Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεῖα [220]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεῖα


000-00-00 Serial Number=0520597756
Commentaria in Isaiam Ante [Go Back]  
 [00556]  ληνοὺς γὰρ νῦν ἔχομεν τὰ θεῖα θυσιαστήρια, ἐν αἷς τῆς ἀληθινῆς ἀμπέλου τὸν μυστικὸν ἀποθλίβομεν οἶνον καὶ τὰ ἐπιλήνια λέγομεν ᾄσματα.
 [00973]  Εἶτα προαγορεύει κατὰ ταὐτὸν καὶ τὰ ἀνθρώπεια καὶ τὰ θεῖα·
 [01654]  ἀλλὰ κατὰ τὸ ἰδίωμα τῆς θείας γραφῆς, ὥσπερ τὸ ἀνάθημα καὶ ἐπὶ τοῦ ἄγαν ἁγίου καὶ ἀφιερωμένου τῷ θεῷ τίθησι τὰ θεῖα λόγια καὶ μέντοι καὶ ἐπὶ τοῦ ἄγαν ἐναγοῦς καὶ βεβήλου ἀνάθημα γὰρ καλοῦμεν καὶ τὰ τῷ θεῷ προσφε ρόμενα καὶ τοὺς διά τινα παρανομίαν τῆς ἐκκλησίας ἐκβαλλομένους , οὕτως ἁγίους οὐ μόνον τοὺς ἀφιερωμένους τῷ θεῷ ἀλλὰ καὶ τοὺς εἴς τινα χρείαν ἀφωρισμένους καλεῖ.
 [02001]  καὶ τούτου χάριν ὁ προφήτης, ἅτε δὴ Ἰουδαίων προφήτης, τὰς τούτων συμφορὰς προθεσπίζει, ἐνίων δὲ προλέγει καὶ τὴν ἐπὶ τὸ κρεῖττον μεταβολὴν καὶ τὴν ἐσομένην εὐσέβειαν, ὥστε καὶ ταύτῃ παραθῆξαι τοὺς ὁμοφύλους εἰς τὴν περὶ τὰ θεῖα σπουδήν.
 [02644]  οἱ γὰρ γήινοι διὰ τούτων ἀνιπτάμενοι θεωροῦσι τὰ θεῖα.
 [03088]  ποτὲ μὲν γὰρ τὰ θεῖα λόγια ὡς ἐντολὴν τοῦ θεοῦ κατεδέχοντο, ποτὲ δὲ αὐτῶν διέπτυον ὡς οὐκ ὄντων θείων.
 [04468]  ἐπειδὴ δὲ ἀνθρώπους ὄντας οὐ δυνατὸν ἄλλως ἢ ἀπὸ τῶν ἀνθρωπείων τὰ θεῖα καταμαθεῖν, διδάσκει ἡμᾶς ὁ προφητικὸς λόγος ὡς αὐτὸς μὲν ὁ τῶν ὅλων θεὸς ἀπερίληπτός τε καὶ ἀπερίγραφος, πᾶσαν δὲ τὴν κτίσιν ἐν χειρὶ περιέχει τῆς χειρὸς δηλονότι ἐνεργείας τινὸς νοουμένης , ὡς πᾶσαν μὲν τῶν ὑδάτων τὴν φύσιν μέτρον ἔχειν κοτύλης, τὰ δὲ τῶν οὐρανῶν κύτη τῇ σπιθαμῇ περιέχε σθαι, τὴν δὲ γῆν ἅπασαν μηδὲν διαφέρειν σμικροτάτης τινὸς ὕλης ὑπὸ τῶν πέντε τῆς χειρὸς συνεχομένης δακτύλων.
 [04906]  καὶ γὰρ ἐν ἑκάστῃ πόλει πρώτοις Ἰουδαίοις προσέφερον τὰ θεῖα παιδεύματα.
 [05268]  ὥσπερ γὰρ ὁ πηλὸς τὸν πηλουργὸν ἀργίας καὶ ἐργασίας εὐθύν ας οὐκ ἀπαιτεῖ, οὕτως οὐδὲ ὑμᾶς προσήκει τὰ θεῖα περιεργάζεσθαι·
 [05427]  παιδόθεν γὰρ τὰ θεῖα παιδευόμενοι πόρρω τῆς ἀληθείας ἐγένοντο.
 [05670]  Καὶ κατὰ τοὺς Ἑβδομήκοντα δὲ τὴν προφητικὴν ὁ λόγος αἰνίττεται χάριν, ἧς κἀν τῇ Βαβυλῶνι ἀπήλαυον τὰ θεῖα πίνοντες ῥεῖθρα διὰ τῶν ἁγίων προφητῶν ∆ανιὴλ καὶ Ἰεζεκιήλ, καὶ ὅτι ὡς ἐν ἐρήμῳ τῇ τῶν Βαβυ λωνί ων δυσσεβείᾳ οἷόν τινα πέτραν ἔσχον τὴν προφητείαν ὀρέγουσαν αὐτοῖς τὸ σωτήριον |161 a| πόμα.
 [06872]  Ἔδειξεν ὡς τὰ θεῖα τοῖς ἡμετέροις ἔργοις ἀκολουθεῖ.
000-00-00 Serial Number=0084489107
De incarnatione domini Ante [Go Back]  
 [00399]  Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι [75.1456] δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δε κτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος.
000-00-00 Serial Number=0062675893
De providentia orationes decem Ante [Go Back]  
 [01508]  Τίς ἀγνοεῖ τῶν τὰ θεῖα πεπαιδευμένων, τοῦ Ἀχαὰβ τὴν πονηρίαν, καὶ τῆς Ἰεζάβελ τὴν δυσσέβειαν, καὶ τὴν κατὰ τοῦ Θεοῦ λύτταν;
 [01534]  οὔτε γὰρ ἡ τῆς πό λεως ἅλωσις, οὐχ ὁ τοῦ θείου νεὼ ἐμπρησμὸς, οὐχ ἡ τῶν ἀδύτων καὶ ἀψαύστων ἐρημία, οὐ τὰ θεῖα σκεύη λάφυρα τῶν Βαρβάρων γεγενημένα, οὐχ ἡ τῶν βασιλέων ἀναίρεσις, οὐχ ἡ τῶν ἱερέων σφαγὴ, οὐχ ἡ πόῤῥωθεν τῶν ἁγίων οἴκησις, οὐχ ἡ ἐν τῇ ἀλλοτρίᾳ διατριβὴ, οὐχ ἡ ἐρημία τῶν διδασκόν των, οὐχ ἡ τῶν κρατούντων ἀσέβεια, οὐχ ἡ τῆς δου λείας ἀνάγκη, οὐχ ὁ βαρὺς τοῦ βασιλέως ζυγὸς, οὐ τὸ τῆς ἡλικίας ἄωρον, οὐ πόθος ζωῆς, οὐ φόβος τε λευτῆς, οὐκ ἄλλο τῶν τοιούτων οὐδὲν ἀνέπεισε μικρόν τι παραφεῖναι καὶ παραβῆναι τῶν τοῦ νόμου γραμμάτων.
 [01689]  Ταῦτα τοίνυν ὁρῶντες, σκοπώμεθα παρ' ἡμῖν αὐτοῖς, τί δήποτε τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμέ νων, τινὲς μὲν εἰσὶ λίαν ἐπίσημοι, τινὲς δὲ παντελῶς ἄσημοι·
 [01774]  ἀπὸ γὰρ τῆς σῆς ἀσθενείας τὰ θεῖα τεκμαίρῃ, καὶ τὴν σὴν ἀσθένειαν ὅρον ποιεῖς τῆς θείας δυνάμεως, καὶ τὰ σοὶ λίαν ἀδύνατα παραπλησίως εἶναι Θεῷ νομίζεις ἀδύνατα.
 [01823]  Σὺ δὲ πρὸς τῇ φύσει καὶ νόμον ἔχων διδά σκαλον, καὶ προφήτας τὰ θεῖα παιδεύοντας, καὶ τῶν ἀποστόλων τὸν χορὸν, περί τε τῶν ὄντων διδάσκοντα, καὶ περὶ τῶν μελλόντων κηρύττοντα, δέξαι παντα χόθεν τῆς ὠφελείας τὸν ἔρανον.
 [01851]  «Ὦ βάθος πλούτου, καὶ σοφίας, καὶ γνώσεως Θεοῦ, ὡς ἀνεξερεύνητα τὰ κρίματα αὐτοῦ, καὶ ἀνεξιχνίαστοι αἱ ὁδοὶ αὐτοῦ!» Οὐ τοίνυν ἀνοήτως τῶν ἀνεφίκτων κατατολμῶμεν, ἀλλ' εἰς δύναμιν τὰ θεῖα θαυμάζομεν, καὶ ὅσον χω ροῦμεν, ὑμνοῦμεν.
 [02155]  Ἐπειδὴ γὰρ εἰς πολλὴν ἀσέβειαν ἐξωκείλαντα τὸν λαὸν, δορυάλωτον ἔπεμψεν εἰς Βαβυλῶνα, καὶ τὰ ἱερὰ σκεύη λάφυρα τῶν πολεμίων ἐγένετο, ὁ μὲν Ναβου χοδονόσορ, ἅτε δὴ θεῖα, τῆς κοινῆς αὐτὰ πόῤῥω πε ποίηκε χρήσεως, εἰς δὲ τοὺς νεὼς τῶν νομιζο μένων ὑπ' αὐτῶν θεῶν εἰσκεκόμικεν.
 [02156]  Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα.
000-00-00 Serial Number=0056033015
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00015]  Τούτων εἷς ἐστι καὶ ὁ εὐλαβέστατος διάκονος Ἀγαπητός, ὃς αὐχεῖ μὲν πόλιν τὴν τῆς ἡμετέρας ἐπαρχίας μητρόπολιν, στρατιωτικὸν δὲ τάγμα ἐτάχθη πρὸς τὰ θεῖα ῥυθμίζειν·
 [00044]  Ἐπειδὴ δὲ πίστει κοσμούμενοι καὶ τὰ θεῖα πεπαιδευμένοι, καταβῆναι τοσοῦτον ἠνέσχεσθε καὶ ἄσημον ἄνδρα καὶ οὐδαμόθεν γνώριμον ἠξιώσατε τῶν ὑμετέρων γραμμάτων, ἀνεθάῤῥησα κἀγώ, κατὰ τὴν προφητείαν, ἀρνειὸς σὺν τῷ λέοντι συναυλίζεσθαι .
 [00052]  Καὶ εἴη ταῖς τῶν ἁγίων εὐχαῖς ἐπὶ πλεῖστον ὑμᾶς ἀρετῆς ἀφικέσθαι, καὶ εἰς τὸ ἀκρό τατον ἀναβῆναι τῶν ἀγαθῶν, ἵνα τοῖς ὑμετέροις κατορθώμασιν ἅπαντες οἱ τὰ θεῖα φρονοῦντες ὡραΐζωνται.
000-00-00 Serial Number=0479709208
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00104]  Καὶ τὰ θεῖα τοίνυν καὶ τὰ ἀνθρώπινα σαφῶς εἰδυῖά σου ἡ θαυμασιότης, σκεδασάτω τὴν ἀθυμίαν καὶ τὴν κοινὴν ἐλπίδα τῶν εὐσεβῶν προσμεινάτω.
 [00620]  Οἶμαι δὲ καὶ τοὺς ἄλλους ἅπαντας, εἰ καὶ μὴ τὴν περὶ τὰ θεῖα γνῶσιν ἔχουσιν ἀκριβῆ, τὸ τῆς ἀθυ μίας ὁμοίως δέχεσθαι πάθος, τὰς ὑμετέρας λογιζομένους εὐεργεσίας.
 [00666]  Τὸ γὰρ προσμένειν ἐκεῖνο τὸ κριτήριον, καὶ δειμαίνειν, καὶ συνηγόρους περισκο πεῖν, καὶ προϋφαίνειν ἀπολογίαν, κηρύττει σαφῶς τῆς ψυχῆς τὴν περὶ τὰ θεῖα σπουδήν.
 [00815]  Τοῦ δὲ λογισμοῦ λοιπὸν χώραν ἐσχηκότος ἀνανῆψαι, καὶ ἄγξαι τὸ πάθος, καὶ κολάσαι τοῦ πένθους τὴν ἀμετρίαν, ἐθάρρησα γράψαι καὶ τὴν σὴν παρακαλέσαι θαυμασιότητα, καὶ τὴν ἀνθρωπείαν φύσιν ἐπεσκεμμένην, καὶ τὸ κοινὸν τοῦ πάθους λογιζομένην, καὶ πρὸς τούτοις τὰ θεῖα πεπαιδευμένην, μετρῆ σαι τῇ πίστει τὴν ἀθυμίαν.
 [01104]  Οὐκοῦν γενέσθω συνέδριον, παρέστωσαν τῶν θεοφιλεστάτων ἐπισκόπων οἱ κρίνειν εἰδότες, παρέστωσαν τῶν ἐν τέλει καὶ ἀξιωμάτων οἱ τὰ θεῖα πεπαιδευμένοι·
 [01213]  Καὶ τὸ ἓν πρόσωπον δείξας ἀμφότερα τέθεικεν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια.
 [01404]  Πάντας μὲν οὖν ἀνθρώπους ἡ μεγαλοψυχία κοσμεῖ, οὐχ ἥκιστα δὲ τοὺς κατὰ τὴν ὑμετέραν μεγαλοφυΐαν καὶ διὰ τῆς θύραθεν παιδείας ἡγμένους καὶ τὰ θεῖα πεπαιδευμένους καὶ τῶν ἀποστολικῶν ἐπαίοντας νόμων ἄντικρυς βοώντων·
 [01417]  ηὔξησε δέ μου τὴν θυμηδίαν καὶ ὁ θεοφιλέστατος πρεσ βύτερος καὶ μονάζων Ἰάμβλιχος, τὸν θερμὸν ὑμῶν διηγησά μενος ζῆλον, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν, καὶ τὴν περὶ ἡμᾶς γνησίαν διάθεσιν.
 [01637]  Ἵνα δὲ καὶ ὑπὲρ τοῦ θεοφιλεστάτου ἐπισκόπου τοῦ κυρίου ∆όμνου ἀπολογήσωμαι, τί ἔδει πρᾶξαι τὸν οὕτω φανερῶς πολεμούμενον, καὶ θεώμενον τοὺς ψήφῳ συνοδικῇ καθαιρουμένους εἰς ἑτέραν διοίκησιν πεμπομένους, καὶ παρὰ τοὺς ἐκκλησιαστικοὺς θεσμοὺς τὴν ἱερωσύνην ἀπολαμβάνον τας, καὶ τὰ σεπτὰ καὶ θεῖα παρὰ τῶν ἐχθρῶν τῆς ἀληθείας γελώμενά τε καὶ κωμῳδούμενα;
 [01712]  ἀρκεῖ δὲ ὑμῶν καὶ ὁ κατὰ τῶν δυσωνύμων Μανιχαίων ζῆλος, ὃν πρώην ὑμῶν ἡ ὁσιότης ἐγύμνωσε, δείξασα τὴν περὶ τὰ θεῖα τῆς ὑμετέρας φιλοθεΐας σπουδήν.
 [02255]  Πρὸς δὲ τούτοις καὶ ἱκε τεύσατε αὐτῶν τὴν θεοφιλῆ κορυφήν, τέλος ἐπιθεῖναι τοῖς ὁρισθεῖσι καλῶς, καὶ συναγαγεῖν σύνοδον, μὴ πάλιν ταραχο ποιῶν καὶ συγκλύδων ἀνθρώπων πεπληρωμένην, ἀλλὰ τούτων μὲν πάντων κεχωρισμένην, κρινόντων δὲ τῶν τὰ θεῖα περὶ πολλοῦ ποιουμένων καὶ πάντων ὁμοῦ τῶν ἀνθρωπίνων τὴν ἀλήθειαν προτιμώντων.
 [02271]  Ἱκετεῦσαι δὲ αὐτοὺς παρακληθήτω τὸ ὑμέτερον μέγεθος, δοῦναι λύσιν τελείαν τῷ τῆς Ἐκκλησίας χειμῶνι, καὶ κελεῦσαι συναθροισθῆναι σύνοδον, μὴ πάλιν τῶν θορυβεῖν εἰωθότων τὸ συνέδριον ταραττόντων, ἀλλὰ μεθ' ἡσυ χίας τῶν τὰ θεῖα πεπαιδευμένων·
 [02351]  Καὶ ἵνα τὰς ἄλλας παραλίπω διαφοράς, οἱ μέν εἰσι τῶν ἀνθρώ πων σπουδαῖοι καὶ ἐμμελεῖς περὶ τὰ θεῖα, καὶ τῶν ἀποστολι κῶν δογμάτων ἐκπαιδεύονται τὴν ἀκρίβειαν·
 [02354]  Ἡγοῦμαι τοίνυν τοὺς ἐπισκήψαντας ἐκείνῳ τῷ λόγῳ, ὅς φησιν εἶναί τινα παντελῶς ἀδύνατα τῷ Θεῷ, οὐ τῶν σπουδαίων εἶναι, καὶ τὰ θεῖα πεπαιδευμένων, ἀλλ' ἢ τούτων, οἳ τὴν ἀκρίβειαν τῶν ἀποστολικῶν δογμάτων οὐκ ἴσασιν, ἢ ἐκείνων, οἳ ταῖς ἡδυπαθείαις, δεδουλωμένοι πρὸς τοὺς καιροὺς μετα βάλλονται, καὶ νῦν μὲν ταῦτα, νῦν δὲ ἐκεῖνα πρεσβεύουσιν.
 [02544]  Καὶ τὰ θεῖα δὲ παραδοὺς μυστήρια, καὶ τὸ σύμβολον κλάσας καὶ διανείμας, ἐπήγαγε·
 [02860]  Μετὰ γὰρ δὴ τὴν ἀνάληψιν καὶ τὰ θεῖα Εὐαγγέλια συνεγράφη, καὶ ἡ τῶν πράξεων ἱστορία, καὶ αἱ τοῦ Ἀποστόλου Ἐπιστολαί.
000-00-00 Serial Number=0434937954
Eranistes Ante [Go Back]  
 [00381]  {ΟΡΘ.} ∆ῆλος ὁ σκοπὸς τοῖς τὰ θεῖα μεμυημένοις.
 [00398]  {ΕΡΑΝ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια.
 [00566]  Τούτων δὲ τῶν προρρήσεων τὰ μέν ἐστιν ἀνθρώπεια, τὰ δὲ θεῖα·
 [01402]  [127] {ΟΡΘ.} Κατὰ μὲν οὖν τὰ θεοπρεπῆ ταῦτα καὶ ὄντως θεῖα, τύπος ὁ Μελχισεδὲκ τοῦ δεσπότου Χριστοῦ·
 [01659]  Εἰ γὰρ κατ' ἀλλοίωσίν τινα καὶ τροπὴν ἐσαρκώθη, οὐδαμῶς [137] αὐτῷ μετὰ τὴν τροπὴν ἁρμόττει τὰ θεῖα τῶν ὀνομάτων τε καὶ πραγ μάτων.
 [01671]  Τοῦ γὰρ ἑνὸς μονογενοῦς, τοῦ δεσπότου λέγω Χριστοῦ, ὁ μὲν τὰ θεῖα κηρύττει, ὁ δὲ τὰ ἀνθρώπινα.
 [01708]  προσήκει ποιεῖν, καὶ αὐτῷ προσαρμόττειν τά τε θεῖα τά τε ἀνθρώπινα.
 [01721]  {ΕΡΑΝ.} Τὸ μὲν ἓν εἶναι πρόσωπον τοῦ Χριστοῦ, καὶ αὐτῷ προσή κειν καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια, λίαν ὀρθῶς εἴρηκας, καὶ δέχομαι τόνδε τὸν ὅρον τῆς πίστεως.
 [02035]  {ΟΡΘ.} Εἰ τοίνυν τοῦ ὄντος σώματος ἀντίτυπά ἐστι τὰ θεῖα μυστή ρια, σῶμα ἄρα ἐστὶ καὶ νῦν τοῦ δεσπότου τὸ σῶμα, θεῖον μέντοι καὶ δεσποτικὸν σῶμα, οὐκ εἰς θεότητος φύσιν μεταβληθέν, ἀλλὰ θείας δόξης ἀναπλησθέν.
 [02154]  Ὁ μὲν γὰρ υἱὸς τὰ θεῖα τῆς πατρῴας ἀρετῆς γνωρίσματα φέρων, εἰκών ἐστι τοῦ πατρός·
 [02237]  Ὡς θεὸς λαλεῖ τὰ [164] θεῖα, ἐπειδήπερ ὁ λόγος ἐστίν·
 [02251]  Ὡς θεὸς λαλεῖ τὰ θεῖα, ἐπειδήπερ λόγος·
 [02892]  {ΟΡΘ.} Ἀληθῆ ταῦτα, θεῖα γάρ ἐστι λόγια.
 [03569]  {ΟΡΘ.} Πολλάκις ἔφην, ὡς καὶ τὰ θεῖα καὶ τὰ ἀνθρώπεια τὸ ἓν δέχεται πρόσωπον.
 [04297]  Εἰ δὲ τὸ μὲν σώματος, τὸ δὲ ψυχῆς ἴδιον, οὐκ ἄρα μία φύσις σαρκὸς καὶ θεότητος ἐκ τῆς ἑνώσεως γέγονεν, [260] ἀλλ' εἷς πέφηνεν υἱός, ἐν ἑαυτῷ δεικνὺς τά τε θεῖα τά τε ἀνθρώπεια.
000-00-00 Serial Number=0577979743
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00004]  δεῖται δὲ καὶ διανοίας ἐπτερωμένης, καὶ καθορᾷν τὰ θεῖα δυναμένης, κατατολμώσης τῶν ἀδύτων τοῦ Πνεύματος·
 [00006]  Ἐμοὶ δὲ καὶ ψυχὴ πολὺν ἁμαρτημάτων φορυ τὸν περικειμένη, καὶ φροντίσιν ὧν ἐγκεχείρισμαι πραγμάτων βεβαπτισμένη διάνοια, καὶ διὰ ταῦτα ταπεινὴ καὶ χαμαίζηλος, καὶ κατοπτεύειν ἀκριβῶς τὰ θεῖα μὴ δυναμένη λόγια, καὶ πρὸς τούτοις γλῶττα τῆς διανοίας νωθεστέρα καὶ βραδυτέρα.
 [00277]  Ἐπειδὴ τὰς τετελειωμένας ἐν ἀρετῇ ψυχὰς αὐτὴν νοεῖν τὴν νύμφην τὰ θεῖα ἡμᾶς ἐδίδαξε λόγια·
 [00576]  Καὶ κατὰ τὸν παρόντα δὲ καιρὸν, οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τὰ θεῖα νά ματα προσφέρουσι τῷ λαῷ, ὥσπερ ἔκ τινων ταμιείων.
 [01070]  Καὶ ὅταν ἑτέρων ἀναγινωσκόντων τὰ θεῖα λόγια, ἢ περὶ Θεοῦ διαλεγομένων, σπουδαίως ἀκούωμεν, πάλιν διὰ τῶν ἄλλων θυρίδων ὁ νυμφίος παρακύπτει, καὶ τὸ οἰκεῖον ἡμῖν ὑποδείκνυσι κάλλος.
 [01160]  καλιὰ δὲ αὐτῶν, καὶ νεοττία, τὰ θεῖα θυσιαστήρια, ἐν οἷς τρέφονται, καὶ σιτοῦνται, καὶ πτεροφυοῦσιν, καὶ καταβραχὺ τῆς τελειότητος ἀπο λαύουσιν.
 [01475]  μαργαρίταις γὰρ ἔοικε, καὶ λίθοις τιμίοις, τὰ θεῖα λόγια, κατὰ τὸν εἰπόντα προφήτην·
 [01659]  θάτερος δὲ αὐτῶν ὑπερεκπλήττει με ὁ τὰ θεῖα κατοπτεύων, ὁ θεολογεῖν δεδιδαγμένος, ὁ τὰ κεκρυμμένα ὁρῶν μυστήρια.
 [01662]  ἐπαινῶ μὲν οὖν καὶ τοὺς ἄλλους τῆς ἀρετῆς κόσμους ἐν τῷ τραχήλῳ σου λάμποντας, ὑπεράγαμαι δὲ καὶ θαυμάζω τὸν ἕνα, καὶ ἐκπλαγεὶς τὸ κάλλος τοῦ τε ἑνὸς ὁρμίσκου, καὶ τοῦ τὰ θεῖα θεωροῦντος ὀφθαλμοῦ, ἐτρώθην σου τῷ ἔρωτι.
 [01743]  Οὐ γὰρ τοῖς ἀμυήτοις, ἀλλὰ τοῖς μεμυημένοις πρόκειται τὰ θεῖα μυστήρια·
 [02477]  ∆ιδάσκει τοίνυν ὁ νυμ φίος, ὅτι τῶν εὐσεβῶν ψυχῶν τὸ ὀπτικὸν λίμναι εἰσὶ, τὰ θεῖα νάματα δεχόμεναι, καὶ διηνεκῶς πλημμυ ροῦσαι·
 [02500]  Περισκο πεῖς γὰρ, μὴ τὰ θεῖα μιμησάμενος ὁ διάβολος ἐξ απατήσῃ σε, τῇ ἀληθείᾳ τὸ ψεῦδος ἀντιστρατεύων.
000-00-00 Serial Number=0060170293
Graecarum affectionum curatio Ante [Go Back]  
 [00003]  p.1 Πολλάκις μοι τῶν τῆς Ἑλληνικῆς μυθολογίας ἐξηρτημένων ξυντετυχηκότες τινὲς τήν τε πίστιν ἐκωμῴδησαν τὴν ἡμετέραν, οὐδὲν ἄλλο λέγοντες ἡμᾶς τοῖς τὰ θεῖα παρ' ἡμῶν παιδευομέ νοις ἢ τὸ πιστεύειν παρεγγυᾶν, καὶ τῆς τῶν ἀποστόλων κατηγό ρουν ἀπαιδευσίας, βαρβάρους ἀποκαλοῦντες, τὸ γλαφυρὸν τῆς εὐεπείας οὐκ ἔχοντας·
 [00241]  μᾶλλον δέ, ὥσπερ ὀφθαλμὸς δεῖται φωτὸς ἐπιδεικνύντος τὰ ὁρατά, οὕτω δὴ αὖ καὶ ὁ νοῦς δεῖται πίστεως ἐπιδεικνύσης τὰ θεῖα καὶ τὴν περὶ τούτων δόξαν φυλατ τούσης βεβαίαν.
 [00265]  ∆εῖ δὲ πρὸς τούτῳ καὶ τὰ πονηρὰ μαθήματα τῆς ψυχῆς ἐξελάσαι, εἶθ' οὕτως τὰ θεῖα προσδέξασθαι.
 [00272]  Τοῖς γὰρ ἀμυήτοις πῶς ἄν τις προσενέγκοι τὰ θεῖα παιδεύ ματα;
 [00311]  Τί δήποτε τοίνυν τὴν μὲν ἀλογωτάτην ἐκείνην ὑπερβαίνετε πίστιν, μόνης δὲ τῆς ἡμετέρας κατηγορεῖτε, τῶν μὲν τοιούτων μύθων καὶ λήρων ἀπηλλαγμένης, τὰ θεῖα δὲ καὶ νοητὰ νοητῶς δεχο μένης;
 [00337]  ∆ιά τοι τοῦτο καὶ ἡμεῖς τοῖς προσιούσι καὶ τὰ θεῖα ποθοῦσι μαθεῖν πρὸ τῶν ἄλλων ἁπάντων τὴν τῆς πίστεως διδα σκαλίαν προσφέρομεν, εἶτα τελουμένοις καὶ μυουμένοις δηλοῦμεν, [1.110] τίνων ἐστὶν αἰνίγματα τὰ γινόμενα.
 [00483]  τί δήποτ' οὖν τούτοις μὲν οὐκ ἀκριβῶς τὰ θεῖα μεμαθηκόσι πιστεύετε, παρ' [2.27] ὧν δὲ οὗτοι ταῦτά γε ἔμαθον, μαθεῖν οὐκ ἐθέλετε;
 [00591]  Ἰουδαίων δὲ τὴν ἐσχάτην ἀμαθίαν ὀδύρομαι, ὅτι δὴ αἰρό μενοι, κατὰ τὸν προφήτην, ἐκ κοιλίας καὶ παιδευόμενοι ἐκ παιδίου μέχρι γήρως τὰ θεῖα, τὴν τῆς θεολογίας ἀγνοοῦσιν ἀλή [2.58] θειαν.
 [00653]  τὰ δὲ θεῖα λόγια τῶν γεγο [2.76] νότων οὐδὲν φύσει προσαγορεύει θεόν.
 [00700]  [2.91] Εἰ δὲ καὶοἱ τῆς ἀληθείας ἀντίπαλοι οὕτω κομιδῇ θαυμάζουσι τὴν ἀλήθειαν, ὡς καὶ βραχέσι μορίοις ἐκεῖθεν σεσυλημένοις δια καλλύνειν τὰ οἰκεῖα ξυγγράμματα, καὶ πολλῷ ψεύδει ταῦτα μιγνύμενα μὴ ἀμβλύνειν τὸ σφέτερον κάλλος, ἀλλὰ κἀν φορυτῷ κειμένους τοὺς μαργαρίτας ἀστράπτειν καὶ, κατὰ τὴν εὐαγ γελικὴν διδασκαλίαν, τὸ φῶς ἐν τῇ σκοτίᾳ φαίνειν καὶ ὑπὸ τῆς σκοτίας μὴ κρύπτεσθαι ξυνιδεῖν εὐπετές, ὅπως ἐστὶν ἀξιέ ραστα καὶ ἀξιάγαστα τὰ θεῖα μαθήματα, τοῦ ψεύδους κεχωρι [2.92] σμένα.
 [00773]  [3.3] Ταῦτα δὲ οὐ τηνάλλως ἀδολεσχῶ, ἀλλ' ἀπὸ τῶν ἀνθρωπίνων δεικνύναι τὰ θεῖα πειρώμενος καὶ ἀξιῶν ὑμᾶς, ὦ ἄνδρες, καὶ ἐπ' ἐκείνων τόνδε διατηρῆσαι τὸν ὅρον καὶ ὑγιεῖς μὲν καὶ ἀρτίους ἀποκαλεῖν τοὺς τὴν ἀληθῆ θεολογίαν ἀσπαζομένους, ἣν καὶ ἡ φύσις ἐξ ἀρχῆς παραδέδωκε, καὶ τὰ θεῖα ὕστερον ἐκράτυνε λόγια, ἀναπήρους δ' αὖ προσαγορεύειν μὴ μόνον ἐκείνους, οἳ οὐδένα θεὸν εἶναι νομίζουσιν, ἀλλὰ καὶ τούτους, οἳ εἰς πολλὰ τὸ θεῖον κατεμέρισαν σέβας καὶ τῷ δημιουργῷ τῶν ὅλων τὴν κτίσιν ξυν [3.4] έταξαν.
 [00969]  [3.69] Τίς τῶν τὰ θεῖα πεπαιδευμένων καὶ τὸν πλάνον ἐκεῖνον μυσαττο μένων ἐναργέστερον ἂν τῶν καλουμένων θεῶν τὸν πλάνον δι ήλεγξεν;
 [01053]  Τὴν ἐκείνων μιμούμενοι πολιτείαν, ὅσοι τῶν ἀνθρώπων τὴν τοῦ Θεοῦ θεραπείαν ἠσπά σαντο, ἔφυγον μὲν τῶν σωμάτων καὶ τὴν ἔννομον κοινωνίαν ὡς τῶν θείων ἀφέλκουσαν, κατέλιπον δὲ καὶ πατρίδα καὶ γένος, ἵνα πᾶσαν εἰς τὰ θεῖα μεταθῶσι τὴν μέριμναν, καὶ μηδεὶς τὸν νοῦν ἐπέχῃ δεσμός, εἰς οὐρανὸν ἀναπτῆναι καὶ τὸ ἀόρατον καὶ ἄρρητον [3.93] τοῦ Θεοῦ κατοπτεῦσαι γλιχόμενον κάλλος.
 [01057]  [3.95] Ταύτην ἔχειν ἡμᾶς τὴν δόξαν περὶ τῶν ἀοράτων μέν, γενητῶν δὲ φύσεων τὰ θεῖα ἐξεπαίδευσε λόγια·
 [01069]  Ἡμεῖς γὰρ τούτους καὶ τὸν τούτων γε ἄρχοντα, ὃν Σατανᾶν τὰ θεῖα προσαγορεύει λόγια δηλοῖ δὲ τοὔνομα τὸν ἀποστάτην κατὰ τὴν Ἑβραίων φωνήν·
 [01090]  [3.105] Ἡμεῖς δὲ τὸ μὲν πανάγιον Πνεῦμα, ὃν καὶ Παράκλητον οἱ θεῖοι προσαγορεύουσι λόγοι, ἰθύνειν καὶ κυβερνᾶν καὶ ἁγιάζειν οὐ μόνον ἀγγέλους καὶ ἀρχαγγέλους καὶ τὰς ἄλλας τῶν ἐπουρανίων ξυμμορίας, ἀλλὰ καὶ τῶν ἀνθρώπων τοὺς εὐσεβεῖν προαιρουμέ νους καὶ τὰ θεῖα περὶ πολλοῦ ποιουμένους φαμέν·
 [01107]  Πολλὰ δέ που τοιαῦτα καὶ τὰ θεῖα ἡμᾶς ἐξεπαίδευσε λόγια.
 [01876]  [6.34] Ἐν δέ γε τοῖς Νόμοις οὗτος αὐτὸς ὁ φιλόσοφος καὶ διαιρεῖ τῶν ἀγαθῶν τὴν φύσιν καὶ δείκνυσι τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα·
 [01878]  ∆ιττὰ δὲ ἀγαθά ἐστι, τὰ μὲν ἀνθρώπινα, τὰ δὲ θεῖα·
 [01883]  Μετὰ δὲ ταῦτα τὰς ἄλλας προστάξεις τοῖς πολίταις εἰς ταῦτα βλεπούσας αὐτοῖς εἶναι διακελευστέον, τούτων δὲ τὰ μὲν ἀνθρώ πινα εἰς τὰ θεῖα, τὰ δὲ θεῖα εἰς τὸν ἡγεμόνα νοῦν ξύμπαντα
 [02064]  Οὐ γὰρ ξυνέχεε τὰς φύσεις ἡ ἕνωσις οὐδὲ πεποίηκεν ὑπὸ χρόνον τῶν χρόνων τὸν ποιητὴν οὐδέ γε τὸ ἐν χρόνῳ γενόμενον ἀπέφηνε προαιώνιον, ἀλλ' ἑκατέρα φύσις μεμένηκεν ἀκραιφνής, ἡ μὲν τῶν τῆς φύσεως παθημάτων ἀνεχομένη, πείνης λέγω καὶ δίψης, ὕπνου καὶ κόπου καὶ σταυροῦ καὶ θανάτου, ἡ δὲ ἐνεργοῦσα τὰ θεῖα καὶ ξυνήθως θαυματουργοῦσα, βαδίζειν ἐπὶ θαλάττης σώματος πόδας παρα σκευάζουσα καὶ πέντε ἄρτους κόρῳ πολλῶν χιλιάδων ἐξαρκέσαι κελεύουσα καὶ τὸν τότε πρῶτον γενόμενον οἶνον δωρουμένη τῷ γάμῳ καὶ τὰ πεπηρωμένα θεραπεύουσα σώματα, καὶ οὓς μὲν ἡ φύσις ἐν τῇ μήτρᾳ διαπλάττουσα παρέλιπεν ὀφθαλμοὺς πηλῷ δημιουργοῦσα, λόγῳ δὲ τὰ παρειμένα μέλη σφίγγουσα καὶ τοὺς τάφους ἀνοίγουσα καὶ τοὺς κειμένους καλοῦσα καὶ τρέχειν παρα σκευάζουσα καὶ τἄλλα ποιοῦσα, ὅσα αἱ τῶν θείων εὐαγγελίων ἱστορίαι διδάσκουσιν.
 [02230]  Καθάπερ γὰρ ἐκεῖνοι μιμοῦνται μὲν τὰ τῶν ἀνθρώπων ἐπιτηδεύματα, εἰς δέ γε τὴν τῶν ἀνθρώπων οὐ μεταβάλλονται φύσιν, ἀλλὰ μένουσι πίθηκοι, οὕτως οὗτος τὰ θεῖα λόγια κεκλοφὼς καὶ ἐνίων τὴν διάνοιαν τοῖς ξυγγράμμασιν ἐντε θεικὼς τοῖς οἰκείοις, μεταμαθεῖν οὐκ ἠθέλησε τὴν ἀλήθειαν, ἀλλὰ μεμένηκε πίθηκος, μᾶλλον δὲ κολοιός, ἀλλοτρίοις πτίλοις [7.38] καλλυνόμενος.
 [02265]  [7.47] Τοιγάρτοι οὐ μόνον ἡμεῖς, ἀλλὰ καὶ οἱ ὑμέτεροι ποιηταὶ καὶ ξυγγραφεῖς καὶ φιλόσοφοι ταῦτα γελῶσιν, ἃ θεῖα νομίζετε.
 [02280]  Πιστευτέον οὖν ἄρα, ὦ ἄνδρες, εἰ καὶ μὴ ἄλλῳ, τῷ γοῦν πολυθρυλήτῳ φιλοσόφῳ ταῦτα νομοθετοῦντι, καὶ τὰ θεῖα λόγια μὴ παροπτέα νομίζειν, ὅτι δὴ τῷ περιττῷ τῶν λόγων οὐ κατακέχρηνται φύσει, ἀλλὰ γυμνὸν ἡμῖν προσφέρουσι καὶ ἀποστίλβον τῆς ἀληθείας τὸ κάλλος.
 [02283]  Τούτου δὴ εἵνεκα ἁλιεῦσι καὶ τελώναις καὶ σκυτοτόμῳ χρησάμενος ὑπουργοῖς, προσενήνοχε τοῖς ἀνθρώποις τὰ σωτήρια καὶ θεῖα μαθήματα, τὰς μὲν γλώττας αὐτῶν, ἃς ἐξ ἀρχῆς ἔλαχον, οὐκ ἀμείψας, τὰ δέ γε διειδῆ καὶ διαυγῆ τῆς σοφίας νάματα διὰ τούτων προχέας·
 [02461]  Τῷ δὲ οὕτως ἁρμόττει τοῦδε τοῦ γέρως τυχεῖν, ὡς τοῖς ἠγαπηκόσι μὲν ἐκθύμως τὰ θεῖα, μεμενηκόσι δὲ μέχρι τέλους οἷς ἐξ ἀρχῆς προ είλοντο καὶ τὴν τάξιν ἐν ᾗ σφᾶς ἔταξαν οὐκ ἀνασχομένοις κατα [8.53] λιπεῖν;
 [03141]  [10.76] Πρώτοις μὲν γὰρ Ἰουδαίοις προσηνέχθη καὶ παρὰ τῶν προφη τῶν καὶ παρὰ τῶν ἀποστόλων τὰ θεῖα κηρύγματα·
 [03578]  Τὰς γάρ τοι κολάσεις καὶ τὰς τῶν ἀγαθῶν ἀντιδόσεις κἀκεῖνος εἶναι ξυνωμολόγησε, καὶ τὰ θεῖα ἐπέδειξε λόγια, καὶ τὰ καινὰ καὶ τὰ παλαιά·
000-00-00 Serial Number=0067150891
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00102]  Οὗ δὴ χάριν οἱ τῆς τούτου συμμορίας πᾶσαν ἐτόλμων ἀσέλγειαν, καὶ μαγγανείαις ἐχρῶντο παντοδαπαῖς, ἐρωτικά τινα καὶ ἀγώγιμα μηχανώμενοι, καὶ τὰ ἄλλα ὅσα τῆς γοητείας ἴδια ὡς θεῖα μετιόντες μυστήρια.
 [00286]  Οὗτοι δέ φασι, μὴ χρῆναι τὰ θεῖα μυστήρια, ἀοράτων ὄντα σύμβολα, δι' ὁρωμένων ἐπιτελεῖσθαι πραγμάτων, καὶ τὰ ἀσώματα δι' αἰσθητῶν καὶ σω ματικῶν.
 [00339]  Πάντα γὰρ λογισμὸν πονηρὸν ὑπερβαίνει, καὶ πᾶσαν ἔννοιαν μυσαρὰν, τὰ παρ' ἐκείνων ὡς θεῖα πραττόμενα.
 [00609]  Ταῦτα δὲ αὐτῶν ταῖς ψυχαῖς ὁ παμπόνηρος ἐνήχησε δαίμων, τὸν κατὰ κηρύκων τῆς ἀληθείας ἀναδεξάμενος πόλε μον, καὶ δόξαν πονηρὰν τῶν τὰ θεῖα πρεσβευόντων διὰ τούτων κατασκεδάσαι πειρώμενος·
 [00786]  Τὰ δὲ θεῖα τῶν Εὐαγγελίων τέθηλε δόγματα, καὶ ἐξετάθη μέχρι θαλάττης τῶν ἀποστόλων τὰ κλή ματα, καὶ αἱ παραφυάδες τὴν οἰκουμένην ἐπλήρω σαν, καὶ ἐπληρώθη ἡ σύμπασα γῆ τοῦ γνῶναι τὸν Κύριον, ὡς ὕδωρ πολὺ κατακαλύψαι θαλάσσας, καὶ τῆς προῤῥήσεως τὴν ἀλήθειαν ἔδειξε τῶν πραγμά των ἡ μαρτυρία.
 [01541]  Ἐπειδὴ δὲ οἱ τὰ θεῖα θεοπρεπῶς νοεῖν οὐκ ἐθέλοντες οὐκ οἴονται δυνατὸν συναΐδιον εἶναι τοῦ Θεοῦ τὸν ἐκ τοῦ Θεοῦ·
 [01555]  Ἐπειδὴ γὰρ οὐχ οἷόν τε ἦν εἰκόνι μιᾷ σαφῶς διδάξαι τὰ θεῖα, διὰ πλειόνων εἰκόνων οὕτω πως ταῦτα μανθάνομεν.
 [02518]  Ὀφθαλμοὶ μὲν γὰρ τὰ τῆς κατανύξεως προχέουσι δάκρυα, αἱ δὲ ἀκοαὶ τὰ θεῖα λόγια διαπορ θμεύουσι τῇ ψυχῇ, ἡ δὲ γλῶττα καὶ ὑμνεῖ τὸν εὐερ γέτην καὶ διηνεκῶς προσφέρει τὴν προσευχὴν, αἱ δὲ χεῖρες ὑπουργοῦσι τῇ θεραπείᾳ τῶν δεομένων, καὶ [83.520] οἱ πόδες νῦν μὲν εἰς εὐκτηρίους θέουσιν οἴκους, νῦν δὲ στάσιν ἐν προσευχαῖς, καὶ πλεῖστον ὅσον ὑπομέ νουσι πόνον.
 [03044]  Τοιγαροῦν καὶ τῶν Ἐγκρατιτῶν τὴν πλάνην τὰ θεῖα δόγματα λαμπρῶς ἀπελέγχουσιν·
 [03046]  Παρακαλῶ τοίνυν τοὺς ἐντευξομένους τῇδε τῇ συγγραφῇ, ἑκάστῳ τῶν πονηρῶν ἐκείνων δογμάτων παραθεῖναι τὰ θεῖα, καὶ τῇ παρ
000-00-00 Serial Number=0123052359
Historia ecclesiastica Ante [Go Back]  
 [00370]  παραυτίκα δὲ πρῶτος ὁ μέγας Εὐστάθιος, ὁ τῆς Ἀντιοχέων ἐκκλησίας τὴν προεδρίαν λαχών (Φιλογόνιος γὰρ, οὗ πρόσθεν ἐμνήσθην, εἰς τὸν ἀμείνω μεταβεβήκει βίον, τοῦτον δὲ ἄκοντα ποιμαίνειν ἀντ' ἐκείνου τὴν ἐκκλησίαν ἐκείνην ψήφῳ κοινῇ κατηνάγ κασαν ἀρχιερεῖς τε καὶ ἱερεῖς καὶ πᾶς ὁ λαὸς ὁ φιλόχριστος), οὗτος τοῖς ἄνθεσι τῶν ἐγκωμίων τὴν βασιλέως ἐστεφάνωσε κεφαλὴν καὶ τὴν περὶ τὰ θεῖα σπουδὴν εὐλογίαις ἠμείψατο.
 [00537]  διὸ δὴ μὴ εἶναι αὐτὸν ποίημα τοῖς δι' αὐτοῦ γενομένοις ἐμφερές, κρείττονος δὲ ἢ κατὰ πᾶν ποίημα τυγχάνειν οὐσίας, ἣν ἐκ τοῦ πατρὸς γεγεννῆσθαι τὰ θεῖα διδάσκει λόγια, τοῦ τρόπου τῆς γεννήσεως καὶ ἀνεκφράστου καὶ ἀνεπιλογίστου πάσῃ γενητῇ φύσει τυγχάνοντος.
 [00619]  [61] Ἱκανὰ μὲν οὖν καὶ ταῦτα τεκμηριῶσαι, μᾶλλον δὲ διδάξαι σαφῶς, ὅπως ὁ πανεύφημος βασιλεὺς πᾶσαν εἰς τὰ θεῖα μετατέθεικε τὴν σπουδήν.
 [00743]  ὁ δὲ Φρουμέντιος τὴν περὶ τὰ θεῖα σπουδὴν τῆς τῶν γεγεννηκότων προτετίμηκε θέας καὶ τὴν Ἀλεξάνδρου κατα λαβὼν πόλιν τὸν τῆς ἐκκλησίας ἐδίδαξε πρόεδρον, ὡς Ἰνδοὶ λίαν ποθοῦσι τὸ νοερὸν εἰσδέξασθαι φῶς.
 [00765]  καὶ προσέφερεν, ὡς ἐνῆν, τὰ θεῖα παιδεύματα, καὶ θεῖον ἀνεγεῖραι παρεγγυᾷ νεὼν τῷ σεσωκότι Χριστῷ.
 [00921]  ἴσασι δὲ οἱ τὰ θεῖα πεπαιδευμένοι ὡς καὶ ὁ θεῖος ἐξηπατήθη ∆αβὶδ ὁ πραότατος καὶ τοσοῦτος προφήτης.
 [01020]  ἀλλ' ὅμως καὶ πολλῆς ἀξιούμενος θεραπείας οὐκ ἐθάρρησεν ἀποκαλύψαι τὴν νόσον, βεβαίαν ὁρῶν περὶ τὰ θεῖα τοῦ βασιλέως τὴν γνώμην.
 [01859]  ἐρῶ δὲ αὐτοῦ καὶ ἕτερον ἀξιέπαινον, ἱκανὸν τεκμηριῶσαι τὴν περὶ τὰ θεῖα σπουδήν.
 [02149]  ὁ δὲ τῇ περὶ τὰ θεῖα πίστει τὸν λογισμὸν παραθήξας·
 [02202]  ὅτι δὲ Ἀντιοχεῖς, παρὰ τῆς μεγίστης ξυνω ρίδος Πέτρου καὶ Παύλου τὰ θεῖα δεξάμενοι δόγματα καὶ θερμῶς τὸν τῶν ὅλων δεσπότην καὶ σωτῆρα ποθοῦντες, βδελυττόμενοι ἀεὶ τὸν ἐξάγιστον διετέλεσαν, καὶ αὐτὸς ἐκεῖνος ᾔδει σαφῶς.
 [02374]  ἀναγνώσομαι δὲ καὶ τὸν νόμον, σαφῶς αὐτοῦ κηρύττοντα τὴν εὐσέβειαν, ὡσαύτως δὲ καὶ τὴν τηνικαῦτα τοῦ Βάλεντος περὶ τὰ θεῖα δόγματα ὑγείαν δηλοῦντα.
 [02583]  Πρωτο γένης δὲ ὁ ἀξιάγαστος, τὰ Εὐνομίου γράμματα πεπαιδευμένος καὶ γράφειν εἰς τάχος ἠσκημένος, τόπον εὑρὼν ἐπιτήδειον καὶ τοῦτον διδασκαλεῖον καὶ παιδαγωγεῖον ἀποφήνας, μειρακίων κατέστη διδά σκαλος, καὶ κατὰ ταὐτὸν γράφειν τε εἰς τάχος ἐδίδασκε καὶ τὰ θεῖα ἐξεπαίδευε λόγια.
 [02684]  εὐύποιστος γὰρ ἡ λοιδορία, κἂν οἵα δή ποτ' οὖν τυγχάνῃ, παρ' οἷς οἰκεῖ Χριστοῦ φρόνησις καὶ θεῖα διδάγματα.
 [02801]  πάλιν δὴ οὖν τῶν θαυμασίων ἐκείνων ὑποποιμένων ἡ ξυνωρίς, εἰς τὸ πολεμικὸν γυμνάσιον τὰ θεῖα πρόβατα συναγείρουσα, τὴν πνευματικὴν ἐπεδείκνυ πόαν.
 [03284]  μόνος δὲ ὁ νοῦς ἐγρηγορὼς περιγίγνεται τῇ περὶ τὰ θεῖα ῥοπῇ τῶν μηχα νημάτων διαλύων τὴν ῥύμην.
 [03560]  ἱκανὸν δὲ τοῦτο καὶ μόνον δηλῶσαι τοῦ βασιλέως τὴν περὶ τὰ θεῖα σπουδήν.
 [03573]  ὁμογλώττους γὰρ ἐκείνοις πρεσβυτέρους καὶ διακόνους καὶ τοὺς τὰ θεῖα ὑπαναγιγνώσκοντας λόγια προβαλλόμενος, μίαν τούτοις ἀπένειμεν ἐκκλησίαν, καὶ διὰ τούτων πολλοὺς τῶν πλανωμένων ἐθήρευσεν.
000-00-00 Serial Number=0412318170
Historia religiosa Ante [Go Back]  
 [00065]  Ταῦτα δέ μοι πρὸς τοὺς οὐ λίαν ἀκριβῶς τὰ θεῖα μεμυημένους εἰρήσθω·
 [00669]  Ἀλλ' ὅμως καὶ τοσούτων ὄντων τῶν τὰ θεῖα παιδευομένων καί τι καὶ παραβαινόντων, ὡς εἰκός οὐδὲ γὰρ τὸν ἄρτι φοιτῶντα κατορθοῦν ἅπαντα ῥᾴδιον , ἔμενεν ἀκίνητος, οἷά τις ἀσώματος, ὁ θεῖος ἐκεῖνος ἀνήρ, οὐδεμιᾶς αὐτὸν προφάσεως εἰς θυμὸν ἐγει ρούσης.
 [01143]  [10.6] ∆είσαντες δ' ὅμως τῶν ἐκκλησιῶν οἱ προέδροι μὴ χρημάτων ἔρωτα τοῖς βαρβάροις ἐκείνοις ἐμβαλὼν ὁ διά βολος δοριάλωτον γενέσθαι παρασκευάσῃ τὸν μέγαν ἐκεῖνον φωστῆρα καὶ γὰρ ἦν εἰκὸς λύτρα πάμπολλα πανταχόθεν ὑπὲρ αὐτοῦ παρὰ πάντων τῶν τὰ θεῖα τιμώντων πεμφθή σεσθαι αὐτοῖς , παρακαλέσαντες πείθουσι τὴν Ἀντιόχου καταλαβεῖν.
 [01357]  καὶ τοῦτο τὴν μὲν οὐ λίαν ἠνία τὰ γὰρ θεῖα πεπαιδευμένη τοῦτο συμφέρειν ἐπίστευεν , ἐλύπει δὲ τὸν πατέρα λίαν ἡ ἀπαιδία καὶ πάντοσε περινοστῶν ἱκέτευε τοὺς θείους θεράποντας αἰτῆσαί οἱ παρὰ τοῦ θεοῦ παῖδας.
 [01406]  ἱερουργῶν δὲ καὶ τὰ θεῖα πρόβατα νέμων ἐκεῖνα ἔλεγέ τε καὶ ἔπραττεν ἅπερ ὁ θεῖος διηγόρευσε νόμος.
 [01461]  Ὅταν γάρ τις τὰ θεῖα μετιὼν αἰτῇ τὰ οὐράνια, προστίθησι μετ' ἐκείνων καὶ ἕτερα πάμπολλα, πολλαπλασίας τὰς αἰτήσεις δωρούμενος·
 [01515]  Καὶ τρία συγγενόμενος αὐτοῖς ἔτη καὶ πρὸς τὰ θεῖα ποδηγήσας καλῶς ἕτερον τῶν συνόντων ἀντ' αὐτοῦ προβληθῆναι παρασκευάσας πάλιν τὸ μοναχικὸν κατέλαβε καταγώγιον.
 [01787]  ∆ιηγήσατο δὲ οὐ φιλοτι μούμενος πόρρω γὰρ καὶ τούτου τοῦ πάθους ἡ θεῖα ψυχή , ἀλλά τινος χρείας βιασαμένης εἰπεῖν ἃ κρύπτειν ἐβούλετο.
 [02063]  Ἐπειδὴ δὲ τῶν εὐσεβούντων γῆ καὶ θάλαττα πλήρης, οἵ τε τὰ θεῖα πεπαιδευμένοι καὶ τοῦ παναγίου πνεύματος τὴν χάριν δεδιδαγμένοι τοῖς λεχθησομένοις οὐκ ἀπιστήσουσιν, ἀλλὰ καὶ μάλα πιστεύ σουσι, προθύμως καὶ θαρσαλέως ποιήσομαι τὴν διήγησιν.
 [02157]  τὸ γὰρ καινὸν τοῦ θεάματος ἐνέχυρον ἀξιόχρεων γίνεται τοῦ διδάγματος, καὶ ὁ εἰς θεωρίαν ἀφικνούμενος τὰ θεῖα παιδευθεὶς ἐπανέρχεται.
 [02582]  [31.13] Οὕτω τὴν οἰκουμένην σαλευομένην ὁ μέγας οὗτος στῦλος ὑπήρεισε, καὶ καταπεσεῖν οὐκ εἴασε παντελῶς, ἀλλ' ἀνώρθωσε, καὶ ἑδραίαν ἀπέφηνε, καὶ ποιμᾶναι τὰ θεῖα πρόβατα κελευσθεὶς καὶ παροινούμενος ὑπὲρ τούτων ἠνείχετο, καὶ αἰκιζόμενος ἥδετο.
 [02628]  Τίς γὰρ ἀγνοεῖ τῶν οὕτω πως τὰ θεῖα πεπαιδευμένων, ὅπως ὑπήκουσεν Ἀβραὰμ ὁ μέγας πατριάρχης καλέσαντι τῷ θεῷ, ὅπως τὴν πατρῴαν κατέλιπεν οἰκίαν, καὶ τῆς πατρίδος τὴν ξένην προείλετο;
000-00-00 Serial Number=0111110091
Interpretatio in Danielem Ante [Go Back]  
 [00006]  οὐδὲν ἀπεικὸς οἶμαι ποιεῖν, εἰ τοῖς ἀγνοοῦσι τὰ θεῖα τού των συγγράμματα ἔγγραφον παραδῴην διδασκα λίαν, παιδόθεν μὲν αὐτοῖς ἐντραφεὶς, παρὰ πολλῶν δὲ συγγραφέων εὐσεβῶν σμικράν τινα γνῶσιν ἐρανι σάμενος·
 [00063]  προφήτην γὰρ αὐτὸν δείκνυσι τὰ θεῖα συγγράμ ματα, βεβαιοῖ δὲ τὴν πρόγνωσιν καὶ τὸ τῆς προῤῥή σεως τέλος.
 [00160]  ἄνθρωποι δὲ σωμάτων ὥραν, καὶ μέγεθος, καὶ ῥώμην ἐπιζητοῦσι, καὶ σοφίαν, οὐ τὴν τὰ θεῖα γινώσκουσαν, ἀλλὰ τὴν εὐγλωττίᾳ κεκομψευμένην.
 [00193]  Ἀκολου θεῖ γὰρ ταῖς γνώμαις ἡ θεία κηδεμονία, καὶ ἅμα τὰ θεῖα προείλοντο, καὶ τῆς θείας ἐπικουρίας ἀπήλαυ σαν.
 [01593]  Οὐ γὰρ ἔμαθον τὰ θεῖα πωλεῖν, οὐδὲ μισθὸν ἀνθρώ πινον ὑπὲρ τῶν θείων μυστηρίων λαμβάνειν·
 [02682]  Αἰνιγμα τωδῶς δέ ἐστιν ὅτε τὰ θεῖα λέγεται καὶ γράφεται, ἵνα μὴ πᾶσιν ᾖ δῆλα τὰ τοῖς ἁγίοις ἀποκαλυπτό μενα·
 [02909]  ὅ τε γὰρ βασιλεὺς ἥμερός τε καὶ φιλάνθρωπος, καὶ τὰ θεῖα τιμῶν, καὶ τοῦ ∆ανιὴλ τὴν φιλίαν περὶ πολλοῦ ποιούμενος, καὶ ὅλος ὁ λαὸς εἰρήνης πολλῆς διὰ τὴν τοῦ βασιλέως ἀπήλαυεν ἠπιότητα·
 [03136]  Οἱ δὲ τὰ θεῖα μεμυημένοι διαιροῦσιν εὐκρινῶς τά τε τούτοις, τά τε ἐκείνοις ἁρμόττοντα τοῖς καιροῖς.
 [03503]  Εἰ δὲ ἱστορικῶς, ὡς ἤδη προειρήκαμεν, ὅτι τούτων καταφρονήσει, ὡς τῶν μὲν πλειόνων ἀσεβείᾳ συζώντων, αὐτῶν δὲ τῶν ὀλί γων τῶν ἐν αὐτοῖς εὐσεβῶν οὐ θερμῶς περὶ τὰ θεῖα διακειμένων.
 [03643]  Οὐδὲ γὰρ δεῖ πᾶσιν ἁπλῶς προσκεῖσθαι τὰ θεῖα, ἀλλ' οἱ μὲν νοήμονες διὰ τῆς ἄνωθεν αὐτοῖς χορηγουμένης γνώσεως συνήσουσιν·
 [03651]  Πάλιν δὲ περὶ τοῦ μὴ δεῖν ἅπασιν ἁπλῶς προτιθέναι τὰ θεῖα, ὁ Κύριος ἐν τοῖς ἱεροῖς Εὐαγγελίοις φησί·
000-00-00 Serial Number=0502466261
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00020]  Οὐ τοίνυν πᾶσίν ἐστιν ἀσαφῆ τὰ θεῖα, ἀλλὰ τοῖς ἐθε λουσίως τυφλώττουσιν·
 [00026]  Τούτων δὲ πάντων τῶν εἰρημένων τὰ θεῖα σεβασμιώτερα, καὶ τοσούτῳ κρείττονα, ὅσῳ τῶν ὁρατῶν τὰ ἀόρατα, καὶ τὰ νοητὰ τῶν αἰσθητῶν, καὶ τῶν ῥεόντων τὰ μένοντα.
 [00105]  Χελκίου γὰρ τοῦ ἀρχιερέως συγκεχωσμένον τὸν Μωσαϊκὸν εὑρηκότος νόμον (τοσαύτη γὰρ Ἰου δαίας ἐκράτει παρανομία, ὡς καὶ λήθῃ παντελεῖ τὰ θεῖα παραδοθῆναι), εἶτα τοῦ βασιλέως τοῦτον ἀνα γνόντος, καὶ σκοπήσαντος, ὡς ἄντικρυς ἐναντία τῷ νόμῳ τὰ παρὰ τοῦ λαοῦ τολμώμενα, καὶ τούτου χάριν λίαν ἐκδειματωθέντος, καὶ τὸν ἀρχιερέα παρακαλέσαντος ἵλεων τὸν Θεὸν καταστῆσαι, ἀφικ νεῖται μὲν ὁ ἀρχιερεὺς πρὸς Ὀλδᾶν τὴν προφῆτιν, εὐσεβῆ γυναῖκα καὶ τῶν θείων φύλακα νόμων·
 [00323]  Καὶ τὸν Ἰσραὴλ δὲ φοβῆσαι θελήσας, καὶ τὴν οἰκείαν δύναμιν γνωρίσαι, τὸ ὄρος ἅπαν ὑποδείκνυσι καπνιζόμενον, καὶ βροντὰς κτυπούσας, καὶ σάλπιγγας ἠχούσας, καὶ γνόφον πο λὺν, καὶ ἁπαξαπλῶς οὕτως αὐτοὺς ἐξεδειμάτωσεν, ὡς ἱκετείαν τῷ προφήτῃ προσενεγκεῖν, μὴ τὸν Θεὸν αὐτοῖς προσδιαλέγεσθαι, ἀλλ' αὐτὸν τὰ θεῖα διαπορ θμεύειν.
 [00583]  ἀπαλλαττόμενος γὰρ ὁ νοῦς τῶν ἔξωθεν περισπώντων, καὶ μηκέτι τῇδε κἀκεῖσε μεριζόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων, ἀκρι βέστερον δύναται τὰ θεῖα κατανοεῖν.
 [01413]  Εἶτα διδάσκει ὁ προφήτης, ὡς τῶν εἰρημένων ἕκαστον εἰς πέρας ἤγαγε, ἅτε δὴ θεῖα πληρῶν ἐπιτάγματα.
 [01454]  ἐπειδὴ δὲ πολλοῖς σταθμοῖς ἀλλήλων διείργοντο, καὶ ταυτὰ προηγόρευον, ἀναγ καίως θεῖα δείκνυται τὰ λεγόμενα.
 [02132]  Λίβανον γὰρ τὴν Ἱερουσαλὴμ προσηγόρευσεν, οὐχ ὡς ἐπίσημον μόνον, ἀλλὰ καὶ ὡς κομῶσαν τηνικαῦτα, καὶ οἰκητόρων πλήθει, καὶ τῶν κατὰ νόμον ἱερέων, καὶ προφητῶν τὰ θεῖα προθεσπιζόντων.
 [03486]  Μετὰ τὸ ἐπισημήνασθαι τὸν χρό νον, προστάττεται ὁ προφήτης παραβολικῶς καὶ αἰνιγματωδῶς τὰ συμβησόμενα τῇ πόλει διδάξαι, ἵνα διὰ τὴν ἀσάφειαν τῶν λεγομένων σπουδαιότεροι περὶ τὴν ἐρώτησιν οἱ ἀκροαταὶ γενόμενοι, ἀκριβέ στερον μάθωσι τὰ θεῖα θεσπίσματα.
 [05013]  Τρυφὴν ἀγαθὴν καὶ πίονα τὰ θεῖα λόγια προσαγορεύει·
 [05592]  Οὐ γὰρ μόνον οἱ ἅγιοι τοῦ Θεοῦ οἶκοι, [81.1200] ἀλλὰ καὶ τὰ θεῖα θυσιαστήρια πᾶσιν ἀνθρώποις ἐδωρήθη·
000-00-00 Serial Number=0302701950
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00949]  ∆ιὰ τῶν ἱερῶν ἀποστόλων, καὶ τῶν μετ' ἐκείνους τῆς ἀλη θείας κηρύκων, προσήνεγκες τοῖς ἔθνεσι τὰ θεῖα δόγματα·
 [01224]  Ἰστέον δὲ, ὅτι καὶ ὀφθαλμοὺς, καὶ βλέφαρα, καὶ θρόνους, καὶ τἄλλα ὅσα τοιαῦτα, σωματικώτερον λέγει, ἀπὸ τῶν ἀνθρωπίνων πραγμάτων τοὺς ἀν θρώπους τὰ θεῖα διδάσκων, καὶ ταῖς θείαις ἐνερ γείαις τῶν ἀνθρωπίνων μορίων τὰς προσηγορίας τιθείς.
 [01476]  Ἅπαντας δὲ τοὺς περὶ πολλοῦ τὰ θεῖα ποιουμένους σέβειν ὅσιον, καὶ πάσης ἀξιοῦν αἰδοῦς καὶ τιμῆς.
 [02579]  Ἐπειδὴ τοίνυν ὑπέσχετο ἄνω διὰ τῶν εἰς αὐτὸν πιστευόντων ὕμνον ὑφαί νειν, σαφέστερον ἐνταῦθα διδάσκει, ὅτι ταῖς ἐπαγ γελίαις ἐπιθήσει τὸ πέρας, ἵνα δι' αὐτῶν τῶν πραγμάτων οἱ τὰ θεῖα λόγια μελετῶντες μάθωσι τὴν τῶν λόγων ἀλήθειαν.
 [04311]  Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς.
 [05110]  Ἰστέον δὲ, ὅτι οὐ τὰ θεῖα, ἀλλὰ τὰ ἀνθρώπεια τοῦ ∆εσπό του Χριστοῦ ὁ προφητικὸς παρεδήλωσε λόγος·
000-00-00 Serial Number=0666582286
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00657]  Οὐ γὰρ μόνον με τοῖς βασιλικοῖς ἐνίδρυ σας θώκοις, ἀλλὰ καὶ προφητικῆς ἠξίωσας χάριτος, καὶ τὰ μετὰ μακρὸν ἐσόμενα προδεδήλωκας χρόνον, καὶ τὰ τοῖς ἄλλοις ἄδηλα, ἐμοὶ δὲ δῆλα πεποίηκας, ὡς καὶ τοὺς ἄλλους διδάξαι τὴν τοῦ μονογενοῦς σου Υἱοῦ ἐνανθρώπησιν, καὶ τὸ σωτήριον πάθος, καὶ τὴν ἀνάστασιν, καὶ τῆς οἰκουμένης τὴν σωτηρίαν, καὶ τῶν ἁμαρτημάτων τὴν φιλότιμον ἄφεσιν, τὰ μεγα λοπρεπῆ καὶ θεῖα τοῦ ἁγίου βαπτίσματος δῶρα Ταῦτα πάντα παρὰ τοῦ παναγίου σου προδιδαχθεὶς Πνεύματος, ἱκετεύω μεταλαχεῖν ἐκείνης τῆς χάριτος, ἣν προθεσπίζων τοῖς ἄλλοις βοῶ·
 [02389]  ∆ιὰ τούτων δὲ παιδευόμεθα τούτους κοινωνοὺς ἔχειν, καὶ τούτοις διαφερόντως διηγεῖσθαι τὰ θεῖα.
 [02759]  Οὗτος ἐπικρατεῖ τῆς Ἐκκλησίας, καὶ παιδεύει τὰ θεῖα, καὶ ποδηγεῖ πρὸς σωτηρίαν τοὺς βουλομένους.
 [02761]  Ἐπειδὴ δὲ οὐ μόνον ὁ μακάριος Παῦλος, ἀλλὰ καὶ ὁ λοιπὸς τῶν ἀποστόλων χορὸς, τὰ θεῖα τοὺς πιστεύοντας ἐκπαι δεύει, εἰκότως καὶ τούτων ὁ προφητικὸς ἐμνημό νευσε λόγος.
 [05476]  Θεμέλια τῆς εὐσεβείας, τὰ θεῖα παιδεύματα·
000-00-00 Serial Number=0218679070
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00903]  Οὗ τοι τοίνυν οἱ ποταμοὶ ἐπῆραν αὐτῶν τὴν φωνὴν, τὰ θεῖα κηρύττοντες δόγματα, καὶ τὰς οἰκείας πο ρείας ποιούμενοι.
 [01463]  Πάλιν ποταμοὺς τοὺς τῆς διδασκαλικῆς μεταλαγχά νοντας ὠνόμασε χάριτος, καὶ ποταμῶν δίκην τὰ θεῖα προχέοντας νάματα·
 [01639]  Συνεδρίων δέ μοι καὶ βουλῆς ἐκοινώνουν οἱ πίστει κοσμού μενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι.
 [01945]  αἱ δὲ ἀσώματοι καὶ αἱ ἅγιαι φύσεις, ἐλευθέραν ἔχουσαι παθημάτων ζωὴν, ἱκαναὶ πληροῦν τὰ θεῖα προστάγματα.
 [02231]  οὐκ αὐτοὺς ἀπολέσθαι παρακαλῶν, ἀλλὰ μεταβλη θῆναι δεόμενος, καὶ παύσασθαι αὐτῶν τὸ στῖφος ἀντιβολῶν μεταταξαμένων καὶ μεταμαθόντων τὰ θεῖα.
 [03343]  καὶ ἐνταῦθα κατὰ ταυτὸν καὶ τὰ θεῖα λέ γει, καὶ τὰ ἀνθρώπινα.
 [03688]  Ἦσαν δὲ καὶ πάλαι παρὰ Ἰουδαίοις τοιοῦτοι πολλοὶ, ἐκ μὲν τῆς Ἀβραμιαίας οὐ βλα στήσαντες ῥίζης, ἐξ ἑτέρων δὲ προσελθόντες ἐθνῶν, προσήλυτοι προσαγορευόμενοι, καὶ περὶ πολλοῦ τὰ θεῖα ποιούμενοι.
 [03732]  Αὐτοὺς ταῦτα λέγειν ἡ προφητεία διδάσκει, ὅτι Πάντων μοι τὰ θεῖα θυμηρέστερα, καὶ ἀξιερα στότερόν μοι τῶν ἄλλων τὸ τὸν Θεὸν θεραπεύειν·
 [03864]  Ὁ δὲ μακάριος Παῦλος διδάσκει συν τόμως, ὅσοις ἔθνεσι προσενήνοχε τὰ θεῖα κηρύγμα τα, ὥστε ἀπὸ Ἱερουσαλὴμ κύκλῳ μέχρι τοῦ Ἰλλυρικοῦ πεπληρωκέναι τὸ Εὐαγγέλιον τοῦ Χριστοῦ.
 [03884]  Καὶ ἐν Συρίᾳ δὲ, καὶ Κιλικίᾳ, καὶ Λυκαονίᾳ, καὶ Πισιδίᾳ, καὶ Ἀσίᾳ, καὶ Παμφυλίᾳ, καὶ ἐν τοῖς λοιποῖς ἅπασιν ἔθνεσιν, προτέροις Ἰουδαίοις προσ έφερον οἱ ἀπόστολοι τὰ θεῖα κηρύγματα.
 [04042]  Ταύτην τῷ ∆εσπότῃ τὴν φωνὴν καὶ οἱ παῖδες προσήνεγκαν εἰς ἔλεγχον τῶν τὰ θεῖα λόγια διδά σκειν ὑπισχνουμένων, καὶ τὴν ἀληθῆ διάνοιαν συν ιδεῖν οὐ βουλομένων.
 [04167]  οὐ γὰρ ἅπασι τὰ θεῖα λόγια προσφέρειν παρεγγυᾷ·
 [04188]  Ἀλλὰ ταῦτα πάντα περιλαβὼν ὁ Προ φήτης, καὶ τοῖς θείοις μαρτυρίοις παραβαλὼν, ἔφη σεν ἀξιέραστα εἶναι αὐτῷ τὰ θεῖα μαρτύρια, ὡς τοῖς φιλοπλούτοις ἅπαντα τοῦ πλούτου τὰ εἴδη.
 [04218]  Ὁ δὲ τὰ θεῖα πεπαιδευμένος οἶδε τοῦ βίου τὸ πρόσ καιρον.
 [04238]  Ἀλγυνόμενος τοίνυν ἐπὶ τούτοις, ἀποτρίψασθαι τὰ ὀνείδη παρακαλεῖ, ἅτε δὴ τὰ θεῖα ἐκζητήσας μαρτύρια·
 [04318]  Σφόδρα τοίνυν ὁ Προφήτης ἁρμοδίως ἀντιβολεῖ ἐπὶ τὰ θεῖα μαρτύρια τὴν καρδίαν κλιθῆναι, καὶ τῆς ἐπὶ τὸ θά τερον τὴν πεῖραν διαφυγεῖν.
 [04674]  Οἱ δὲ γνήσιοι τῆς ἀρετῆς ἐρα σταὶ τῇ περὶ τὰ ἀγαθὰ διαθέσει πληροῦν ἐπείγονται τὰ θεῖα προστάγματα.
 [04754]  Καὶ διδάσκων ὅπως τὰ θεῖα προείλετο, ἐπήγαγε·
 [05033]  Ὁ γὰρ θερμῶς περὶ τὰ θεῖα διακείμενος τἀναντία μυ σάττεται.
 [05218]  Προθεσπίσας τὰ θεῖα, προθεσπί ζει καὶ τὰ ἀνθρώπεια.
 [05953]  Ἀλλὰ θεῖα καλοῦ μεν καὶ τὰ Μωσοῦ, καὶ τὰ Ἰησοῦ, καὶ τὰ Ἠλίου θαυμάσια·
 [06277]  Οὕτω τὰ θεῖα διηγησάμενος, τὸν οἰ κεῖον ἀποκαλύπτει σκοπὸν, οὐ φιλοτιμίᾳ χρώμε νος, ἀλλ' ὠφελείας ἀρχέτυπον προτιθείς.
 [06813]  Τοῦτο μέν τοι καὶ ὁ θεῖος Ἀπόστολος ὑπομένει, καὶ ἀξίως οὐ δυνάμενος διηγήσασθαι τὰ θεῖα, διὰ πλειό νων ὀνομάτων τοῦτο πειρᾶται.
 [07128]  Ἀγγέλους μὲν, ὡς τὰ θεῖα διαπορθμεύοντας ῥήματα·
000-00-00 Serial Number=0818675339
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00004]  ἀλλ' εἰσὶν οἱ τὰ θεῖα περὶ πολλοῦ ποιού μενοι, καὶ τὴν ἱερὰν ἀκριβῶς πεπαιδευμένοι Γραφὴν, οἳ οὐ μόνον ἡμῖν οὐ νεμεσήσουσιν, οὐδὲ τοῖς φιλαι τίοις ἐκείνοις παραπλησίως ἐπιμέμψονται, ἀλλὰ καὶ ἀποδέξονται, ὡς εἰκὸς, καὶ ἐπαινέσονται, κἂν μή τι γενναῖον ἐν τοῖς συγγράμμασιν εὕρωσιν.
 [00755]  τὰ δὲ θεῖα, ἃ πάσης ἀξιοῦν θεραπείας ἐχρῆν, καὶ τριπό θητα ἔχειν, καὶ λίαν ἐπέραστα, ὡς ἄλλοις τισὶ προσ ήκοντα κατέλιπον ἀτημέλητα.
 [04619]  Ὀρθῷ χρήσασθε λογισμῷ, καὶ γένεσθε κριταὶ δίκαιοι τῶν ὑμετέρων ἐπιτηδευμάτων, καὶ μάθετε τῆς περὶ τὰ θεῖα σπουδῆς τε καὶ ῥᾳθυμίας τὸ διάφορον ὅσον.
 [04757]  Σοφίας μεστὸν τὸ τῆς προφητείας προοίμιον, καὶ τοῖς τηνικάδε τὰ θεῖα παιδευομένοις κατάλληλον·
 [05023]  ἀλλὰ γνῶσιν αὐτοῖς μαρτυρεῖ, καὶ τὴν περὶ τὰ θεῖα σπουδήν.
 [05310]  Ἐγὼ γὰρ διὰ τὴν περὶ τὰ θεῖα ὀλιγωρίαν τοὺς ἐπαλλήλους ὑμῖν θορύβους ἐπήγειρα.
 [05441]  Ἄλλως τε καὶ τὸν μὲν Κύριον πώλῳ χρησάμενον ἔγνωμεν, τὸν δὲ Ζοροβάβελ τοῦτο πε ποιηκότα οὐδεὶς ἔφη μέχρι καὶ τήμερον τῶν τὰ θεῖα συγγεγραφότων.
 [05974]  Μωσῆς μὲν ὁ μέγας ὁ νομοθέτης, πρῶτος ἡμῖν ἀνάγραπτα τὰ θεῖα καταλέλοιπε λόγια·
 [05975]  ὁ δὲ θεσπέ σιος Μαλαχίας μετὰ πάντας, τοὺς προφητείαν συγ γεγραφότας τὰ θεῖα θεσπίσματα συγγραφῇ παραδέ δωκε.
 [06147]  ἅτε δὴ κεχει ροτονημένον τῶν ἄλλων διδάσκαλον, καὶ τὰ θεῖα λό για διαπορθμεύειν πεπιστευμένον·
000-00-00 Serial Number=0687326670
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00984]  ὅπερ ἐστὶ μέ γιστος ἔλεγχος τῆς τῶν δαιμόνων καταλύσεως καὶ ἀσθενείας καὶ τοῦ μηδέποτε αὐτοὺς δυνηθῆναι θεῖα ἔργα ἐκτελεῖν.
 [01604]  Εἰ πρὸς σύστασιν τοῦ ἀληθῆ εἶναι τὴν παρὰ τῶν ὀρθοδόξων γενομένην λατρείαν τὴν τῶν θαυμάτων χάριν ἐν ταῖς αὐτῶν ἐκκλησίαις κατ' ἀρχὰς ὁ δεσπότης δεδώρηται Χριστός, διατί, ἡνίκα αἱρετικοὶ ἐν αὐταῖς λατρεύσαντες ἀπ' αὐτῶν τῶν ὀρθοδόξων ἀπέστησαν, οὐ συναπέστη τοῖς ὀρθοδόξοις ἀπὸ τῶν ἐκκλησιῶν καὶ τὰ θεῖα χαρίσματα, ἀλλ' ἡ μὲν τῆς πλάνης λα τρεία ταῖς ἐκκλησίαις ἐπεισέφρησε, τὰ δὲ πρὸς τὴν αὔξησιν τῆς ὀρθοδοξίας ὑπὸ τοῦ θεοῦ δωρηθέντα καὶ ἐπὶ τῶν αἱρετικῶν τὴν αὐτὴν ἐν ταῖς ἐκκλησίαις εἶχεν ἐνέργειαν;
 [01607]  εἰ δὲ οἱ τὰ θεῖα θαύματα ἐν ταῖς ἐκκλησίαις ἐνεργοῦντες ἅγιοί εἰσιν ἀπόστολοι προφῆται καὶ μάρτυρες, ὧν τὰ λείψανα κεῖν ται ἐν ταῖς ἐκκλησίαις, δῆλον ὅτι καὶ νῦν οἱ ὀρθόδοξοι ἐνεργοῦσι τὰ θαύματα·
 [01718]  τὸ γὰρ ἐξαργυρίζειν αὐτοῦ τὴν ἀνάστασιν καὶ κλοπὴν ταύτην ὀνομάζειν καὶ κωλύειν τοὺς ἀποστόλους ἐπὶ τῷ ὀνόματι αὐτοῦ μὴ ἐκτελεῖν θεῖα ἔργα ἐν τῇ δυνάμει τοῦ ἁγίου πνεύματος γινόμενα, οὐκ ἔστιν ἀκουσίου ἀγνοίας συγγνώμην ἐφελκομένης, ἀλλ' ἐγνωσμένης ἑκου σίου θεομαχίας τιμωρίαν ἐπισπωμένης·
000-00-00 Serial Number=0762952268
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00595]  δῆλον γὰρ οἶμαι τοῖς τὰ θεῖα πεπαιδευμένοις ὡς οὐδὲν ἐκ μεταμελείας ποιεῖν εἴωθε ὁ τῶν ὅλων Θεός·
 [01280]  τὸ τοίνυν εὐτύχηκα οὐ τοῦ Ἰακώβ ἐστι ῥῆμα, ἀλλὰ τῆς Λείας γυναικός, ὡς ἔφην, ἐν δυσσεβείᾳ τραφείσης καὶ κατὰ βραχὺ τὰ θεῖα παιδευομένης·
 [02031]  τὰ δὲ ὀστᾶ τοῦ προβάτου συντρίβουσιν οἱ κακῶς τὰ θεῖα νοοῦντες λόγια, καὶ εἰς τὴν οἰκείαν αὐτὰ πειρώμενοι μεταφέρειν ἀσέβειαν.
 [02522]  ∆ιὰ τῶν ἀνθρωπίνων τὰ θεῖα διδάσκει.
 [02853]  τοὺς δὲ ἀτελεῖς, τὰ μὲν θεῖα λόγια διὰ τῆς γλώττης προσφέροντας, διχηλεῖν δὲ οὐκ ἀνεχομένους, καὶ τῇ καμήλῳ προσεοικότας·
 [02854]  τινὰς δὲ τῶν τῆς εὐσεβείας οὐδέπω γεγευ μένους, τὰ μὲν θεῖα λόγια μὴ προσιεμένους, ἔργων
 [03838]  ὅτι γὰρ, εἰ καὶ ἰσχύν τινα εἶχον αἱ τοῦ μάντεως ἀραί, ῥᾴδιον ἦν τῷ τὰ πάντα τεκτηναμένῳ ταύτας ἀπο φῆναι ματαίας, δῆλον τοῖς τὰ θεῖα πεπαιδευμένοις.
 [04149]  ἐκέλευσε δὲ καὶ τὸν ἀκάθαρτον σὺν τῷ καθαρῷ τῶν τοιούτων ἀδιαφόρως ἀπολαῦσαι κρεῶν, διδάσκων ὡς τὰ τοιαῦτα θύματα κοινά ἐστι, καὶ οὐ θεῖα.
 [04344]  μετὰ γὰρ τὰ θεῖα δίκαιον θεραπεύειν τούτους δι' ὧν εἰς τὸ εἶναι παρήχθημεν.
000-00-00 Serial Number=0428836703
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00340]  Ἐπειδὴ τῆς ἐν πολέμοις ἀνδραγαθίας ἕνεκα χειρο τονηθῆναι αὐτοῖς ᾔτησαν βασιλέα, καὶ οὐκ εὐσεβείας χάριν, ὥστε καὶ παρ' αὐτοῦ τὰ θεῖα παιδεύεσθαι·
 [00649]  καὶ πάλιν μεμαθηκὼς τὰ θεῖα δεσμὰ, προσέθετο, φησὶν, ἀποστεῖλαι καὶ ἄλλους·
 [02762]  Ἀνδρὸς γὰρ ταῦτα μελετῶντος τὰ θεῖα, καὶ τοῦ θείου Πνεύματος ἐπισταμένου τὴν δύναμιν.
 [02943]  Εἶτα ὁρκωθεὶς τὰ θεῖα μεμήνυκε.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»