας πᾶσαν ἐχούσης τοῦ θείου κηρύγματος τὴν δύναμιν.
000-00-00 Serial Number=0812393963
Eranistes Ante [Go Back]  
 [00149]  Ἀπόκριναι τοίνυν, τοῦ θείου Παύλου πνευματικὴν τὴν διδασκαλίαν ὁμολογεῖς;
 [00252]  {ΟΡΘ.} Μὴ γένοιτο, τοῦ θείου γὰρ πνεύματος καὶ ταῦτα κἀκεῖνα τὰ ῥήματα.
 [00939]  Οὐκ ἐκ τοῦ θείου τε καὶ ἀκηράτου ἐστὶν ἡ τοῦ ἔκτισέ με φωνή, ἀλλὰ καθὼς εἴρηται, ἐκ τοῦ ἀναληφθέντος κατ' οἰκονομίαν ἀπὸ τῆς κτι στῆς ἡμῶν φύσεως.
 [03354]  Ἡμεῖς δὲ ἀκούομεν τοῦ θείου Παύλου βοῶντος·
000-00-00 Serial Number=0328729391
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00018]  Καὶ τί δεῖ τοὺς κάτω λέγειν Πατέρας, ἐξὸν αὐτοῦ τοῦ θείου Πνεύματος καλέσαι τὴν μαρτυρίαν;
 [00024]  Πῶς τοίνυν ταύτην ἔχει τὴν διάνοιαν, ἥν φατε, τὸ βιβλίον, ὦ βέλ τιστοι, εἰ ὁ μὲν Ἔσδρας ταῦτα συνέγραψεν, οὐκ ἐξ ἀντιγράφων δὲ ἔγραψεν, ἀλλὰ τοῦ θείου Πνεύματος πλήρης γενόμενος, ἵνα πᾶσιν ἀνθρώποις ἀνάγραπτον παραπέμψῃ τὴν ὠφέλειαν;
 [00025]  Τὰ γὰρ τῆς ἀκολασίας [81.32] συγγράμματα, οὐ τοῦ θείου Πνεύματος, ἀλλὰ τοῦ ἐναντίου πνεύματος.
 [00027]  Εἰ δὲ τοῦ θείου Πνεύματος καρπὸς ἡ ἐγκράτεια, τοῦ ἐναντίου δηλονότι ἡ ἀκρασία·
 [00322]  Ὅτι γὰρ οὐδὲν εἰκῆ καὶ μάτην ὑπὸ τοῦ θείου Πνεύματος ἐνεργούμενον λέγεται, δῆ λον τοῖς σώφρονι λογισμῷ καὶ εὐσεβεῖ κεχρημένοις καθέστηκε.
 [00427]  Φίλημα δὲ νοοῦμεν οὐ στομάτων συνάφειαν, ἀλλ' εὐσεβοῦς ψυχῆς καὶ θείου λόγου κοινωνίαν.
 [00946]  Ἐντεῦθεν τοίνυν τὰς ἀφορμὰς λαβόντες, πνευματικώτερον κἀκεῖνα νοήσωμεν, τοῦ θείου λόγου καὶ τῆς εὐσεβοῦς ψυχῆς εἶναι κοινωνίαν πιστεύοντες τὴν καλουμένην περί ληψιν·
 [00971]  ἢ τοὺς ἁγίους προφήτας καὶ ἀποστό λους, οἳ θείου Πνεύματος πληρωθέντες, καὶ τὴν οἰ κουμένην περινοστήσαντες, τοὺς ἀντιθέους καὶ θεο μισεῖς ἐξήλασαν δαίμονας, καὶ τὴν εὐσέβειαν ἐν ταῖς τῶν ἀνθρώπων ψυχαῖς κατεφύτευσαν.
 [02276]  Οὐδὲν γὰρ ὡς ἔτυχεν ὑπὸ τοῦ θείου λέγεται Πνεύ ματος.
000-00-00 Serial Number=0471068323
Graecarum affectionum curatio Ante [Go Back]  
 [00396]  οἱ δ' αὐθαιρέτως σφᾶς αὐτοὺς τῷ σκότῳ ξυζεύξαντες ποίας ἂν τύχοιεν εἰκότως ξυγγνώμης, μάλιστα τοῦ θείου φωτὸς ἅπασαν ἤπειρον καὶ νῆσον τῆς ἀκτῖνος πληρώσαντος καὶ αὐτὰ κατειληφότος τῆς [2.4] οἰκουμένης τὰ τέρματα;
 [00755]  φεύξεται δὲ καὶ τῶν Στωϊκῶν τὴν ἀπρεπῆ περὶ τοῦ θείου δόξαν·
 [00794]  Ἐπειδὴ γὰρ ἡ μετρία τοῦ ἡλίου θερμότης καὶ σώμασιν ἐπιτηδεία καὶ σπέρμασι καὶ φυτοῖς τὰ μὲν γὰρ αὔξει καὶ τρέφει, τοὺς δὲ καρποὺς πεπαίνει καὶ ὡρίμους ποιεῖ , σφοδροτέραν ἔστιν ὅτε παρασκευάζει προσβάλλειν τὴν ἀκτῖνα, ὡς ἀνιᾶσαι μὲν τῶν ἀνθρώπων τὰ σώματα καὶ τῶν ἄλλων γε ζῴων, διαφθεῖραι δὲ τῶν σπερμάτων καὶ τῶν φυτῶν τὰς ὠδῖνας, ἵνα μὴ ζωῆς τοῦτον ὑπολάβωμεν αἴτιον, ἀλλ' ὑπουργὸν εἶναι πιστεύω [3.14] μεν τοῦ θείου θελήματος.
 [01101]  Εἰ δὲ καὶ αὐτοῖς γε τοῖς θείοις λογίοις ἐντύχοιτε καὶ τὸν ἐκείνων σκοπὸν ἀκριβῶς καταμάθοιτε, σαφέστερον εἴσεσθε, πόσῳ τὰ θεό πνευστα λόγια τῶν ἀνθρωπίνων διενήνοχε λογισμῶν, καὶ ὁποῖα μὲν τὰ τοῦ θείου Πνεύματος δόγματα, ὁποῖα δὲ τὰ τῶν πονηρῶν δαιμόνων παιδεύματα.
 [01845]  τῷ δὲ ἀεὶ ξυνέπεται ∆ίκη, τῶν ἀπολειπομένων τοῦ θείου νόμου τιμωρός, ἧς ὁ μὲν εὐδαιμο νήσειν μέλλων ἐχόμενος ξυνέπεται ταπεινὸς καὶ κεκοσμημένος·
 [02353]  Καὶ γὰρ ὁ Πύθιος μάντις Κλεομήδη τὸν Ἀστυπαλαιέα τὸν πύκτην θείου γέρως ἀπολαύειν ἐκέλευσε καὶ τόνδε ἀνεῖλε τὸν χρησμὸν ἡ Πυθία·
 [02823]  [10.5] φέροντες, τοῦ θείου φωτὸς οὐκ ἐνεγκόντες τὴν αἴγλην.
 [03661]  Χρὴ δὲ οὐ μόνον εἰδέναι, [12.6] τί προσήκει περὶ τοῦ θείου δοξάζειν, ἀλλὰ καὶ κατὰ τοὺς ἐκείνου πολιτεύεσθαι νόμους.
000-00-00 Serial Number=0907515883
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00035]  Ὄψεται γὰρ ταύτην μὲν τοῖς τοῦ θείου Πνεύματος ἑπομένην λογίοις, ἐκεῖνα δὲ παμπονήρου διανοίας εὑρέματα.
 [00439]  Οὗτοι καὶ τοῦ θείου Παύλου τὰς Ἐπιστολὰς, καὶ τῶν Πράξεων τὴν ἱστορίαν ἐκβάλλουσι.
 [00982]  Καὶ τὴν μὲν ἐπὶ τοῦ θείου βαπτίσματος γινομένην ἐπίκλησιν ἐναλλάξαι διὰ τὸ τῆς παραβάσεως προφανὲς οὐκ ἐθάῤῥησεν·
 [01227]  Ἀλλ' ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας.
 [01497]  Τοῦτο γὰρ τοῦ θείου Παύλου καὶ λέγοντος καὶ γράφοντος ἤκουε.
 [01597]  οὐδεὶς γὰρ τῶν θεοφόρων γέννησιν προσηγό ρευσε τὴν τοῦ θείου Πνεύματος ὕπαρξιν.
 [01720]  Ἀκούσωμεν δὲ καὶ τοῦ θείου Παύ λου βοῶντος, ὅτι Ἐν αὐτῷ ἐκτίσθη τὰ πάντα, εἴτε ὁρατὰ, εἴτε ἀόρατα.
 [01739]  Ἔδει δὲ αὐτοὺς τὴν γοῦν τῶν φιλοσόφων τούτων κρατῦναι δόξαν, ἐπειδὴ τὰς ἀκοὰς ἔβυσαν, καὶ τῶν τοῦ θείου Πνεύματος ἐπακοῦσαι λογίων οὐκ ἠβουλήθησαν, καὶ τὴν μὲν ὕλην εἰσαγαγεῖν, μὴ πονηρὰν δὲ καλέσαι.
 [02205]  Ἀκουσάτω δὲ καὶ τοῦ θείου Παύλου βοῶντος·
 [02569]  Ἄλυπος δὲ βίος καὶ θυμήρης τοῖς ἀξίοις δοθήσεται, καὶ φωτὸς ἀπολαύσουσι νοεροῦ τε καὶ θείου, μᾶλλον δὲ αὐτοὶ φωτοειδεῖς γενήσονται.
 [02628]  Καὶ τὰ Θεσσαλονι κεῦσι δὲ ὑπὸ τοῦ θείου Παύλου γραφέντα μετὰ τῶν ἄλλων ἐπιστολῶν ἑρμηνεύσαντες, μακροτέροις ἢ κατὰ τὸ εἰωθὸς ἐχρησάμεθα λόγοις τὸ περὶ τοῦ Ἀν τιχρίστου χωρίον διερευνώμενοι.
 [02860]  Οὐ τοῖς λογι σμοῖς ἀνθρωπίνοις κεχρημένος νομοθετῶ, ἀλλ' ὄρ γανον τοῦ θείου γιγνόμενος Πνεύματος.
 [02945]  Ἡ δὲ τοῦ θείου Ἱερεμίου προφητεία ταυτησὶ τῆς διδασκαλίας ἀνάπλεως.
 [02968]  Οὗτος γὰρ χρι σθεὶς, καὶ πρῶτος ἀρχιερεὺς χειροτονηθεὶς, καὶ τοῦ θείου Πνεύματος τὴν χάριν δεξάμενος, εἶξε μὲν ταῖς δυσσεβέσιν αἰτήσεσι τοῦ παρανόμου λαοῦ, κατ εσκεύασε δὲ τὴν εἰκόνα τοῦ μόσχου, καὶ θυσίας μετὰ τῶν ἄλλων προσενήνοχε Λευϊτῶν·
 [02970]  Καὶ ὁ μέγας δὲ ∆αβὶδ, προφήτης ὢν καὶ τοῦ θείου Πνεύματος τὴν χάριν ἔνοικον κεκτημένος, δύο χαλεπὰς παρανομίας εἰργάσατο, ἀλλὰ τὰ τραύ ματα διὰ μετανοίας ἰάσατο, καὶ οὐκ ἐγυμνώθη τῆς τοῦ Πνεύματος χάριτος, ἀλλὰ καὶ μετὰ τὴν ἁμαρτίαν πολλὰ τῶν ἐσομένων ἐθέσπισε.
 [03051]  ταῦτα δὲ τοῦ θείου Πνεύματος δόγματα·
000-00-00 Serial Number=0195280135
Historia ecclesiastica Ante [Go Back]  
 [00037]  Ἄλλη τοῦ αὐτοῦ ἐπιστολὴ πρὸς Μακάριον τὸν ἐπίσκοπον Ἱερο σολύμων περὶ τῆς οἰκοδομίας τοῦ θείου ναοῦ.
 [00039]  Περὶ Ἑλένης τῆς τοῦ βασιλέως Κωνσταντίνου μητρὸς καὶ τῆς τοῦ τιμίου ξύλου τοῦ σταυροῦ εὑρέσεως καὶ τῆς περὶ τὴν οἰκο δομίαν τοῦ θείου ναοῦ σπουδῆς.
 [00108]  ἤκουσε γὰρ τοῦ θείου νόμου βοῶντος·
 [00372]  εὐαγγελικαὶ γάρ, φησί, βίβλοι καὶ ἀποστολικαὶ καὶ τῶν παλαιῶν προφητῶν τὰ θεσπίσματα σαφῶς ἡμᾶς ἃ χρὴ περὶ τοῦ θείου φρονεῖν ἐκπαιδεύουσι.
 [00394]  οὐχ οὕτως δὲ πιστεύομεν ὡς ἀν θρώπους ἀθέους δύνασθαι κρατῆσαι πώποτε τοῦ θείου.
 [00746]  καὶ τίς σου, ἔφη, ἄμεινον καὶ τῆς ἀγνοίας τὴν ἀχλὺν ἀπο σκεδάσει τοῦ ἔθνους καὶ τοῦ θείου κηρύγματος αὐτοῖς ἀποίσει τὴν αἴγλην;
 [00915]  τὸ δὲ τῆς ἀνθρωπίνης βιότητος ἄδηλον ἐπιστάμενος, τοῦ θείου βαπτίσματος τὸ δῶρον ἐδέξατο.
 [01608]  [159] τὴν γὰρ ἱερὰν στολήν, ἣν ὁ πανεύφημος Κωνσταντῖνος ὁ βασιλεὺς τὴν Ἱεροσολύμων ἐκκλησίαν γεραίρων ἐδεδώκει Μακαρίῳ τῷ τῆς πόλεως ἐκεί νης ἀρχιερεῖ ἵνα ταύτην περιβαλλόμενος τὴν τοῦ θείου βαπτίσματος ἐπι τελῇ λειτουργίαν (ἐκ χρυσῶν δὲ αὕτη κατεσκεύαστο νημάτων), πεπρα κέναι τὸν Κύριλλον ἔφη, καὶ ταύτην τινὰ τῶν ἐπὶ τῆς θυμέλης λυ γιζομένων πριάμενον περιβαλέσθαι μέν, ὀρχούμενον δὲ πεσεῖν καὶ συντριβῆναι καὶ θανάτῳ παραδοθῆναι.
 [02167]  ὁ δὲ τὸν σῦν ἔφη τὸν ἄγριον τὸν τοῦ ἀμπελῶνος τοῦ θείου πολέμιον δίκας εἰσπεπρᾶχθαι τῶν εἰς τοῦτον ἀδικημάτων καὶ κεῖσθαι νεκρόν, τῆς ἐπιβουλῆς πε παυμένον.
 [02181]  ἀλλ' εἴτε ἄνθρωπος εἴτε ἄγγελος ὦσε τὸ ξίφος, δῆλον ὡς τοῦτο δέδρακε τοῦ θείου νεύματος γενόμενος ὑπουργός.
 [02461]  τούτοις ὁ πρεσβύτης [231] ἐκεῖνος τοῖς λόγοις καταθελχθεὶς ἐξήμεσεν ἅπαντα τὸν κεκρυμμένον ἰόν, καὶ ἔφη μηδεμίαν μὲν ἐκ τοῦ θείου βαπτίσματος ὠφέλειαν τοῖς ἀξιουμένοις ἐγγίνεσθαι, μόνην δὲ τὴν σπουδαίαν εὐχὴν τὸν δαίμονα τὸν ἔνοικον ἐξελαύνειν.
 [02533]  πάντων δὴ οὖν τὸν Ἀντίοχον ψηφισαμένων τοῦ θείου διάδοχον, καὶ παρὰ τὴν ἱερὰν τράπεζαν ἀγαγόντων τε καὶ κλῖναι βιασαμένων τὰ γόνατα, ἐπειδὴ στραφεὶς εἶδε τὸν Ἰοβῖνον τὴν δεξιὰν ἐπιτιθέντα τῇ κεφαλῇ, ἀπεσείσατό τε τὴν χεῖρα καὶ τῶν χειροτονούντων ἀποκριθῆναι προσέταξε, λέγων μὴ ἀνέξεσθαι δεξιᾶς δεξαμένης διὰ βλασφημίας τελεσθέντα μυστήρια.
 [02547]  ψυχὴ γὰρ ὑπὸ θείου ζήλου πυρπολουμένη οὐδὲν ἀνθρώπινον εἰσδέχεται δέος, ἀλλὰ τὰ τοιαῦτα δείματα γέλωτα νομίζει καὶ παιδιάν.
 [02742]  ὃς φονέων βασάνοις ἐπέκεινα κοινωνήσας, λίθοις καὶ μολιβδίσι κατ' αὐτῶν τῶν αὐχένων ἐπὶ πολὺ μαστιζόμενος ἐπέβαινε σκάφους ἐπὶ θαλάττης παραπλησίως τοῖς ἄλλοις, τοῦ θείου σταυροῦ τὸ σημεῖον ἐπὶ μετώπου χαρακτηρίσας, οὐ τημελείας οὐ θε ραπείας τυχών, τοῖς κατὰ Φέννησον παραδοθῆναι μετάλλοις·
 [03139]  ἦσαν δὲ ἄνδρες ἀξιάγαστοι καὶ ζήλου θείου καὶ σοφίας ἀνάπλεοι·
 [03328]  ἐπειδὴ δὲ ὁ Ῥουφῖνος ἠντιβόλει καὶ τὸν βασιλέα ἔλεγεν ἥξειν, ὑπὸ τοῦ θείου ζήλου [311] πυρποληθεὶς Ἀμβρόσιος ὁ θεσπέσιος·
 [03353]  Οὕτως ὁ πιστότατος βασιλεὺς εἴσω γενέσθαι θαρρήσας τοῦ θείου νεώ, οὐχ ἑστὼς τὸν δεσπότην ἱκέτευεν οὐδὲ τὰ γόνατα κλίνας, ἀλλὰ πρηνὴς ἐπὶ τοῦ δαπέδου κείμενος τὴν ∆αυϊτικὴν ἀφῆκε φωνήν·
 [03639]  Κατὰ τοῦτον δὲ τὸν χρόνον Ἀλεξανδρείας μὲν Κύριλλος ἐπίσκοπος ἦν, Θεοφίλου μὲν ἀδελφιδοῦς, τοῦ δὲ θείου τὴν προεδρίαν λαχών.
 [03728]  ὁ δὲ ζήλου θείου πλησθεὶς διέρρηξέ τε τὸν χιτωνίσκον καὶ προσέρριψεν εἰπών·
000-00-00 Serial Number=0978166580
Historia religiosa Ante [Go Back]  
 [00031]  Ἐρασταὶ γὰρ θερμοὶ τοῦ θείου κάλλους γενόμενοι, καὶ ἀσπασίως ἅπαντα καὶ δρᾶσαι καὶ παθεῖν ὑπὲρ τοῦ ἐρωμένου ἑλόμενοι, ἤνεγκαν μὲν γενναίως τὴν τῶν παθῶν ἐπανάστασιν, ἀπεκρούσαντο δὲ καρτερῶς τῶν τοῦ διαβόλου βελῶν τὰς νιφάδας, καὶ ἀπο στολικῶς εἰπεῖν, τὸ σῶμα πιέσαντες καὶ δουλαγωγήσαντες τὰς μὲν τοῦ θυμοῦ φλεγμονὰς κατεπράϋναν, τῶν ἐπιθυμιῶν δὲ τὸ λυσσῶδες ἡσυχίαν ἄγειν ἠνάγκασαν.
 [00082]  Πόθεν γὰρ ἂν ἔμαθεν ἄλλοθεν τοῦ Ἄβελ τὴν ἀρετήν, καὶ τοῦ Ἐνὼχ τὸ φιλόθεον, καὶ τοῦ Νῶε τὸ δίκαιον, καὶ τὴν εὐσεβῆ τοῦ Μελχισεδὲκ ἱερωσύνην, καὶ τοῦ Ἀβραὰμ τὴν κλῆσιν, τὴν πίστιν, τὴν καρτερίαν, τὴν ἐπιμελῆ φιλοξενίαν, τὴν πολυθρύλητον τοῦ παιδὸς ἱερουργίαν, καὶ τὸν τῶν ἄλλων κατορθωμάτων κατάλογον καί, συντόμως εἰπεῖν, τῶν θεσπεσίων ἐκείνων ἀνδρῶν τοὺς ἀγῶνας, τὰς νίκας, τὰς ἀναρρήσεις, εἰ μὴ τοῦ νοεροῦ καὶ θείου πνεύματος τὰς ἀκτῖνας ἐδέξατο;
 [00093]  [1.3] Οὕτω τὸ σῶμα κατατρύχων, τὴν πνευματικὴν τροφὴν διηνεκῶς προσέφερε τῇ ψυχῇ καί, τὸ τῆς διανοίας ὀπτικὸν ἐκκαθαίρων καὶ κάτοπτρον διαφανὲς τοῦ θείου κατασκευάζων πνεύματος, ἀνακεκαλυμμένῳ προσώπῳ, κατὰ τὸν θεῖον ἀπόστολον, τὴν δόξαν κυρίου κατοπτριζόμενος, τὴν αὐτὴν εἰκόνα μετεμορφοῦτο ἀπὸ δόξης εἰς δόξαν, καθάπερ ἀπὸ κυρίου πνεύματος.
 [00204]  Ταῦτα περὶ τοῦδε τοῦ θείου διεξελθὼν εἰς ἑτέραν διήγησιν μεταβήσομαι, τῆς τούτου μεταλαχεῖν εὐλογίας ἀντιβολῶν.
 [00335]  Καὶ ἵνα μὴ πᾶσαν ἐκείνην ἐπὶ τοῦ παρόντος διηγῶμαι τὴν τραγῳδίαν, τἄλλα νῦν καταλείψω, ἑνὸς δὲ μόνου μνησθή σομαι ὃ τὴν ἐπανθοῦσαν τῷδε τῷ Πρεσβύτῃ τοῦ θείου πνεύματος χάριν ἐναργῶς ἐπιδείξει.
 [00398]  [2.22] Ταὐτὰ δὲ πέπονθε καὶ τῷ Βαλαὰμ ὃς μετεπέμφθη μὲν καὶ αὐτὸς κατὰ τοῦ θείου λαοῦ.
 [00415]  Ἤκουσε γὰρ τοῦ θείου πνεύματος διὰ τοῦ μεγάλου ∆αβὶδ ὑποψάλλοντος ὡς ὁ μελετῶν ἐν νόμῳ κυρίου ἡμέρας καὶ νυκτὸς ἔσται ὡς τὸ ξύλον τὸ πεφυτευμένον παρὰ τὰς διεξόδους τῶν ὑδάτων, ὃ τὸν καρπὸν αὐτοῦ δώσει ἐν καιρῷ αὐτοῦ, καὶ τὸ φύλλον αὐτοῦ οὐκ ἀπορρυήσεται.
 [00447]  καὶ γὰρ βιβλίον κατέχων ἐτύγχανε καὶ τὸν ἄσυλον θησαυρὸν ἐπεζήτει τοῦ θείου θελήματος.
 [00448]  Τοῦτο δὲ θεασάμενος Εὐσέβιος ὁ θαυμάσιος δέους τε ἐνεπίμπλατο καὶ φρίκης μεστὸς ἐγίνετο καὶ τὴν κατακεχυμένην τοῦ θείου θεράποντος ἐδιδάσκετο χάριν καὶ τοῦ θεοῦ τὴν περὶ τοὺς δούλους ἐμάνθανεν εὔνοιαν.
 [00462]  Ψευσθεὶς δὲ τῆς ἐλπίδος καὶ τῆς θέας διαμαρτὼν τοῦ θείου θεράποντος, ἱκετεύει τινὰ πρεσ βύτην ὃς κατ' ἐκεῖνο καιροῦ τὴν τοῦ θείου ἀνδρὸς διακονίαν ἐγκεχείριστο μικρὸν ληκύθιον ἐλαίου πλῆρες ὑποδέξασθαί τε καὶ παρ' αὐτὴν θεῖναι τοῦ οἰκιδίου τὴν θύραν.
 [00602]  Οὗτος ὁ Μαριανὸς, τοῦ θείου γευσάμενος ἔρωτος, οὐκ ἠθέλησε μόνος τοῖς ἀγαθοῖς ἐντρυφᾶν, ἀλλὰ πολλοὺς μὲν καὶ ἄλλους συνεραστὰς ἐποιή σατο, ἐθήρευσε δὲ καὶ τὸν μέγαν Εὐσέβιον καὶ τὸν τούτου ἀδελφὸν καὶ κατὰ τὸν βίον ὄντα γε ἀδελφόν.
 [00608]  [4.4] ∆ιέμεινε δὲ ὁ μέγας Εὐσέβιος παρὰ πάντα τοῦ θείου τὸν βίον οὔτε πρός τινα διαλεγόμενος οὔτε τὸ φῶς θεώμενος, ἀλλὰ διηνεκῶς καθειργμένος.
 [00664]  ∆ιαδέχεται τοίνυν τὴν ἡγεμονίαν ἐκείνην Ἀγρίππας, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις κομῶν ἀγαθοῖς, διαφερόντως δὲ τῇ τῆς ψυχῆς καθαρότητι δι' ἣν καὶ τοῦ θείου κάλλους διηνεκῶς τὴν φαντασίαν δεχόμενος καὶ τῷ τοῦ ἔρωτος ἐκείνου πυρσῷ πυρπολούμενος δάκρυσι κατέβρεχε διηνεκέσι τὰς παρειάς.
 [00677]  Τοιούτων δὲ μεταξὺ γινομένων λόγων Ὀλύμπιός τις τὸ μὲν γένος Ῥωμαῖος, τὸν δὲ τρόπον καὶ αὐτὸς ἀξιάγαστος, ἱερωσύνῃ τετιμημένος καὶ τῆς ἡγεμονίας ἐκείνης τὰ δεύτερα διέπων, ἧκε παρ' ἡμᾶς τοῦ θείου ∆αυΐδου καταβοῶν καὶ λώβην κοινὴν τὴν ἐπιείκειαν ὀνομάζων ἐκείνην καὶ λυμαίνεσθαι πᾶσιν τὴν πρᾳότητα λέγων καὶ ἄνοιαν ἀλλ' οὐκ ἐπιείκειαν τὴν ἄκραν ἐκείνην φιλοσοφίαν καλῶν.
 [00770]  ἐν ἠπείρῳ δὲ μέσῃ τοῖς ναυτιλλομένοις παραπλησίως κλυδωνιζόμενοι, καταλαμβάνουσιν οἷόν τινα λιμένα τοῦ θείου Συμεώνου τὸ σπήλαιον καὶ θεωροῦσιν ἄνθρωπον αὐχμῶντα καὶ ῥυπῶντα καὶ βραχύ τι ῥάκος σισύρας ἐπὶ τῶν ὤμων φέροντα.
 [00789]  Ἦν τοίνυν ἰδεῖν τὸν μὲν θέοντα καὶ τῷ ἀδικηθέντι τοὺς κλαπέντας ἀστάχυας προσφέροντα, τὴν δὲ πυρὰν ἄνευ ὕδατος σβεννυ μένην τῇ τοῦ θείου πρεσβύτου προσευχῇ καὶ πρεσβείᾳ.
 [00869]  τῇ δὲ μιξοβαρβάρῳ κεχρημένος γλώττῃ τὰς τῆς διανοίας ὠδῖνας προέφερεν, ἐκ τῆς τοῦ θείου πνεύματος χάριτος τὰ τοιαῦτα δεχόμενος νάματα.
 [01058]  Προσευξάμενος δὲ ὁ θεῖος ἀνὴρ ἐκέλευσε τῷ δαίμονι τῆς κατὰ τοῦ θείου ποιήματος ἐξουσίας τὴν αἰτίαν εἰπεῖν.
 [01069]  Ὁ δὲ πάλιν ἐπυνθάνετο πόθεν τε εἴη καὶ παρὰ τίνος λάβοι τὴν κατὰ τοῦ θείου ποιήματος ἐξουσίαν.
 [01190]  καὶ τοσαύτην παρὰ τοῦ θείου πνεύματος δεξάμενος δύναμιν, πτωχὸν ἑαυτὸν καὶ προσαίτην ὠνόμαζεν.
 [01304]  [13.8] Ἐγὼ δὲ νομίζω πάντας ἂν ὁμολογῆσαι τῆς τοῦ θείου πνεύματος εἶναι ταῦτα τὰ ῥήματα χάριτος.
 [01624]  [20.4] Ποθήσας δὲ διὰ χρόνου μακροῦ τὴν πνευματικὴν καὶ μυστικὴν θυσίαν προσφερομένην ἰδεῖν, ᾔτησεν ἐκεῖ γενέσθαι τὴν τοῦ θείου δώρου προσκομιδήν.
 [01842]  Σχολῆς γὰρ πλείονος ἀπολαύων ἔργον σχήσω διηνεκὲς τοῦ θείου κάλλους τὴν φαντασίαν3.
 [01922]  Ἐπειδὴ δὲ ἀποχρώντως τῆς τοῦ θείου πρεσβύτου διδασκαλίας μετέ λαχε καὶ ἐκμαγεῖον ἑαυτὸν τῆς ἐκείνου γε ἀπέφηνεν ἀρετῆς, παρὰ τὸν μέγαν ἀφίκετο Μάρωνα οὗ καὶ πρόσθεν ἐμνήσθημεν.
 [01985]  Ἐγὼ δὲ ἐκεῖνον μὴ θεασάμενος πώποτε πρὸ γὰρ τῆς ἐμῆς ἀφίξεως τοῦ βίου κατειλήφει τὸ τέρμα , ἐν Πολυχρονίῳ τούτῳ τῷ πάνυ τὴν τοῦ θείου Ζεβινᾶ φιλοσοφίαν ὁρῶ.
 [01993]  Ἐπειδὴ δὲ ἄνδρας ἀρετῇ λάμποντας ᾔτησε καθ' ἑαυτοὺς ἐν ἑτέρῳ ἰδιάζοντας φροντιστηρίῳ, ἔπεισα καὶ τοὺς θαυμασίους ἐκείνους πάντων προελέσθαι τοῦ θείου ἀνθρώπου τὴν θεραπείαν.
 [02073]  [26.3] ∆εξάμενος τοίνυν τοῦ θείου λόγου τὰ σπέρματα καὶ ταῖς βαθείαις τῆς ψυχῆς αὔλαξι ταῦτα καλῶς κατακρύψας εἰς τὸν πελάζοντα τῶν ἁγίων μαρτύρων ἔφη δεδραμηκέναι σηκόν.
 [02162]  Καὶ ἔστιν ἰδεῖν καὶ Ἴβηρας, ὡς ἔφην, καὶ Ἀρμενίους καὶ Πέρσας ἀφικνουμένους καὶ τοῦ θείου βαπτίσματος ἀπολαύοντας.
 [02175]  Ἐγὼ δὲ πολλοῖς χρησάμενος λόγοις ἡσυχίαν ἔχειν παρῄνουν, ὡς ἀποχρῶντος τοῦ θείου ἀνδρὸς καὶ τούτῳ κἀκείνῳ μεταδοῦναι τῆς εὐλογίας.
 [02251]  καὶ δὶς ἑκάστης ἡμέρας τὰς παραι νέσεις ποιούμενος ἐπικλύζει τῶν ἀκουόντων τὰς ἀκοὰς ἐπιχαρίτως μάλα διαλεγόμενος, καὶ τὰ τοῦ θείου πνεύματος προσφέρων παιδεύματα καὶ ἀνανεύειν εἰς οὐρανὸν καὶ πέτεσθαι παρεγγυῶν καὶ τῆς γῆς ἀπαλλάττεσθαι καὶ τὴν προσδοκωμένην φαντάζεσθαι βασιλείαν καὶ τῆς γεέννης δεδιέναι τὴν ἀπειλὴν καὶ καταφρονεῖν τῶν γηΐνων καὶ προσμένειν τὰ μέλλοντα.
 [02328]  Ἐντεῦθεν ἀσεβείᾳ πάλαι κατεχόμενον ἅπαν ἐκεῖνο τὸ ἔθνος τὴν μὲν πατρῴαν ἐξαπάτην ἠρνήθη, τοῦ θείου δὲ φωτὸς τὴν αἴγλην ἐδέξατο.
 [02358]  Τρὶς δὲ καὶ τοῦ θείου ∆ανιὴλ τὴν ἀπαστίαν ἐζήλωσαν, τρεῖς ἑβδομάδας ἡμερῶν ἐξανύουσαι καὶ τότε τροφὴν χορηγοῦσαι τῷ σώματι.
 [02655]  Ἐρασθέντες γὰρ τοῦ θείου κάλλους, καὶ τὸ περὶ ἡμᾶς τοῦ θεοῦ λογισάμενοι φίλτρον, καὶ τὰς μυρίας ἐνθυμηθέντες εὐεργεσίας, αἰσχρὸν ἡγήσαντο μήτε τὸ κάλλος ἐκεῖνο ποθῆσαι τὸ ἄφραστον, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενέσθαι.
 [02706]  [31.21] Ταῦτα καὶ ὅσα τοιαῦτα παρὰ τοῖς ὑπηρέταις τοῦ θείου λόγου γεγενημένοις εὑρίσκοντες, δέχονται πανταχόθεν τῆς θείας ἀγάπης τὰ κέντρα, καὶ πάντων ὑπερφρονοῦντες φαντάζονται τὸν ἐρώμενον, καὶ πρὸ τῆς ἐλπιζομένης ἀφθαρσίας τὸ σῶμα πνευματικὸν ἀπετέλεσαν.
000-00-00 Serial Number=0378469646
Interpretatio in Danielem Ante [Go Back]  
 [00024]  ἅπαντας γὰρ ἴσμεν τοῦ θείου Πνεύματος ὄργανα·
 [00060]  Καὶ γὰρ τῷ ὄντι τοῦ θείου Πνεύματος ἔργον ἦν, καὶ τὸ ἐν ύπνιον εἰπεῖν, ὃ ἕτερος θεασάμενος ἐπελήσθη, καὶ τούτου δηλῶσαι τὴν ἑρμηνείαν ἀκριβῶς τε καὶ ἀλη θῶς.
 [00114]  οὗτος δὲ τοῦ θείου Πνεύ ματος ἠξιωμένος, καὶ ἔγνω σαφῶς, καὶ τοὺς ἄλλους διδάσκει, ὅτι τοῦ Θεοῦ τῶν ὅλων συγχωρήσαντος, διά τε τὴν τοῦ λαοῦ καὶ τοῦ βασιλέως παρανομίαν, καὶ τὴν πολλὴν ἀσέβειαν, καὶ ἡ πόλις ἑάλω, καὶ τῶν ἱερῶν σκευῶν ἔνια ὑπὸ τὴν τῶν πολεμίων ἐξουσίαν ἐγένετο.
 [00129]  καὶ πέπεισται μὲν ὅτι μάτην οὐδὲν ὑπὸ τῆς θείας προμηθείας οἰκονομεῖται, φωτιζόμενος δὲ ὑπὸ τοῦ θείου Πνεύματος, καὶ τὰς αἰτίας μανθάνει·
 [00385]  Ἄξιον δὲ ἐπισημή νασθαι τοῦ θείου τούτου ἀνδρὸς καὶ τὸ μέτριον φρό νημα·
 [00920]  Ἄληστον ἔχουσι τοῦ θείου νεὼ τὴν μνήμην, καὶ ἀκριβεῖς ὄντες τοῦ νόμου φύλακες, ἐννόμως προσεύχονται·
 [01214]  διὸ καὶ τὰ ἔθνη καταλέγει τῶν σοφῶν Βαβυλῶ νος, ἵνα δείξῃ τοὺς μὲν οὐδὲν ὅλως ἐπισταμένους, τὸν δὲ ὑπὸ τοῦ θείου Πνεύματος φωτιζόμενον.
 [01549]  διὸ καὶ τὰ πάλαι γεγενημένα ὡς ἀγνοοῦντα διδάσκει, καὶ τὸν μακάριον ∆ανιὴλ δῆλον αὐτῷ ποιεῖ, καὶ θείου Πνεύματος ἀνάπλεων εἶναι ὁμολογεῖ, καὶ αὐ τοῖς τοῖς τοῦ Ναβουχοδονόσορ κέχρηται λόγοις.
 [01559]  Οὗτος γὰρ θείου Πνεύματος δοχεῖον γενόμενος, σοφῶς μὲν ἅπαντα βουλεύεται, συνετῶς δὲ ἅπαντα φθέγγεται τὰ δὲ τῶν ἐνυπνίων αἰνίγματα δῆλα ποιεῖ, καὶ τὰ ἀσαφίᾳ τινὶ κεκρυμμένα τῆς ἀσαφίας ἐλευθεροῖ, καὶ οἷον ὑποδέσμους τινὰς ὄντα καὶ σήμαντρα, καὶ ὡς ἐν ταμιείοις φρουρούμενα τῶν δεσμῶν ἀπαλλάττων, διαλύει τε καὶ ἀνοίγνυσι, καὶ εἴσω τούτων τοὺς βου λομένους ποιεῖ·
 [02531]  Ἐπειδὴ γὰρ τρὶς ὁ λαὸς αἰχμάλωτος γέγονε, πρῶτον μὲν ἐπὶ Ἰωακεὶμ, τοῦ υἱοῦ Ἰωσίου βασιλέως Ἰούδα, τὸ δὲδεύτερον ἐπὶ Ἰεχονίου, τοῦ υἱοῦ Ἰωακεὶμ, τὸ δὲ τρίτον ἐπὶ Σεδεκίου, τοῦ ἀδελφοῦ μὲν τοῦ Ἰωακεὶμ, θείου δὲ τοῦ Ἰεχονίου, ἀναγκαίως τρὶς καὶ τῆς ἐπαν όδου τυγχάνουσι.
 [02931]  Τῇ γὰρ τεσσαρεσκαιδεκάτῃ τοῦ πρώτου μηνὸς πρὸς ἑσπέραν τοῦ θείου νόμου προστάττοντος ἐπιτελεῖν τὸ Πάσχα, ὁ μακάριος ∆ανιὴλ μέχρι τῆς τετάρτης εἰκάδος ἄσιτος διετέλει.
 [03304]  Ἐξαπατή σας γὰρ τοὺς τὰ Ἱεροσόλυμα οἰκοῦντας, ὡς μετ' εἰρή νης εἰσιέναι μέλλων, πρῶτον μὲν ἐπιβῆναι τῶν ἀδύτων ἐτόλμησε τοῦ θείου νεὼ, ἔπειτα ἅπαντα τὸν ἐπικεί μενον κόσμον ἀφελὼν, καὶ τὰ ἀφιερωμένα τῇ θείᾳ λειτουργίᾳ σκεύη, οὕτως ἐξελήλυθεν.
 [03385]  Οἱ γὰρ εἰς δέον τῇ παρὰ τοῦ Θεοῦ χορηγη θείσῃ γνώσει χρώμενοι, σφόδρα τῶν ἐκείνου κατα [81.1524] φρονήσουσι νόμων, καὶ τὴν ὑπὲρ τοῦ θείου νόμου τε λευτὴν τῆς μετ' ἀσεβείας ζωῆς προτιμήσουσι.
 [03596]  Ταύτας ἡ τοῦ θείου Πνεύμα τος χάρις μετὰ τὴν τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν ἀφελοῦσα τὰς σφραγίδας, σαφῆ τὰ ἀσαφῆ πεποίηκε τοῖς πιστεύουσι.
000-00-00 Serial Number=0868173242
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00036]  Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τρο φίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος·
 [00084]  Προλέγει δὲ καὶ τὴν τῆς αἰχμαλωσίας τῶν Ἰουδαίων ἀπαλλαγὴν, καὶ τοῦ θείου νεὼ τὴν οἰκοδομίαν, καὶ ἄλλα μυρία, ἃ τῇ κατὰ μέρος ἑρμηνείᾳ φυλάξομεν, ἵνα μὴ τὴν ὑπόθεσιν εἰς μῆκος ἐκτείνωμεν.
 [00106]  ἡ δὲ ἔνθους γενομένη, καὶ τοῦ θείου Πνεύματος πλήρης, εἶπε πρὸς αὐτόν·
 [00157]  Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν οὕτως ἐκάλεσε.
 [00160]  Τοῦ δὲ θείου Πνεύματος ἦν ἐνέργεια, ὡς αὐτὸς ὁ Παῦλός φησιν, ἐν δυνάμει σημείων καὶ τεράτων, ἐν δυνάμει Πνεύματος Θεοῦ.
 [00308]  Εἰ γὰρ τοῦ ἡλίου τὸν δίσκον τις ἀκριβῶς ἰδεῖν ἐθελήσας, ἐρείσειεν ἐκεῖ τὸ ὄμμα πλέον ἢ δεῖ, καὶ τὴν μετρίαν ἀπόλλυσι θεωρίαν, καὶ δρέ πεται σκότος ἀπὸ φωτὸς, τί οὐκ ἄν τις πάθοι τοῦ θείου, καὶ ἀπροσίτου κατατολμήσας φωτός;
 [00528]  Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα.
 [01015]  Τὴν τοῦ θείου Πνεύματος ἐνέργειαν χεῖρα Κυρίου προσαγορεύει.
 [01092]  Αἰ λὰμ δὲ τὸ προπύλαιον ἐκάλεσε τοῦ θείου νεώ·
 [01452]  Πρὸς δὲ τούτοις, ἐπειδὴ τοῖς τοῦ θείου Ἱερεμίου οἱ τὴν Ἱερουσαλὴμ οἰκοῦντες ἀντέλεγον λόγοις, καὶ τοῖς τοῦ θεσπεσίου Ἰεζεκιὴλ ὁμοίως οἱ ἐν τῇ Χαλδαίᾳ διάγοντες, ἀναγκαίως τὰ δι' ἀλλήλων βεβαιοῦσι σύμ φωνα προφητεύοντες, καὶ διὰ τῆς συμφωνίας θείους ἀποφαίνουσι τοὺς λόγους.
 [01489]  Θρῆνος, φησὶ, καταλήψεται τοὺς ὑπὸ θείου μὲν Πνεύματος οὐκ ἐνεργουμένους, οἰκείᾳ δὲ ὁρμῇ πειθομένους.
 [02026]  Εἰ γὰρ καὶ ἐξήμαρτε, καὶ μυρία παράνομα ἡ Σαμά ρεια τετόλμηκεν, ἀλλὰ πόῤῥω ἦν τοῦ θείου νεὼ, καὶ εἶχε σμικρὰν γοῦν τινα συγγνώμην, ὑφ' ἕτε ρον μὲν τελοῦσα βασιλέα, ἐπιτελεῖν δὲ ἐν τῷ θείῳ νεῷ τὰ νόμιμα μὴ δυναμένη.
 [02255]  Οὗ χάριν οὐδὲ ἡ οἰκοδομὴ τοῦ θείου νεὼ σύντομον ἐδέξατο πέρας.
 [02518]  Μετὰ τὸν ἐμπρη σμὸν τῆς πόλεως καὶ τοῦ θείου νεὼ, τῶν ἐν τέλει πάντων τῶν μὲν ἀναιρεθέντων, τῶν δὲ δορυαλώτων ἀπαχθέντων, τοῖς ὑπολειφθεῖσιν ἐκεῖ πένησιν ἐπέστη [81.985] σεν ἄρχοντα τὸν Γοδολίαν ὁ Ναβουζαρδάν·
 [04123]  χρίσιν δὲ ἐνταῦθα τὸν ἁγιασμὸν κα λεῖ, τὸν ὑπὸ τοῦ θείου Πνεύματος ταῖς ἀσωμάτοις καὶ ἁγίαις δυνάμεσι χορηγούμενον.
 [04132]  Περὶ δὲ τῶν ἄνω δυνάμεων ἀκούωμεν τοῦ θείου ∆αβὶδ λέγοντος·
 [05499]  ἀλλὰ τυγχάνει πάλιν καὶ ζωῆς καὶ αἰσθήσεως διὰ τοῦ θείου βουλήματος.
 [05620]  Ἐδίδαξεν ἡμᾶς διὰ τῶν εἰρημένων τῆς θείας ἐνεργείας τὸ δυνατὸν, καὶ ὅτι τῶν τοιούτων οὐδὲν δίχα τοῦ θείου βουλήματος γίνε ται, ἀλλ' ἢ οἰκονομοῦντος ἐπ' ἀγαθῷ, ἢ συγχωροῦν τος γίνεσθαι τὰ λυπηρὰ, διὰ τὰς προγεγενημένας [81.1201] ἁμαρτίας.
 [05643]  Φασὶ δὲ τοῦ Ζοροβάβελ στρατηγοῦντος ταῦτα τὰ ἔθνη ἀναιρεθῆναι, καὶ ἀπὸ τῶν σκύλων τοῦ θείου νεὼ τὴν οἰκοδομίαν γενέσθαι.
 [05879]  καὶ οὐ λό γοις κέχρηται μόνοις, ἀλλὰ καὶ θεωρίαν τοιαύτην ὑποδείκνυσι τῷ προφήτῃ, τῇ τοῦ θείου Πνεύματος ἐνεργείᾳ τῆς διανοίας αὐτοῦ φωτίσας τὸ ὀπτικόν.
 [05916]  θείου νεὼ μέχρι τῆς πύλης ἑκατὸν ἐσχηκέναι πήχεις, καὶ τὸ εὖρος δὲ ὡσαύτως τοσούτους·
 [05934]  καὶ ἑτέρας δὲ, φησὶ, δύο ἐξ έδρας ἐθεασάμην ἑκατέρωθεν τοῦ θείου νεὼ, τὴν μὲν εἰς ἄρκτον ἀποβλέπουσαν, τὴν δὲ πρὸς νότον·
 [05936]  Λέγει δὲ, μεταξὺ τοῦ θείου νεὼ καὶ τῆς καλουμένης ἐξέδρας, πέντε διορίζειν πήχεις·
 [06332]  Ἀλλ' οὔτε τοῦ θείου Ἀποστόλου ἀκούει λέγοντος·
000-00-00 Serial Number=0514724076
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00003]  Ἐγὼ μὲν ᾤμην τὴν Ἱερεμίου τοῦ θείου προφη τείαν ἑρμηνείας μὴ δεῖσθαι.
 [00019]  Προαγορεύει δὲ καὶ τὴν ὑπὸ Βαβυλωνίων γεγενημένην πολιορκίαν, καὶ τὸν ἐπισκήψαντα λιμὸν, καὶ τῆς Ἱερουσαλὴμ τὴν ἀνάστασιν, καὶ τὸν ἐμπρησμὸν τοῦ θείου νεὼ, καὶ τοῦ λαοῦ τὸν ἀνδραποδισμόν.
 [00746]  οὐ γὰρ τοῦ θείου μετέλαχον Πνεύματος.
 [00950]  Μετὰ ταῦτα διδάσκει ὁ προφήτης ὡς ἐκελεύθη στῆναι μὲν ἐν ταῖς πύλαις τοῦ θείου νεὼ, πᾶσι δὲ τοῖς εἰσιοῦσι τὸν προφητικὸν λόγον προσενεγκεῖν·
 [00958]  Ἐξαπατῶντες γὰρ αὐτοὺς ἔλεγον, Πῶς δυνατόν τινα τοῦ θείου μὲν νεὼ περιγενέσθαι;
 [02191]  καὶ τὸν περὶ τούτου λόγον ἐν τῇ τοῦ θείου Ἡσαΐου ἑρμη νείᾳ διὰ πλειόνων τεθείκαμεν.
 [02383]  Ἔδειξε διὰ τῶν παραβολῶν τοῦ θείου λόγου τὴν δύναμιν.
 [02411]  καὶ ὁρᾷ κατά τινα ἀποκάλυψιν δύο καλάθους σύκων κειμένους πρὸ τοῦ θείου νεώ.
 [02546]  τῶν δέ γε ἱερέων σὺν τοῖς ψευδοπροφήταις βλασφημίας τὸν προφήτην γραψαμένων, ὡς κατὰ τῆς πόλεως καὶ τοῦ θείου νεὼ τὴν πρόῤῥησιν ποιησάμενον, εἶπεν ὁ προφήτης, παρὰ τοῦ Θεοῦ τῶν ὅλων ἀπεστάλθαι, καὶ θείους εἶναι χρησμοὺς τοὺς παρ' αὐτοῦ προ φερομένους λόγους·
 [03005]  εἰρη κὼς δὲ ἄνω τὸν κύκλον τῆς πόλεως, ἐν τούτοις ἔδειξε τοῦ θείου νεὼ τὸν περίβολον, Καὶ οὐκέτι οὐ μὴ ἐκτίλῃ, καὶ οὐ μὴ καθαιρεθῇ ἕως τοῦ αἰῶνος.
 [04454]  Ἀφικόμενος τοίνυν εἰς τὴν Βαβυλῶνα, τοῦ θείου Ἱερεμίου τὴν προφητείαν ὑπανέγνω πᾶσι τοῖς αἰχμαλώτοις, καὶ μέντοι καὶ τῷ Ἰεχονίᾳ, ὃς ὀλίγον βασιλεύσας χρόνον ἐγένετο δορυάλωτος·
 [05210]  Τοῦτο καὶ διὰ τοῦ θείου Ἡσαΐου προείρηκεν ὁ ∆εσπότης·
000-00-00 Serial Number=0665586710
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00042]  Ποίαν γάρ μοι προστίθησιν ὠφέλειαν, εἴτε τούτου πάντες, εἴτ' ἐκείνων εἶέν τινες, δήλου γε ὄντος, ὡς ἐκ τῆς τοῦ θείου Πνεύματος ἐνεργείας συνεγράφησαν ἅπαντες;
 [00065]  Τὸ δὲ ἀκριβὲς τῆς ἑρμηνείας οἶδεν ὁ τοιαύτην τεθεικὼς τὴν ἐπι γραφὴν, καὶ εἴ τις κατ' ἐκεῖνον τοῦ θείου Πνεύματος τὴν αἴγλην ἐδέξατο.
 [00140]  Μιμεῖται γὰρ ὑδάτων ἄρδειαν τὰ τοῦ θείου Πνεύματος νάματα·
 [00276]  Ταύτην δὲ τὴν φωνὴν οὐκ ἄν τις, τῇ τοῦ θείου Πνεύματος διδασκαλίᾳ πειθόμε νος, τῇ θεότητι προσάψοι τοῦ ∆εσπότου Χριστοῦ.
 [00346]  τοῦ θείου Πνεύ ματος δηλονότι καὶ τηνικαῦτα ἐνηργηκότος διὰ τὴν θερμὴν ὑπ' αὐτοῦ γεγενημένην μετάνοιαν.
 [00544]  Τὸν τῆς κακίας κατάλογον εἰς μέσον παρήγαγεν, ἐναντία δεικνὺς ἅπαντα τοῦ θείου θελή ματος.
 [04395]  Τούτου χάριν τῆς ἐπι θυμίας μεταβαλὼν τὴν ἐνέργειαν, ὑπουργὸν αὐτὴν κατέστησα τοῦ θείου βουλήματος.
 [05222]  Ἐπειδὴ γὰρ διάφοροι τοῦ θείου Πνεύματος αἱ ἐνέργειαι·
000-00-00 Serial Number=0628953397
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01088]  Τοῦ γὰρ θείου νόμου διαγορεύοντος ἀγαπᾷν τὸν πλησίον ὡς ἑαυτὸν, τὸν εὐεργέτην ὡς πολέμιον ἐδίωκον.
 [01437]  Ἀλλὰ τῶν μὲν τότε γενομένων ὀλίγα λέγει, τὰ δὲ πλείονα προ λέγει, τοῦ θείου Πνεύματος τὴν αἴγλην δεξάμενος, καὶ τὴν κατὰ τοῦ Σωτῆρος [Θεοῦ] ἡμῶν τῶν Ἰου δαίων προθεασάμενος λύτταν.
 [03627]  Αἰνίττεται δὲ διὰ τούτων τὰς κατὰ τοῦ Θεοῦ βλασφημίας, τὰς κατὰ τοῦ λαοῦ λοιδορίας, τὰς κατὰ τοῦ νεὼ τοῦ θείου παροινίας.
 [03770]  Ὁ μὲν γὰρ ψαλμὸς ἐμπρησμὸν λέγει τοῦ θείου νεὼ, καὶ κατάλυσιν οἰκιῶν, καὶ πόρθησιν τῆς πόλεως παντελῆ·
 [04295]  Ἐπειδὴ γὰρ ἡ τῶν ἀσκῶν κατασκευὴ συνέχειν ἀκρι βῶς τὴν ὑγρὰν δύναται φύσιν, εἰκότως ταύτην ἐπὶ τῆς διαιρεθείσης τέθεικε τὴν εἰκόνα, δεικνὺς τοῦ θείου λόγου τὴν δύναμιν.
 [04593]  ἀλλὰ τὴν κατὰ τοῦ θείου νεὼ τολμηθεῖσαν ἀσέβειαν, ὡς τοῦ νεὼ μηδὲν εἰς τὸν θεῖον πλημμε λήσαντος νόμον.
 [05009]  Μετὰ τὴν ἀπὸ Βαβυλῶνος ἐπάνοδον τὴν νεουργίαν τοῦ θείου νεὼ, καὶ τὴν τῶν Ἰουδαίων περιφάνειαν οἱ ἀστυγείτονες θεασάμενοι, κατὰ ταυτὸν συναγείρονται, καὶ ἕτερα βάρβαρα συναθροίσαντες ἔθνη, τὸν πρὸς Ἰουδαίους ἐδέξαντο πόλεμον.
 [05013]  Ἐσχημάτισται δὲ εἰς εὐχὴν ἡ προφητεία τοῦ θείου Πνεύματος τοὺς τηνικαῦτα πολεμουμένους διδάσκοντος, πῶς δεῖ τὸν Θεὸν ἱλεώσασθαι.
 [05163]  Καὶ γὰρ ἐκεῖνοι πόῤῥω ὄντες τοῦ θείου νεὼ, μακαρίζουσι τοὺς τῆς ἐκεῖθεν ἀπολαύοντας προμηθείας·
 [05207]  Ταῦτα μέντοι καὶ τοῖς ἐν Βαβυλῶνι δορυαλώτοις λέγειν ἥρμοττεν, ἀσεβέσι μὲν ἀνθρώ ποις συμβιοτεύειν ἠναγκασμένοις, κέρδος δὲ ἐκεῖ θεν ποριζομένοις οὐδὲν, λογιζομένοις δὲ τὴν ἀπὸ τοῦ θείου νεὼ παλαιὰν ὠφέλειαν.
 [05211]  Καὶ γὰρ ἐκεί νους ἐδίδασκεν ἡ χάρις τοῦ Πνεύματος, μὴ παρα βλέπειν τοῦ θείου οἴκου τὴν ἐρημίαν, καὶ ἡμεῖς παιδευόμεθα καὶ τοὺς τῷ Θεῷ ἀφιερωμένους [80.1545] οἴκους ποθεῖν ἀεί·
000-00-00 Serial Number=0428489566
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01007]  ἐγὼ δὲ αὐτοὺς ζηλωτοὺς καὶ μακαρίους ἀποκαλῶ, παίδευσιν γυμναζομένους,] καὶ τοὺς θείου νόμου καρπουμένους τὴν ὠφέλειαν.
 [04468]  Οὐαὶ οἱ ἐπισπώμενοι τὰς ἁμαρ τίας αὑτῶν ὡς σχοινίῳ μακρῷ! Τούτων δὲ, φησὶ, τῶν σχοινίων περιταθέντων μοι, οὐκ ἀπεσεισάμην τοῦ θείου νόμου τὴν μνήμην.
 [04880]  Τοιγαροῦν τοῦ θείου προσώπου τὴν ἐπιφάνειαν νοητέον τὴν λύσιν τῶν λυπηρῶν, καὶ τὴν τῶν ἀγαθῶν χορηγίαν.
 [05443]  Ὑπέ δειξε δὲ ὁ προφητικὸς λόγος καὶ τοῦ θείου φόβου τὸν χαρακτῆρα.
000-00-00 Serial Number=0148472369
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00227]  Ἀλλὰ μετὰ [81.1565] τὴν ἐκείνου τελευτὴν, εἰς νοῦν λαβόντες, ὅσον ἡ τοῦ θείου νόμου λωβᾶται παράβασις, κλαίοντες καὶ ὀλο φυρόμενοι τὸν Θεὸν ἱλεώσαντο.
 [01339]  οὔτε γὰρ συνιέναι ταῦτα δυνατὸν τοὺς τοῦ θείου Πνεύματος τὴν αἴγλην μὴ δεξαμένους, οὔτε φυλάξαι μὴ τῆς ἄνωθεν ἀπολαύοντας βοηθείας.
 [01371]  Μία τοίνυν ἡ τοῦ θείου Πνεύματος χάρις, ἡ τοῖς ἁγίοις προφήταις ἐμπνεύσασα, ἐκ τῶν εἰρημένων δείκνυται.
 [01608]  Οὕτω τὰ κατὰ τὴν ἐπάνοδον προαγορεύσας, καὶ τὴν τῆς δουλείας ἀπαλλαγὴν, καὶ τὴν θεόσδοτον ἐλευθερίαν, καὶ τὴν εὐετηρίαν, καὶ τῶν καρπῶν τὴν ἀφθονίαν, καὶ τὴν τῆς πλάνης ἀπαλ λαγὴν, καὶ τῆς θεογνωσίας προειπὼν τὰς ἀκτῖνας, μηνύει καὶ τὰς παντοδαπὰς τοῦ θείου Πνεύματος δωρεὰς, ἃς μετὰ τὴν τοῦ Μονογενοῦς ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τὴν εἰς οὐρανοὺς ἀνάβασιν, τοῖς ἱεροῖς ἐχορήγησεν ἀπο στόλοις ὁ τῶν ὅλων Θεὸς, καὶ δι' ἐκείνων ἅπασι τοῖς κατὰ τὴν οἰκουμένην πεπιστευκόσι.
 [01627]  Οὕτως εἰρηκὼς τὰ μετὰ τὴν πρώτην τοῦ Σωτῆρος ἡμῶν ἐπιφάνειαν χορηγηθέντα ὑπὸ τοῦ θείου Πνεύματος δῶρα, προλέγει καὶ τὰ πρὸ τῆς δευτέρας ἐπιφανείας ἐσόμενα.
 [01651]  Ταῦτα ὁ ∆εσπότης διὰ τοῦ θείου Ἰωὴλ προαγορεύων, φησίν·
 [01846]  Ἐπειδὴ γὰρ Σολομὼν καὶ Χειρὰμ ὁ τῆς Τύρου βασιλεὺς, ἀδελφικὴν πρὸς ἀλλήλους διάθεσιν ἐπεδείκνυντο, καὶ ὁ μὲν εἰς τὴν οἰκοδομίαν τοῦ θείου νεὼ ξύλα κέδρινα ἐχορήγει, ὁ δὲ σῖτον ἀντεδίδου·
 [02831]  Τὰς δὲ διῃρημένας εἰς δύο βασιλείας φυλὰς, οὐ λαὸν, ἀλλὰ λαοὺς ὀνομάζει, καὶ παρεγγυᾷ προσέχειν ἅπαντας τοὺς ἐκείνην οἰκοῦντας τὴν γῆν, ὡς τοῦ ∆ε σπότου Θεοῦ μαρτυρομένου, καὶ ἀπὸ τοῦ θείου νεὼ ποιουμένου τοὺς λόγους.
 [03234]  Οὕτω τῶν ὕστερον ἐσομένων ἐνέχυρα δεδω κὼς τὰ τότε γενόμενα, ἐπ' ἐκεῖνα πάλιν μεταφέρει τὸν λόγον, καὶ διδάσκει, ὅπως τῷ ἐν Βηθλεὲμ γεν νηθέντι Κυρίῳ πεπιστευκότες, οἵ τε ἱεροὶ ἀπόστολοι καὶ οἱ μετὰ τούτων, τοῦ θείου κηρύγματος προχει ρισθέντες διάκονοι, τοῖς ἀλλογενέσιν ἔθνεσι τὴν εὐαγ γελικὴν διδασκαλίαν προσοίσουσι.
 [03351]  Καὶ διδάσκων, ὡς νῦν οὐ περὶ τοῦ νόμου λέγει τοῦ θείου, ἀλλὰ τῆς παρανόμου πολιτείας, ἐπ ήγαγε·
 [03481]  Τοῦτον τῆς Νινευῒ τὸν ὄλεθρον ὁ μακάριος Ναοὺμ ὁ προφήτης προλέγει, τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν, καὶ δι' ὧν θεσπίζει διδά σκει, ὡς οὐδὲν ἀτημέλητον, οὐδὲ ἀπρονόητον παρὰ τῷ ∆εσπότῃ Θεῷ, ψήφῳ δὲ δικαίᾳ κεχρημένος τῶν βεβιωμένων ἕκαστον ἀπαιτεῖ τὰς εὐθύνας.
 [03498]  Ληφθεῖσα γάρ μου, φη σὶν, ὑπὸ τοῦ θείου Πνεύματος ἡ διάνοια, προεῖδε τὰ τῇ Νινευῒ συμβησόμενα.
 [03613]  Ἐπειδὴ γὰρ ἀπώλεσεν Ἀδὰμ τὸ κατ' εἰκόνα, ὃ διὰ τοῦ θείου ἔλαβεν ἐμφυ σήματος, εἰκότως ταύτην ἀνακαινίσας ὁ ∆εσπότης Χριστὸς τοῖς ἱεροῖς ἀποδέδωκεν ἀποστόλοις, καὶ δι' αὐτῶν ἅπασι τοῖς πιστεύουσιν.
 [03940]  Καὶ ἐντεῦθεν δὲ σαφῶς μεμαθήκα μεν, ὡς οὐ τοῦ θείου προφήτου, ἀλλ' ἄλλων αἱ τοιαῦται προτάσεις.
 [04152]  Χριστοὺς δὲ καλεῖ τοὺς τῆς κλήσεως ἀξιωθέντας, καὶ πιστῶς δεξαμένους τὸ κήρυγμα, καὶ τῆς τοῦ θείου Πνεύματος χάριτος ἀπο λαύσαντας.
 [04623]  Εἶτα πάλιν αὐτοῖς παρακελεύεται σώφρονι χρήσασθαι λογισμῷ, καὶ πάντων προελέσθαι τοῦ θείου ναοῦ τὴν ἐπιμέλειαν, καὶ τὰς ἀμφιλαφεῖς καταλαβεῖν κορυφὰς, καὶ τὰ ἁρμόδια τῇ οἰκοδομίᾳ ξύλα τεμεῖν·
 [04859]  Εἶτα λέγει καὶ τοῦ ἐλέου τὸν τρόπον, καὶ τῆς τοῦ θείου οἴκου οἰκοδομῆς ὑπισχνεῖται τὸ τέλος, καὶ τῆς πόλεως τὴν νεουργίαν, καὶ τὴν τῶν περιβόλων ἀνάστασιν.
 [05084]  Ἐπειδὴ γὰρ καὶ αὐτὸν τὸν Ζοροβάβελ λίθον ὠνόμασεν, εἰκότως καὶ τὰ μυρία ἔθνη ἐκεῖνα ὄρος καλεῖ, καὶ τοῦ θείου ναοῦ τὴν οἰκοδομίαν κωλύσαι πειρώμενα, καὶ τοῦ λαοῦ τὸ λειπόμενον καταλῦσαι.
 [05108]  Οὕτω ταῖς παντοδαπαῖς θεωρίαις τοὺς περὶ τῆς βασιλείας καὶ τῆς ἱερωσύνης βεβαιωσάμενος λόγους, καὶ τῆς οἰκοδομίας τοῦ θείου ναοῦ προαγορεύσας τὸ τέλος, ἀπειλῇ τιμωρίας δεδίττεται τοὺς ἀκούοντας, κακίας ἀποτρέπων, καὶ προτρέπων εἰς ἀρετήν·
 [05679]  Τοιαῦτα καὶ ὁ μακάριος Ζαχαρίας τοῦ θείου Πνεύματος δεξάμενος τὴν ἐνέργειαν προθεσπίζει.
 [05756]  Καὶ τῆς θείας προμηθείας ἐξαρτήσουσι τὰς ἐλπίδας, οὗ χάριν τῶν ἁπάντων ὁ Κύριος πάσης αὐτοὺς ἀντιλήψεως ἀξιώσει, καὶ τοσ αύτην αὐτοῖς παρέξει ῥώμην, ὥστε τὸν ἀσθενέστα τον τῷ βασιλικῷ παραβάλλεσθαι οἴκῳ (τοῦτον γὰρ ἐκάλεσεν οἶκον ∆αβίδ), τὸν δὲ βασιλικὸν οἶκον τοῦ θείου οἴκου μιμεῖσθαι τὸ ἄσυλον, ὥστε πάντας εἰς αὐτὸν, ὡς εἰς τὸν θεῖον καταφεύγειν νεὼν, ἢ ὡς ἀγγέλῳ εἰς σωτηρίαν ἀπεσταλμένῳ θαῤῥεῖν·
 [05977]  ἐδήλωσε δὲ δι' ὧν προεφήτευσεν, ὡς μετὰ τὴν οἰκοδομίαν τοῦ θείου ναοῦ, καὶ τοῦ λαοῦ τὴν εἰρήνην, ταύτης ἠξιώθη τῆς χάριτος.
000-00-00 Serial Number=0070250034
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00020]  Ἀλλ' ἐπὶ τὴν λυχνίαν τοῦ θείου τῶν ἀρχιερέων βήματος, οὐ τὸν λύχνον τῆς ἀληθείας, ἀλλὰ τὸν ζόφον τίθησι τῆς ἀσεβείας.
000-00-00 Serial Number=0747238815
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00360]  Εἰ ἄνωθεν καὶ ἐξ ἀρχῆς τὰ περὶ ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, πῶς οὐ μάτην ἐν καιρῷ ἀνομβρίας εὐχόμεθα, τοῦ θείου ὅρου ἅπαντα περιέχοντος;
 [00693]  Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώ ματος·
 [02000]  τὸ δὲ ἐν μερικοῖς τόποις διὰ τὴν εὐεργεσίαν ἢ παιδείαν τῶν ἀνθρώπων ποιεῖν τῶν θαλαττῶν ἢ ποταμιαίων ὑδάτων τὴν μετάστασιν, τοῦτο οὐ δυνατὸν λογισθῆναι εἰς παράβασιν τοῦ θείου ὅρου.
 [02021]  Εἰ ἄνωθεν καὶ πρὸ αἰώνων τὰ περὶ ἡμᾶς καὶ καθ' ἡμᾶς θείῳ ὅρῳ ἔχει τὴν σύστασιν, ἐν καιρῷ ἀβροχίας ἢ πολυομβρίας ἢ ἑτέρου οἱοσδηποτοῦν συναντήματος πῶς οὐ μά την βουλευόμεθα ἢ εὐχόμεθα, ἅπαξ τοῦ θείου ὅρου περὶ πάντων * κατέχοντος;
000-00-00 Serial Number=0326807141
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00205]  καὶ ὁ πλείους πειρώμενος ἀριθμεῖν μύθοις ἕπεται, τῆς τοῦ θείου πνεύματος διδασκαλίας καταφρονῶν.
 [00433]  ΞΞΙΙΙ Εἰ ἐκ τοῦ θείου ἐμφυσήματος γέγονεν ἡ ψυχή, ἐκ τῆς οὐσίας ἄρα τοῦ Θεοῦ ἐστιν ἡ ψυχή;
 [01286]  ἀλλ' οὐ τοῦ θείου πνεύματος οὗτος ὁ λόγος, ἀλλὰ τοῦ δυσσεβοῦς βασιλέως.
 [03630]  τὸ τοίνυν πλάττειν μύθους, οὐ τοῦ θείου πνεύματος, ἀλλὰ τοῦ ἐναντίου.
000-00-00 Serial Number=0943998158
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00239]  Καὶ γὰρ Ἠλίας ὁ πάνυ, τοῦ θείου νεὼ πρὸς ἑαυτὸν ἅπαντας κατὰ τὸν νόμον καλοῦντος, ἐν τῷ Καρμήλῳ θυσιαστήριον ᾠκοδόμησε, καὶ θυσίαν προσήνεγκε.
 [00390]  Οὐ συμβολικῶς δέδωκεν, ἀλλ' ὡς πιστὸς γνῶναι ἠθέλησε τὸ βούλημα τοῦ Θεοῦ, καὶ σημεῖα ἑαυτῷ δέδωκε τοῦ θείου θελήματος·
 [00507]  Τοῦ θείου Πνεύματος ἀποστάντος, χώραν ἔλαβε τὸ παμπόνηρον πνεῦμα.
 [00514]  Τοῦ θείου Πνεύματος ὁ ∆αβὶδ τὴν χάριν ἐδέδεκτο.
 [00906]  Οὕτω καὶ διὰ [80.592] τοῦ Βαλαὰμ ηὐλόγησε τὸν λαὸν, καὶ διὰ τοῦ δυσσε βοῦς μάντεως προηγόρευσε τὰ ἐσόμενα, καὶ τὴν τῆς οἰκουμένης προεθέσπισε σωτηρίαν, οὐ τοῦ μια ροῦ πνεύματος φθεγξαμένου, ἀλλὰ τοῦ θείου καὶ παναγίου Πνεύματος ἐνεργήσαντος.
 [01220]  οὐ γὰρ ᾔδει τοῦ θείου πόθου τὰ κέντρα.
 [02534]  Τί δήποτε γὰρ αὐτὸν ὡς ἐκεῖνον οὐκ ἐκόλασεν ὁ Θεὸς, εἴπερ ἄρα καὶ ψευδοπροφήτην αὐτὸν ὄντα [80.713] ᾔδει, καὶ κακοηθείᾳ κατὰ τοῦ θείου προφήτου χρη σάμενον;
 [02686]  Καὶ ταῦτα τοῦ θείου Πνεύματος ἐνερ γοῦντος εἴρηκεν.
 [02762]  Ἀνδρὸς γὰρ ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν.
 [03364]  Τινὲς δὲ τοῦ θείου Πνεύματος δι' αὐτῶν ἐνεργοῦντος ἐφθέγγοντο, καὶ προὔλεγον τὰ ἐσόμενα·
 [03426]  Τούτους τριχῆ διελὼν, τοὺς μὲν ἐκέλευσε φυλάσσειν τοῦ βασιλέως τὸν οἶκον, τοὺς δὲ τὴν εἴσοδον τοῦ θείου ναοῦ, τοὺς δὲ τὴν πύλην τὴν ἑτέραν.
 [03532]  Καὶ τοῦ πατρὸς δὲ τελευτήσαντος, αὐτὸς τῆς βασιλείας ἐγένετο κληρονόμος, καὶ τῆς μὲν ἄλλης ἀσεβείας τὸν λαὸν ἠλευθέρωσε, καὶ τοῦ θείου νεὼ τὴν πύλην τὴν ὑψηλὴν ᾠκοδόμησε.
 [03708]  Καὶ πρῶτον μὲν τὰ θεραπείας δεόμενα τοῦ θείου νεὼ πάσης ἐπι μελείας ἠξίωσεν·
 [04151]  Μετὰ μέντοι τὴν νίκην, Ἀζαρίας υἱὸς Ὀδὴδὁ προφήτης Πνεύματος θείου πλησθεὶς ἀπαντήσας τῇ στρατιᾷ, καὶ τῆς θείας ἐπικουρίας ἐμνημόνευσε, καὶ προσμένειν τῇ εὐσεβείᾳ παρέτρεψεν·
 [04210]  Ἐπέστησε δὲ καὶ παντὶ τῷ λαῷ διδασκάλους τοῦ θείου νόμου, καὶ ἱερέας, καὶ Λευΐτας, καὶ ἄρχον τας.
 [04491]  Εἰς ἐσχάτην δὲ πονηρίαν ἐλάσας, Καὶ τὰ ἱερὰ κατέκοψε σκεύη, καὶ τοῦ θείου ναοῦ τὰς θύρας ἀπέκλεισε, καὶ ἐποίησεν ἑαυτῷ θυσιαστήρια ἐν πάσῃ γωνίᾳ ἐν Ἱερουσαλήμ.
000-00-00 Serial Number=0462237120
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00117]  κρουνοὶ γὰρ ἦσαν τῆς τοῦ θείου Πνεύματος χάριτος, ἐκ μιᾶς πηγῆς τὸ νᾶμα δεχόμενοι.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»