Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum θεοὺς [159]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum θεοὺς


000-00-00 Serial Number=0386256158
Commentaria in Isaiam Ante [Go Back]  
 [00360]  ἃ γὰρ ταῖς χερσὶ καὶ τοῖς δακτύλοις εἰργά ζοντο, ταῦτα θεοὺς ἐπωνόμαζον καὶ τὸ θεῖον αὐτοῖς προσέ φερον σέβας.
 [00391]  Θρηνῆσαι δὲ ἄξιον τὴν τῆς πλάνης ὑπερβολήν, ὅτι καὶ τῶν εὐτελῶν |101 a| νυκτερίδων εἰκόνας ἄνθρωποι τεκτηνάμενοι θεοὺς τὰς εἰκόνας ὠνόμαζον.
 [02134]  Καὶ ἐπερωτήσουσι τοὺς θεοὺς αὐτῶν καὶ τὰ ἀγάλματα αὐτῶν καὶ τοὺς ἐκ τῆς γῆς φωνοῦντας καὶ τοὺς ἐγγαστριμύθους.
 [03588]  καὶ αἱ πάλαι ψελλίζουσαι γλῶσσαι τρανὰ λαλοῦσι καὶ τὰ τῆς θείας εἰρήνης ποιητικά, οὐκέτι γὰρ θεοὺς ἀλλὰ θεὸν ὑμνοῦσιν.
 [04139]  Εἶτα πάλιν ἀπαριθμεῖται τὰ ἔθνη καὶ τὰς πόλεις καὶ τοὺς τούτων θεοὺς καὶ λέγει ταύτας ἁπάσας ὑπ' αὐτοῦ καὶ τῶν πατέρων καταλυθῆναι.
 [05094]  Εἶτα διδάσκει ὡς τοὺς δρυμοὺς καὶ τὰ ἐν τοῖς ὄρεσιν ἄλση δέδωκεν ὁ δημιουργὸς τοῖς ἀνθρώποις ὥστε χορηγεῖν τῷ πυρὶ τροφὴν καὶ τὰς χρείας ἐντεῦθεν πορίζειν τῷ σώματι, οἱ δὲ λαβόντες πρῖνον ἢ δρῦν ἢ πίτυν ἅπ ερ ἐφύτευσε μὲν ὁ τῶν ὅλων θεὸς τῇ δὲ τοῦ ὑετοῦ χορηγίᾳ διέθρεψεν ἵν' ἀφθόνως οἱ ἄνθρωποι τῶν σωματικῶν ἀπολαύσωσιν ἀγαθῶν, θεοὺς ἐντεῦθεν δημιουρ γοῦσιν.
 [05097]  καὶ καύσαντες ἔπεψαν ἄρτους ἐπ' αὐτοῖς, τὸ δὲ λοιπὸν εἰργάσαντο καὶ ἐποίησαν θεοὺς καὶ προσκυνοῦσιν αὐτοῖς.
 [05208]  Ἐπειδὴ γὰρ πολλοὺς εἶναι θεοὺς ὑπελάμβανον οἱ πλανώμενοι, δείκνυσιν ἑαυτὸν δ ιὰ τῶν προσκυνούντων.
000-00-00 Serial Number=0501796126
De providentia orationes decem Ante [Go Back]  
 [00039]  Ἄλλοι δὲ πάλιν, οὐδὲν ὑπὲρ τὰ ὁρώμενα νοῆσαι δυνηθέντες, ἀλλὰ τοῖς αἰσθητοῖς τὸν νοῦν ἐγκαθείρξαντες, τὰ τοῖς ὀφθαλμοῖς εἰς θεω ρίαν προκείμενα, θεοὺς προσηγόρευσαν.
 [00229]  Ἐπειδὴ γὰρ πολλὴ καὶ μεγάλη τῶν στοιχείων ἡ χρεία, καὶ πρὸς τῇ χρείᾳ, πολὺ τὸ κάλλος, καὶ ἄῤῥητος ἡ ὥρα, τὰ δοκοῦντα λυπηρὰ γίνεσθαι διὰ τούτων ὁ πάνσοφος ᾠκονόμησεν, ἵνα μὴ θεοὺς, ἀλλὰ Θεοῦ ποιήματα ταῦτα εἶναι πι στεύωμεν, ἰθυνόμενά τε καὶ κυβερνώμενα ᾗ ἂν ἐκεῖ νος ἰθύνῃ.
 [00307]  Ἡ μὲν γὰρ ἀγνοοῦσα τὸν Ποιητὴν, εἰς πολλοὺς τὸ Θεῖον διῄρει θεοὺς, καὶ τὴν μίαν προσκύ νησιν κατατέμνουσα, τοῖς μὴ οὖσι ταύτην προσ έφερεν, οὐκ ἀρνουμένη τὴν Πρόνοιαν, ἀλλὰ τούτοις αὐτὴν προσάπτουσα.
000-00-00 Serial Number=0392908156
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [02781]  Ἐποίησαν ἑαυτοῖς θεοὺς ἀργυροῦς καὶ θεοὺς χρυσοῦς .
000-00-00 Serial Number=0443876266
Eranistes Ante [Go Back]  
 [00976]  Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν;
000-00-00 Serial Number=0805559337
Graecarum affectionum curatio Ante [Go Back]  
 [00145]  Χαλκόδετος γὰρ ἡ πρὸς θεοὺς ὁδός, αἰπεινή τε καὶ τραχεῖα·
 [00487]  ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.
 [00581]  Καὶ ἑτέρωθι δέ, τοὺς ψευδωνύμους ἐξελέγχων θεοὺς καὶ τὸν Αἰγυπτίων ἐξορίζων πλάνον, ἔφη πρὸς αὐτούς·
 [00646]  Πρὸς δὲ τούτοις δείκνυσι τοὺς καλουμένους θεοὺς οὐ φύσει ὄντας θεούς·
 [00720]  ἐγὼ δὲ ξυντόμως ἐρῶ, ὡς Αἰγύπτιοι καὶ Φοίνικες καὶ τῶν Ἑλλήνων οἱ ποιηταὶ καὶ φιλόσοφοι ἢ τὰ ὁρώμενα στοιχεῖα θεοὺς ὑπετόπασαν ἢ ἀνθρώπων τοὺς εὖ τι πεποιηκότας καὶ ἔν τισι πλεονεκτήμασι διαπρέψαντας [2.98] θεοὺς ἀνηγόρευσαν καὶ τεθνεῶσι ναοὺς ἐδομήσαντο·
 [00776]  [3.6] Ὡς δέ φησιν ὁ Σικελιώτης ∆ιόδωρος, Αἰγύπτιοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὠνόμασαν πρῶτοι καὶ ἐκάλεσαν τὸν μὲν ἥλιον Ὄσιριν, τὴν δὲ σελήνην Ἶσιν·
 [00780]  ἅτε οὖν αὐτὰ ὁρῶντες ἰόντα δρόμῳ καὶ θέοντα, ἀπὸ ταύτης τῆς φύσεως, τῆς τοῦ θεῖν, θεοὺς αὐτοὺς ἐπονομάσαι.
 [00831]  Καὶ οὐκ ἀπέχρησεν αὐτοῖς εἰς ἀσέβειαν ἡ τῆσδε τῆς ἀφροσύνης ἀπό νοια, ἀλλὰ καὶ πτηνῶν καὶ τετραπόδων καὶ ἑρπετῶν κατασκευά σαντες δείκηλα, θεοὺς καὶ ταῦτα κεκλήκασι·
 [00832]  καὶ ἅπερ ζῶντα κτείνουσιν ὡς ἰοβόλα τε καὶ ὀλέθρια, τούτων τὰς εἰκόνας θεοὺς σωτῆρας ὠνόμασαν.
 [00833]  [3.23] Ἀλλ' ἐπανέλθωμεν ἐπ' ἐκεῖνο, ὃ τούσδε ἡμῖν τοὺς λόγους γεγέννηκεν, ὅτι πρώτους θεοὺς ἐνόμισαν καὶ Αἰγύπτιοι καὶ Φοί νικες καὶ μέντοι καὶ Ἕλληνες ἥλιον καὶ σελήνην καὶ γῆν καὶ ἄστρα καὶ τἄλλα στοιχεῖα·
 [00836]  Καὶ γὰρ δὴ καὶ τὸν Κρόνον ἄνθρωπον εἶναι Σαγχωνιάθων ἔφησε καὶ γυναῖκα τὴν Ῥέαν τὴν ἐκείνου ὁμόζυγα καὶ τὸν ∆ία καὶ τὴν Ἥραν ἐκείνων γε παῖδας, εἶτα εὐεργεσιῶν τινων ἄρξαντας καὶ δεξαμένους τοῦ βίου τὸ τέλος, θείας παρὰ Φοινίκων ἀξιωθῆναι τιμῆς, καὶ θεοὺς ἀναγορευθῆναι καὶ βωμοῖς καὶ θυσίαις καὶ ἐτη [3.26] σίοις τιμηθῆναι δημοθοινίαις.
 [00841]  Ἀλλ' ὅμως οὐδὲν ἧττον Ἕλληνες, καὶ ταῦτα μεμαθηκότες, καὶ τὸν Ἡρακλέα καὶ τὸν Ἀσκληπιὸν θεοὺς ὀνομάζουσι, καὶ πρὸς τούτοις καὶ τοὺς Τυνδάρεω παῖδας Κάστορα καὶ Πολυδεύκην, οὓς ∆ιοσκόρους προσαγορεύουσι, καίτοι οὐδὲ παλαιοτάτους ὄντας, ἀλλὰ τοῖς Ἀργοναύταις ξυμπλεύσαν [3.29] τας.
 [00860]  Καὶ οὐκ ἐρυθριᾷ ὁ φιλόσοφος πιστεύειν κελεύων τοῖς τὰ τοιαῦτα μυθολογοῦσι καὶ ἀκολάστους ἡμῖν θεοὺς καὶ πατραλοίας καὶ παιδοκτόνους εἰσ άγουσιν.
 [00902]  Καὶ οὐκ αἰσχύνονται τῆς μὲν ἀκολασίας κατηγοροῦντες καὶ τοὺς ταύτης ἐργάτας κολάζοντες, πάλιν δ' αὖ ταύτην γεραί [3.50] ροντες ὡς θεόν, καὶ νόμῳ μὲν τιμωροῦντες τοὺς ἑταιροῦντας καὶ τὰς πορνευομένας, τοὺς δὲ τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνὰς κατασφάττοντες, καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους ἀνασκολοπί ζοντες καὶ ἀποτυμπανίζοντες, τὰ δέ γε τούτων αἴτια τῶν ἁμαρτάδων, τὴν ἐπιθυμίαν καὶ τὸν θυμὸν καὶ τὴν μέθην, θεοὺς οὐρανίους προσαγορεύοντες καὶ θεῖον αὐτοῖς ἀπονέμοντες σέβας, καὶ τοὺς μὲν νόμους ἅπαντας διὰ τάδε τιθέντες τὰ πάθη, αὐτὰ δέ γε τὰ πάθη νόμῳ τιμᾶσθαι κελεύοντες, καὶ τὴν ἀρετὴν δι' ἑτέρων μὲν λόγων θαυμάζοντες, ἐν δέ γε τούτοις ὡς περιττὴν [3.51] ἐξελαύνοντες.
 [00926]  ἐπειδὴ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν, Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν, ἔφυγε καὶ μετεχώρησεν ὁπουδήποτε τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ Ἄρσαλον σκιρροὺς θεοὺς προσαγο ρεῦσαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι ἰδίᾳ καὶ δημοσίᾳ [3.58] Λυκίους.
 [00941]  Τοιγάρτοι ὁ Πορφύριος δῆλός ἐστι τοὺς ὑπὸ τοῦ ποιητοῦ θεοὺς καλουμένους πονηροὺς δαίμονας ὀνομάζων.
 [00970]  ἀναφανδὸν γὰρ τούτους ἔφησεν ὁ τῆς ἀληθείας ἀντίπα λος μήτε θεοὺς μήτε ἀγαθοὺς δαίμονας εἶναι, ἀλλὰ τοῦ ψεύδους [3.70] διδασκάλους καὶ πονηρίας πατέρας.
 [00980]  Τούτοις καὶ νεὼς ἐδο μήσαντο καὶ βωμοὺς προσῳκοδόμησαν καὶ θυσίαις ἐτίμησαν καὶ εἴδη τινὰ καὶ εἰκάσματα ἐκ ξύλων καὶ λίθων καὶ τῶν ἄλλων ὑλῶν διαγλύψαντες, θεοὺς προσηγόρευσαν τὰ χειρόκμητα εἴδωλα καὶ τὰ τῆς Φειδίου καὶ Πολυκλείτου καὶ Πραξιτέλους τέχνης ἀγάλ [3.72] ματα τῆς θείας προσηγορίας ἠξιώσαν.
 [01039]  οὐ μὴν θεοὺς τούτους ὀνομάζο μεν οὐδὲ θεῖον αὐτοῖς ἀπονέμομεν σέβας οὐδὲ μερίζομεν εἰς τὸν ὄντα Θεὸν καὶ τούτους τὴν θείαν προσκύνησιν, ἀλλὰ τούτους [3.89] τιμιωτέρους μὲν ἀνθρώπων, ὁμοδούλους δὲ εἶναί φαμεν.
 [01236]  θεοὺς δὲ καὶ δαίμονας κέκληκεν, οὓς ἡμεῖς ἀγγέλους προσαγορεύομεν, καὶ τούτους γε λειτουργοὺς ἔφησεν [4.36] εἶναι τοῦ τῶν ὅλων Θεοῦ.
 [01551]  { } Οὐκ ἄρα, ἦν δ' ἐγώ, ἀποδεκτέον οὔτε Ὁμήρου οὔτε ἄλλου ποιητοῦ ταύτην τὴν ἁμαρτίαν ἀνοήτως περὶ τοὺς θεοὺς ἁμαρτάνοντος καὶ λέγοντος, ὡς δύο πίθοι κατακείαται ἐν ∆ιὸς οὔδει κηρῶν ἔμπλειοι, ὁ μὲν ἐσθλῶν, αὐτὰρ ὁ δειλῶν·
 [01916]  Τὸν δὲ ἡγού μενον θεοὺς μὲν εἶναι, μὴ φροντίζειν δὲ τῶν ἀνθρωπίνων πραγμά των, παραμυθητέον ὧδε·
 [01917]  ὦ ἄριστε, δὴ φῶμεν, ὅτι μὲν ἡγῇ θεοὺς εἶναι, ξυγγένειά τις θεία πρὸς τὸ ξύμφυτόν σε ἄγει τιμᾶν καὶ νομίζειν εἶναι·
 [02116]  Πανταχῇ γὰρ ἔστιν εὑρεῖν τοὺς καλουμένους θεοὺς ἐρῶν τας καὶ λυττῶντας καὶ θορνυμένους, καὶ τὸν μὲν πατέρα τῶν θεῶν ἀετῷ καὶ ταύρῳ καὶ κύκνῳ προσεικασμένον καὶ τόνδε τὸν τρόπον ταῖς ἐρωμέναις μιγνύμενον, τὸν δὲ λόγιον Ἑρμῆν τρά γον γινόμενον καὶ τὸν τραγοσκελῆ καὶ αἰγόκερων Πάνα παιδο [7.9] ποιοῦντα.
 [02144]  τῇ Αἰγυπτίᾳ προσ ενήνοχε νόσῳ, θύειν μὲν διὰ τὴν τῶν θυόντων ἀσθένειαν ξυγχω ρήσας, τὰ δὲ σεβόμενα παρ' αὐτῶν ἱερατεύειν κελεύσας, ἵνα τῷ [7.19] θύειν μάθωσι μὴ θεοὺς νομίζειν τὰ ὡς ἱερεῖα θυόμενα.
 [02231]  Οὗτος περὶ τοῦ δεῖν ἐμψύχων ἀπέχεσθαι πολλοὺς λόγους ξυγγεγραφώς, εἰσήγαγε τὸν Θεόφραστον λέγοντα, ὅτι οἱ πάλαι ἄνθρωποι οὔτε λιβανωτὸν οὔτε ἄλλο θῦμα προσέφερον, ἀλλὰ χλόης οἷόν τινα τῆς γονίμου φύσεως χνοῦν ταῖς χερσὶν ἀράμενοι κατέκαον, ταύτῃ τοὺς φαινομένους οὐρανίους θεοὺς [7.39] τῇ θυσίᾳ δεξιούμενοι.
 [02234]  Εἶτα πολλοὺς λόγους διεξελθών, ἔφη μὴ χρῆναι θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας·
 [02267]  ἐγραψάτην γὰρ αὐτὸν Ἄνυτός τε καὶ Μέλητος, ὡς εἶναι θεοὺς οὐ νομίζοντα.
 [02336]  δεῖ γὰρ τουτουσὶ τοὺς θεοὺς καὶ τραύματα ἔχειν καὶ ἰατρούς·
 [02347]  [8.25] Καὶ μέντοι καὶ τοὺς Τυνδαρίδας θεοὺς ἐκάλεσαν Ἕλληνες καὶ ∆ιοσκούρους ὠνόμασαν καὶ Ἐφεστίους καὶ Ἄνακας·
 [02360]  [8.29] Τί δήποτε τοίνυν οἱ τοσούτους νεκροὺς ὠνομακότες θεοὺς νε μεσᾶτε ἡμῖν, οὐ θεοποιοῦσιν, ἀλλὰ τιμῶσι τοὺς μάρτυρας, ὡς Θεοῦ γε μάρτυρας καὶ εὔνους θεράποντας;
 [02504]  [8.62] Καίτοι τινὲς τῶν ἀνοήτων καὶ θεοὺς σφᾶς ἀνηγόρευσαν καὶ νεὼς ἑαυτοῖς ἐδομήσαντο.
 [02818]  Τὴν γὰρ δὴ τάξιν καταλιπόντες, ἣν ἔλαχον, καὶ τὴν ἡμερωτάτην τοῦ πεποιηκότος ἀποδράσαντες δεσποτείαν, ἥρπασαν μὲν τὴν τυραννίδα, τὸ δὲ θεῖον ὄνομα σεσυληκότες, θεοὺς σφᾶς αὐτοὺς προσηγόρευσαν καὶ τὸ θεῖον σέβας σφίσι προσφέρειν τῶν ἀνθρώπων τοὺς ἀνοήτους ἀνέπεισαν·
 [02828]  Τὸ μὲν οὖν ἐφεστάναι τοῖς χρη στηρίοις μὴ θεοὺς οἷς ἀπηλλάχθαι τῶν περὶ γῆν προσῆκόν ἐστιν, ἀλλὰ δαίμονας ὑπηρέτας θεῶν, οὐ δοκεῖ μοι κακῶς ἀξιοῦσθαι·
 [02854]  Ὅτι δὲ τοὺς αὐτοὺς καὶ θεοὺς ὀνομάζει καὶ ἀστρολογίαν μᾶλλον αὐτοῖς ἢ θείαν πρόγνωσιν μαρτυρεῖ, ἐν αὐτῷ δεδήλωκε τῷ ξυγγράμματι·
 [02858]  [10.14] Ἀλλ' οὓς ἐνταῦθα θεοὺς προσηγόρευσε, πάλιν ἔφη μὴ εἶναι θεοὺς ἐν τούτῳ γε καὶ οὐκ ἐν ἄλλῳ τῳ ξυγγράμματι·
 [02859]  τοῦ γάρ τοι Ἀπόλλωνος τεθεικὼς τὸν χρησμόν, ὃς διδάσκει, πῶς χρὴ τοῖς ἐπιχθονίοις, πῶς δὲ τοῖς ὑποχθονίοις θύειν θεοῖς, καὶ πῶς μὲν τοῖς ἐναλίοις, πῶς δὲ τοῖς ἐπουρανίοις καὶ αἰθερίοις, διελέγ [10.15] χει τοῦτον ὡς οὐκ εὖ ἔχοντα τὸν χρησμόν, μὴ χρῆναι φάσκων θεοὺς ὑπολαμβάνειν τοὺς ταῖς διὰ ζῴων θυσίαις χαίροντας·
 [02872]  Τοὺς θεοὺς γὰρ ἔφη διαμαρτύ ρομαι, ὡς οὐδὲν οὔτε προστέθεικα οὔτε ἀφεῖλον τῶν χρησθέντων νοημάτων εἰ μή τι λέξιν ἡμαρτημένην διώρθωσα ἢ πρὸς τὸ σαφέσ τερον μεταβέβληκα ἢ τὸ μέτρον ἐλλεῖπον ἀνεπλήρωσα.
 [02882]  [10.21] Ὅτι δὲ καὶ ἀναγκαζομένους ὑπ' ἀνθρώπων καὶ τοὺς χρησμο λόγους θεοὺς προλέγειν φησὶν ὁ Πορφύριος, ἃ προλέγουσιν, εὐπετὲς τῷ βουλομένῳ μαθεῖν ἐξ ἐκείνου αὐτοῦ τοῦ ξυγγράμμα τος, ὃ Περὶ τῆς ἐκ λογίων φιλοσοφίας ἐπέγραψε·
 [03166]  Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῆς γῆς·
000-00-00 Serial Number=0114247918
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00103]  Καὶ τούτου μὲν ἐν τύπῳ ∆ιὸς εἰκόνα κατασκευάσαν τες, τῆς δέ γε Ἑλένης ἐν τῷ εἴδει τῆς Ἀθηνᾶς, ταύταις ἐθυμίων καὶ ἔσπενδον, καὶ ὡς θεοὺς προσ εκύνουν, Σιμωνιανοὺς ἑαυτοὺς ὀνομάζοντες.
 [00406]  Καὶ τὸ μὲν πρῶτον ἀγέννη τον λέγουσι, καὶ ὀνομάζουσι τρεῖς θεοὺς, τρεῖς λό γους, τρεῖς νοῦς, τρεῖς ἀνθρώπους.
 [00543]  Οὗτοι τὸν ἥλιον καὶ τὴν σελήνην θεοὺς ὀνομάζουσι, ποτὲ μὲν αὐτὸν ἀποκαλοῦντες Χριστὸν, καὶ τούτου τεκμήριον ἱκανὸν παρέχουσι, τὸ τὸν ἥλιον ἐκλείπειν·
 [01665]  Ἐπειδὴ γὰρ οἱ ἐμβρόντητοι, τῶν Ἑβραϊκῶν ὀνομάτων οὐκ ἐγνωκότες τὴν σημασίαν, διαφόρους ἐνόμισαν εἶναι θεοὺς, τὸν Ἀδωναῒ, καὶ τὸν Ἐλωῒ, καὶ τὸν Σαβαὼθ, προὔργου νομίζω τί σημαίνει τούτων ἕκα στον κατὰ τὴν Ἑλλάδα γλῶτταν ἐπιδεῖξαι τοῖς ἀγνοοῦσι.
 [01676]  Ταῦτα μὴ νενοηκότες οἱ παρα πλῆγες θεοὺς διαφόρους ἐκάλεσαν.
 [02641]  Ἐπὶ θεοὺς γὰρ, ἔφη, τῶν πατέρων αὑτοῦ οὐ συνήσει, καὶ θεὸν Μαζουρὶμ ἐπὶ τόπῳ ἑαυτοῦ δοξάσει·
000-00-00 Serial Number=0194468796
Historia ecclesiastica Ante [Go Back]  
 [03235]  Εἴ τις δὲ μερίσῃ θεὸν τὸν πατέρα λέγων καὶ θεὸν τὸν υἱὸν καὶ θεὸν τὸ πνεῦμα τὸ ἅγιον, καὶ διισχυρίσαιτο θεοὺς λέγεσθαι καὶ οὐχὶ [302] θεὸν διὰ τὴν μίαν θεότητα καὶ δυναστείαν, ἥνπερ εἶναι πιστεύομεν καὶ οἴδαμεν, τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, θεὸν ἕνα, ὑπεξελόμενος δὲ τὸν υἱὸν καὶ τὸ πνεῦμα τὸ ἅγιον, ὡς μόνον ὑπονοήσει τὸν πατέρα θεὸν λέγεσθαι ἢ πιστεύεσθαι ἕνα θεόν, ἀνάθεμα ἔστω.
000-00-00 Serial Number=0372446299
Interpretatio in Danielem Ante [Go Back]  
 [00412]  [81.1296] Καὶ τῷ μὲν ἑνικῷ ὀνόματι τὸ πλῆθος ἐκβάλλει τῶν οὐκ ὄντων θεῶν, τῇ δὲ ἐν οὐρανῷ διαγωγῇ τοὺς κάτω φαινομένους δείκνυσιν οὐ θεοὺς, ἀλλ' ἀπάτην ἀφορμὴν ἔχουσαν τῶν ἀνθρώπων τὴν τέχνην.
 [00639]  οὗτος δὲ θεοὺς τὰ εἴδωλα προσηγόρευσεν·
 [00704]  οὓς γὰρ νομίζεις θεοὺς, οὐ νομίζουσι, καὶ τὴν προσ [81.1320] ήκουσαν λατρείαν τοῖς ὑπὸ σοῦ προσκυνουμένοις θεοῖς οὐ προσφέρουσι·
 [00895]  καὶ οἱ νῦν πολλοὺς προσκυνοῦντες θεοὺς, τῶν μὲν οἰκείων θεῶν γνώσονται τὴν ἀσθένειαν, τὴν δὲ σὴν προσκυνήσουσι δύναμιν.
 [01503]  Καὶ ᾔνεσαν τοὺς θεοὺς τοὺς χρυσοῦς, καὶ ἀρ γυροῦς, καὶ χαλκοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους.
 [01504]  Κραιπαλῶν γὰρ ὁ παμμίαρος, καὶ τοῖς θείοις σκεύεσιν ἐντρυφῶν, λήθην μὲν ἔσχε τοῦ τῶν ἁπάντων ∆εσπότου, ὕμνοις δὲ τοὺς οὐκ ὄντας ἐγέραιρε θεοὺς, ἐξ ὕλης ἀψύχου πεποιημένους, καὶ οὐδὲ ἀπὸ τῆς τέχνης τὸ ἐνεργεῖν ἠρανισμένους·
 [01622]  Εἶτα τὴν τῆς ἀσεβείας ὑπερβολὴν τραγῳδῶν, Καὶ τοὺς θεοὺς, φησὶ, τοὺς χρυσοῦς, καὶ ἀργυροῦς, καὶ χαλ κοῦς, καὶ σιδηροῦς, καὶ ξυλίνους, καὶ λιθίνους ᾔ νεσας.
 [01627]  Σὲ δὲ οὐδὲ τοῦτο ἔπεισε συν ιδεῖν τὸ δέον, ἀλλὰ τοὺς μὲν θεοὺς ὠφελεῖν μὴ δυναμένους αἰνῶν διατελεῖς.
 [02556]  Ἠσεβήσαμεν δὲ, ἄλλους ἀντὶ σοῦ θεοὺς προελόμενοι, ἀψύχους, ἀναισθήτους, οὐδεμίαν κεκτη μένους ἰσχύν.
 [03171]  Καί γε τοὺς θεοὺς αὐτῶν μετὰ τῶν χωνευτῶν αὐτῶν, πᾶν σκεῦος ἐπιθυμητὸν αὐτῶν, ἀργυρίου καὶ χρυσίου, μετ' αἰχμαλωσίας εἰσοίσει εἰς Αἴγυπτον, καὶ αὐτὸς στήσεται ὑπὲρ βασιλέα τοῦ Βοῤῥᾶ.
 [03440]  Καὶ ἐπὶ πάντας θεοὺς τῶν πατέρων αὑτοῦ οὐ συνήσει.
 [03442]  Πῶς τοίνυν ὁ οὕτως δεισιδαίμων, ὁ οὕτως εἰδωλολάτρης, ἐπὶ θεοὺς τῶν πατέρων αὑ τοῦ οὐ συνήσει;
 [03444]  τοὺς πατρῴους γὰρ σέβων θεοὺς, τὸν ὑπὸ τῶν Ἰουδαίων προσκυνούμενον ἠρνεῖτο Θεόν.
 [03447]  Περὶ τοῦ Ἀντιχρίστου τοίνυν λέγει, ὅτι Ἐπὶ πάντας θεοὺς πατέρων αὑτοῦ οὐ συνήσει.
000-00-00 Serial Number=0270093381
Interpretatio in Ezechielem Ante [Go Back]  
 [01862]  Οὐ γὰρ μόνα τὰ τῶν ἄλλων ἐζήλωσας κακὰ, ἀλλὰ καὶ αὐτὴ ἕτερα ἐπενόη σας, ἐξ ἱματίων εἰδώλων εἰκόνας κατασκευάσασα, καὶ θεοὺς ἀναγορεύσασα, καὶ ταῦτα ἐμοῦ σοι διὰ τοῦ νόμου τὰ τοιαῦτα ἀπαγορεύσαντος.
 [01865]  Παρ' ἐμοῦ, φησὶ, τὸν ἄργυρον, καὶ τὸν χρυσὸν λαμβάνουσα, θεοὺς ἐκ τῶν ἐμῶν κατασκευάζεις δωρεῶν, καὶ τούτους τῆς ἐμῆς προείλου θεραπείας.
 [01905]  σὺ δὲ τοὺς ἁπάντων προσκυνήσασα θεοὺς, καὶ τῶν πανταχοῦ εἰδώλων τὴν θεραπείαν ἀσπαζομένη, κόρον τῆς ἀσεβείας οὐδέπω καὶ τήμερον ἔλαβες.
 [03292]  καὶ ὁμοίως τὰς πρὸς ἐμὲ συνθήκας πατήσασα, τοὺς Σύρων θεοὺς προτετίμηκε·
 [03335]  ἀλλὰ καὶ τοὺς τούτων, καὶ τοὺς ἐκείνων θεοὺς ἐθεράπευες.
 [03846]  ∆ιέλθετε εἰς νήσους Χεττιεὶμ, καὶ ἴδετε, καὶ εἰς Κηδὰρ ἀπο στείλατε, καὶ νοήσατε σφόδρα, εἰ γέγονε τοιαῦτα, εἰ ἀλλάξονται ἔθνη θεοὺς αὑτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί.
000-00-00 Serial Number=0219913363
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00184]  Προφήτας τοὺς ψευδοπροφήτας καλεῖ, ὥσπερ αὖ καὶ θεοὺς τοὺς οὐκ ὄντας θεούς.
 [00313]  Τοὺς μὲν γὰρ ἐκ ξύλου καὶ λίθου κατα σκευαζομένους θεοὺς, πατέρας ὠνόμαζον καὶ γεν νήτορας·
 [01241]  Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας.
 [01272]  Οἱ δὲ πλεῖ στοι τῶν ἀνθρώπων εἰς ἀλογίαν ἐξέπεσαν, καὶ οἱ μὲν δημιουργοῦσι θεοὺς, οἱ δὲ προσκυνοῦσι τοῖς ὑπὸ τού των γιγνομένοις.
 [01875]  Ἐπειδὴ τοὺς οὐκ ὄντας φιλεῖτε θεοὺς, τῆς πατρῴας ὑμᾶς ἐκβαλῶ γῆς, καὶ παραδώσω τοῖς πολεμίοις, ἵνα σὺν ἐκείνοις τῇ πλάνῃ δουλεύητε.
 [01898]  Εἰ ποιήσει ἑαυτῷ ἄνθρωπος θεοὺς, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί;
 [03660]  Καὶ ἐπὶ Φαραὼ, καὶ ἐπ' Αἴγυπτον, καὶ ἐπὶ τοὺς θεοὺς αὐτῆς, καὶ ἐπὶ τοὺς βασιλεῖς αὐτῆς·
000-00-00 Serial Number=0629669726
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01383]  Οἱ δὲ, τοὺς μὴ ὄντας ὡς ὄντας θεοὺς ἀναγορεύσαντες, καὶ τὸν μόνον ὄντα παρωσάμενοι·
 [01395]  πῶς οὐκ ἂν εἰσὶν πρόδηλοι, ὅτι κἂν μυρίους ἐπιγράφωνται θεοὺς τῷ λόγῳ·
 [01994]  Οὔτε γὰρ ἀλ λόφυλοι τοὺς οἰκείους καλοῦντες εἰς ἐπικουρίαν θεοὺς, τῆς παρ' αὐτῶν προνοίας ἀπέλαυσαν·
 [02733]  Μετὰ γὰρ τὴν ἐνανθρώπησιν τοῦ Θεοῦ καὶ Σωτῆρος ἡμῶν, πᾶσα ἡ γῆ καὶ θάλασσα τῷ θείῳ πεισθεῖσα κηρύγμα τι, κατέλιπε μὲν τοὺς πατρῴους θεοὺς, τοῦ δὲ Ἰα κὼβ ἐπιζητεῖ τὸν Θεόν.
000-00-00 Serial Number=0060251713
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00419]  Οἱ δὲ Ἑβδομήκοντα θεοὺς ὀνομάζουσι τοὺς ἄρχειν λαχόντας, καὶ κρίνειν πεπιστευμένους, ὅπερ ἴδιον μόνου Θεοῦ.
 [00422]  ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ·
 [01878]  οὐ τρεῖς θεοὺς λέγων, ἄπαγε·
 [04965]  Ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ.
 [04966]  Τοὺς Ἰουδαίων ἄρχοντας θεοὺς, ὡς τὸ κρίνειν πεπιστευμένους, ὠνόμασεν.
000-00-00 Serial Number=0476452529
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00158]  Συνέσεως Αἰθὰμ τῷ Ἰσραηλίτῃ, Ὁ μακάριος ∆αβὶδ σηκοῖς τετιμημένους ὁρῶν τοὺς [80.1576] ψευδωνύμους θεοὺς, μόνην δὴ τοῦ Θεοῦ τὴν κι βωτὸν ἀγέραστον διαμένουσαν, ὑπέσχετο τὸν θεῖον οἰκοδομήσειν νεών.
 [00214]  Υἱοὺς Θεοῦ καλεῖ τοὺς θεοὺς, ὡς υἱοὺς ἀνθρώπων τοὺς ἀν θρώπους.
 [00215]  Καλεῖ δὲ θεοὺς, οὐχ ὡς ὄντας, ἀλλ' ὡς παρὰ τοῖς ἀπίστοις νομιζομένους.
 [00884]  Οὐκέτι γὰρ οἱ ἄνθρω ποι, νῦν μὲν τούτους, νῦν δὲ ἐκείνους τοὺς θεοὺς προσκυνοῦσιν, ἀλλὰ τῷ ἀληθινῷ Θεῷ τὸ σέβας προσφέρουσιν.
 [02603]  καὶ αὐτοὺς δὲ τοὺς καλουμένους θεοὺς νεκροὺς οὐκ ἄν τις ἁμάρτοι προσαγορεύσας.
 [05876]  καὶ ἐπειδὴ θεοὺς ὠνόμασεν, ἀνέδειξεν αὐτοὺς μετὰ τοῦ πράγματος καὶ τῆς προσηγορίας ἐρή μους.
 [05892]  Τοὺς γὰρ λόγου μετέχοντας, καὶ θεοὺς ὑπολαμβάνοντας τὰ ζωῆς ἐστερημένα καὶ λόγου, δίκαιον τῆς ἐκείνων μετασχεῖν ἀλογίας.
 [05927]  Καλεῖ τοίνυν θεοὺς τοὺς ἱερωσύνῃ τετι μημένους, τοὺς υἱοὺς Θεοῦ χρηματίσαντας.
 [05937]  Τούτους θεοὺς ἐκάλεσεν, ὡς υἱοὺς Θεοῦ χρηματί σαντας.
000-00-00 Serial Number=0041509748
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00285]  Καθὼς ἀγαπᾷ γὰρ, φησὶν, ὁ Θεὸς τοὺς υἱοὺς Ἰσραὴλ, καὶ αὐτοὶ ἀποβλέπουσιν εἰς θεοὺς ἀλλοτρίους, καὶ φιλοῦσι πέμματα μετὰ σταφίδων.
 [01290]  Πρόσθετε δὲ ἐκείνοις τοῖς λόγοις, τὸν Σωτῆρα καὶ εὐ εργέτην ἀντιβολοῦντες, ὡς Οὐκέτι οὐδενὶ ἀνθρώπων θαῤῥήσομεν, οὐκ Ἀσσυρίοις, οὐκ Αἰγυπτίοις, οὐχ ἵππων πλήθει, οὔτε μὴν θεοὺς νομιοῦμεν τὰ χειρό κμητα εἴδωλα.
 [04409]  Ἐπιφανήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ, ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
 [04420]  Καὶ ἐξολο [81.1852] θρεύσει ἅπαντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς, καὶ προσκυνήσουσιν αὐτῷ ἕκαστος ἐκ τοῦ τόπου αὑτοῦ, πᾶσαι αἱ νῆσοι τῶν ἐθνῶν.
 [04509]  καθαρὸν δὲ χεῖλος, τὸ μὴ θεοὺς, ἀλλὰ Θεὸν ὀνομάζον.
 [06168]  Καὶ ἐπετήδευσεν εἰς θεοὺς ἀλλοτρίους.
000-00-00 Serial Number=0092859089
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00117]  Ἐπιφα νήσεται Κύριος ἐπ' αὐτοὺς, καὶ ἐξολοθρεύσει πάντας τοὺς θεοὺς τῶν ἐθνῶν τῆς γῆς.
000-00-00 Serial Number=0136748075
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00200]  Εἰ τότε ἄφθονος ἕκαστος δείκνυται, ὅτε τοῖς πλησίον εὖ ποιεῖ, πῶς οὐ φθονερὸς ὁ θεός, πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιήσας;
 [00384]  Εἰ ἄγγελος τοῦ οὐρανοῦ ἀνώτερος καὶ θεοὺς ἡ γραφὴ τοὺς ἀνθρώπους ὀνομάζει, πῶς οὐχ ἁρμόζει καὶ τοὺς ἀγγέλους θεοὺς ὀνομάζεσθαι;
 [00983]  εἰ γὰρ εὐπόρει ὁ ἑλληνισμὸς θείας δυνάμεως, ὑπερμαχούσης αὐτοῦ καταλυομένου, οὐκ ἂν τῇ ἀνθρω πίνῃ δυνάμει ἐχρήσατο, σῴζειν ἐν αὐτῇ μάτην προσδοκήσας καὶ ἑαυτὸν καὶ τοὺς θεοὺς αὑτοῦ ἐκ τῆς καταλύσεως·
 [01289]  Εἰ τότε ἄφθονος δείκνυται ἕκαστος, ὅτε, ὅπερ ἐπίσταται καὶ δύναται καλὸν ποιεῖν, τοῖς πλησίον χαρίζεται, πῶς οὐ φθονερὸς ὁ θεὸς πάντας δυνάμενος ποιῆσαι θεοὺς καὶ μὴ ποιή σας;
 [01297]  ἔτι δέ, εἰ θεοὺς μόνον ἐποίει ὁ θεός, τὸν κόσμον οὐκ ἂν ἐποίει·
 [01581]  Εἰ τὰς τῶν ἀλόγων θυσίας ὁ θεὸς ἐν τῷ νόμῳ προσέταξε γίνεσθαι, ὥστε ταύταις τὴν περὶ αὐτὸν τοὺς ἀνθρώπους τιμὴν ἐπιδείκνυσθαι, πῶς διὰ τὸ θύειν ἀνθρώπους Ἕλληνες δεί κνυνται [τοῖς] ἑαυτῶν [θεοῖς] ἀσεβέστεροι (ὅπερ φάσκουσιν ὑπὸ τῶν παλαιῶν γεγονέναι χάριν τοῦ πλείονος τιμῆς τοὺς παρ' αὐτοῖς νομι ζομένους θεοὺς ἀξιοῦσθαι), μειζόνως αὐτοὺς τῇ τῶν λογικῶν θυσίᾳ τιμῶντες;
 [02167]  Εἰ ὁ ἄγγελος τοῦ ἀνθρώπου ἀνώτερος καὶ θεοὺς τοὺς ἀνθρώπους ἡ γραφὴ ὀνομάζει, πῶς οὐχ ἁρμόττει καὶ τοὺς ἀγγέλους θεοὺς παρ' ἡμῶν ὀνομάζεσθαι;
 [02202]  ἐκβάλ λουσι δὲ αἱ γραφαὶ αἱ τοῦτον καταγγέλλουσαι τοὺς τῶν Ἑλλήνων θεοὺς τοῦ εἶναι θεούς.
 [02203]  εἰ ἀλλάξουσι φασί τὰ ἔθνη τοὺς θεοὺς αὐτῶν, καὶ αὐτοὶ οὐκ εἰσὶ θεοί·
000-00-00 Serial Number=0098770082
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00504]  καὶ γὰρ τὰ εἴδωλα τῶν ἐθνῶν θεοὺς ὠνομάκασι·
 [00733]  καὶ ὁ Θεὸς ἔστη ἐν συνα [46] γωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρινεῖ .
 [00738]  οὕτω καὶ ὁ νομο θέτης ἔφη, θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντας τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς ·
 [01271]  Ἀτελεῖς ἦσαν καὶ δυσσεβοῦς ἀνδρὸς θυγατέρες, τὰ ξόανα θεοὺς ὀνομά ζοντος.
 [01879]  Ἵνα μὴ μόνον τοὺς αἰγυπτίους, ἀλλὰ καὶ τοὺς ἐκείνων μισήσωσι θεοὺς [111] ὡς τοιαῦτα παρ' αὐτῶν πεπονθότες·
 [02303]  ΛΙ Πῶς νοητέον τὸ θεοὺς οὐ κακολογήσεις ;
 [02306]  εἰπὼν γάρ, ὁ Θεὸς ἔστη ἐν συναγωγῇ θεῶν, ἐν μέσῳ δὲ θεοὺς διακρίνει , ἐπήγαγεν·
 [02316]  οὕτω καὶ ἐνταῦθα, θεοὺς οὐ κακολογήσεις καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς .
 [02396]  ποίησον ἡμῖν θεοὺς οἳ προ πορεύσονται ἡμῶν ·
 [02643]  τὰ ἄλλα δὲ ἀκάθαρτα προσηγόρευσεν, ἵνα τὰ μὲν ὡς ἀκάθαρτα βδελυττόμενοι μὴ θεοποιήσωσι, τὰ δὲ ὡς θύοντες μὴ θεοὺς ὑπολάβωσιν·
 [04019]  μὴ τοίνυν ὑπο [231] λάβῃς θεοὺς τοὺς ὑπὸ τοῦ Θεοῦ τῶν ὅλων ἀφορισθέντας ὥστε ταῖς χρείαις τῶν ἀνθρώπων διακονεῖν.
 [04022]  εἶτα δεδίττεται αὐτοὺς ταῖς ἀπειλαῖς, ὡς εἰ τολμή σαιεν τὸν θεῖον παραβῆναι νόμον, καί τινος τῶν ὄντων ὁμοίωμα κα τασκευάσαι καὶ θεοποιῆσαι, εἰς πᾶσαν αὐτοὺς διασπερεῖ τὴν γῆν, καὶ ὡς δουλεύοντες τοὺς ψευδωνύμους θεοὺς προσκυνήσουσιν.
 [04132]  θεοὺς, γάρ φησιν, οὐ κακολο γήσεις, καὶ ἄρχοντα τοῦ λαοῦ σου οὐκ ἐρεῖς κακῶς .
 [04133]  καὶ ἔνθα δὲ εἶπον οἱ ἑβδομήκοντα, ἄξεις αὐτὸν εἰς τὸ κριτήριον , οἱ δὲ περὶ τὸν Ἀκύλαν καὶ τὸν Σύμμαχον ἄξεις αὐτὸν πρὸς τοὺς θεοὺς ἡρμήνευσαν, θεοὺς τοὺς κριτὰς ὀνομάσαντες·
 [04463]  ἀλλ' οἱ μὲν τοὺς οὐκ ὄντας τετιμηκότες θεοὺς οὐκ ἀπεφήνατε θεούς.
 [05135]  ᾑρέ τισαν θεοὺς κενοὺς ὡς ἄρτον κρίθινον .
 [05137]  ὥσπερ γὰρ ἀνόητος ὁ τῶν πυρίνων ἄρτων προτιμῶν τοὺς κριθίνους, οὕτως ἄγαν ἐμβρόντητος, ὁ τοὺς ψευδωνύμους θεοὺς τοῦ ἀληθινοῦ προτιθείς.
 [05223]  οὐ προσθήσω, γάρ φησιν, ἔτι σῶσαι ὑμᾶς, βαδίζετε καὶ βοᾶτε πρὸς τοὺς θεοὺς οὓς ἐξελέ ξασθε ἑαυτοῖς, καὶ αὐτοὶ σωσάτωσαν ὑμᾶς ἐν καιρῷ θλίψεως ὑμῶν .
 [05224]  ἐπειδὴ τοίνυν καὶ τὰς οἰκείας ὡμο λόγησαν παρανομίας καὶ μετέστησαν τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ ἐλάτρευσαν Κυρίῳ, τῆς παρ' αὐτοῦ βοηθείας ἀπήλαυσαν.
000-00-00 Serial Number=0869137168
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00229]  Ὁ γὰρ θειότατος Σαμουὴλ παρῄνεσεν αὐτοῖς ἐπι στρέψαι πρὸς Κύριον ἐν ὅλῃ τῇ καρδίᾳ, καὶ ἐξ ᾶραι τοὺς θεοὺς τοὺς ἀλλοτρίους ἐκ μέσου αὐτῶν, καὶ τὰ ἄλση.
 [00593]  Καὶ γὰρ τοὺς ψευδοπροφήτας προφήτας ὠνόμαζον, καὶ θεοὺς τοὺς ψευδωνύμους θεούς.
 [00954]  Οὕτω τοὺς οὐκ ὄντας θεοὺς ὀνομάζει θεοὺς καὶ ὁ Κύριος γὰρ ἡμῶν παρὰ πάντας τοὺς θεούς·
 [02779]  Οὔτε ὁ Θεὸς βούλεται, φησὶ, τιμᾶσθαι τοὺς ψευδωνύμους θεοὺς, οὔτε αὐτοὶ τὸν ἀληθινὸν προσκυνεῖσθαι Θεόν.
 [02873]  Ἐπειδὴ γὰρ τοιούτους εἶναι τοὺς οἰκείους θεοὺς ὑπελάμβανον, ᾠήθησαν καὶ τὸν ἀληθινὸν τῶν ὅλων δημιουργὸν μερικὸν εἶναι Θεόν.
 [03550]  Καὶ προσέθηκεν Ἄχαζ ἀποστῆναι ἀπὸ τοῦ Κυρίου, καὶ εἶπεν ὁ βασιλεὺς Ἄχαζ, Ζητήσω τοὺς θεοὺς ∆αμασκοῦ τοὺς τύπτοντάς με·
 [03652]  Ἐπ' ἀλη θείας γὰρ, Κύριε, ἠρήμωσαν βασιλεῖς Ἀσσυρίων καὶ τὰ ἔθνη, καὶ τὴν γῆν αὐτῶν, καὶ ἔδωκαν τοὺς θεοὺς αὐτῶν εἰς τὸ πῦρ.
 [04397]  Τῶν γὰρ ἡττη θέντων τοὺς θεοὺς, οὓς μετὰ τῶν λαφύρων ἐκόμισεν, ὡς δοτῆρας τῆς νίκης ἐτίμησε, καὶ ἱερουργίαις ἐγέραιρεν.
 [04399]  Εἶπε γὰρ αὐτῷ, Τί ἐζήτησας τοὺς θεοὺς τοῦ λαοῦ, οἳ οὐκ ἐξείλοντο τὸν λαὸν αὑ τῶν ἐκ χειρός σου;
 [04478]  Ξένα γὰρ εἰσήγαγεν ἔθη, καὶ τοὺς τῶν ἄλλων ἐθνῶν θεοὺς παρ εσκεύασε σέβειν.
 [04486]  Ζητήσω τοὺς θεοὺς ∆αμασκοῦ τοὺς τύπτοντάς με·
 [04563]  Τῆς γὰρ δουλείας ἀπαλλαγεὶς, περιεῖλε, φησὶ, τοὺς θεοὺς τοὺς ἀλλοτρίους, καὶ τὸ γλυπτὸν ἐξ οἴκου Κυρίου, καὶ πάντα τὰ θυσιαστήρια, ἃ ᾠκοδόμησεν ἐν ὄρει οἴκου Κυρίου, καὶ ἐν Ἱερουσαλήμ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»