Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μάλιστα [157]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μάλιστα


000-00-00 Serial Number=0924426317
Commentaria in Isaiam Ante [Go Back]  
 [00015]  τῶν γὰρ ἄλλων προφητῶν σὺν θεῷ φάναι πλὴν Ἱερεμίου τοῦ θαυμασίου τὸν νοῦν ὡς ἐνῆν ἀνεπτύξαμεν, συντομίας ὅτι μάλιστα καὶ σαφηνείας πεφροντικότες.
 [00022]  πάντων δὲ μάλιστα ὁ θειότατος Ἡσαΐας ταύτην ἐπιστεύθη τὴν πρόρρησιν.
 [00956]  ν ἑβδομήκοντα ἀνδρῶν ἡ μαρτυρία τῆς ὑπὸ τριῶν γιγνομένης ἀληθεστέρα, μάλιστα ἐν πλήθει τοσούτῳ τὸ σύμφωνον ἔχουσα.
 [04315]  Καὶ ὁ μὲν λόγος ἔχει τὸ εἰκός, ἐμοὶ δὲ δοκεῖ τολ μήματι ἀ πονοίας ἀκολουθεῖν, μάλιστα τῆς θείας γραφῆς ἄκρον δικαιοσύνης τῷ βασιλεῖ μαρτυρού σης·
 [04631]  Καὶ ταῦτα μάλιστα δηλοῖ, ὡς τοῖς εἰς τὸν κύριον πεπιστευκόσιν ὁ προφητικὸς ἁρμόττει λόγος.
 [07164]  Τὴν μὲν Ἱερουσαλὴμ οὐ προσεκύνηςαν Βαβυλώνιοι, τὴν δὲ τοῦ θεοῦ ἐκκλησίαν οἱ πλεῖστοι τῶν ἐθνῶν προσκυνοῦσι, μάλιστα δὲ οἱ τούτων υἱοί.
000-00-00 Serial Number=0794817388
De providentia orationes decem Ante [Go Back]  
 [01198]  πολυαρχία γὰρ ἐν στρατιᾷ πάντων μάλιστα βλαβερώτατον, εἰς πολλὰ κατατέμνουσα, καὶ τὴν ὁμόνοιαν διασπῶσα, καὶ πολλαῖς βουλαῖς ἰθύνειν μὲν πειρωμένη, βλά πτουσα δὲ μᾶλλον ἢ κυβερνῶσα.
000-00-00 Serial Number=0103749156
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00308]  Ἡ γὰρ τῶν ἀρχομένων ἐπιμέλεια οὐ τούτους μόνον εὐεργετεῖ, ἀλλὰ καὶ τοὺς τὴν ἀρχὴν ἐγχειρήσαντας ὀνίνησιν ὅτι μάλιστα.
 [00327]  δείκνυσι δὲ ὑμᾶς ὅτι μάλιστα ἡ περὶ τῶν ἀρχόν των ψῆφος, οἷς καὶ τὰ ἔθνη καὶ τὰς πόλεις ἄγειν ἐνεχειρί σατε·
 [00329]  Πολλοῖς μὲν οὖν καὶ ἄλλοις καλοῖς καὶ ἀγαθοῖς ἀνδράσιν ἐντετυχήκαμεν, ἄρχειν ὑπὸ τῆς ὑμετέ ρας ψήφου λαχοῦσιν, ἀξιάγαστον δὲ μάλιστα καὶ αἰδοῦς ἀξιώ τατον εἴδομεν τὸν λαμπρότατον Νέωνα.
 [00363]  Καὶ ταῦτα λέγων, οὐ τὴν σὴν διδάσκω ἀγχίνοιαν, τὴν πάντων μάλιστα τὰ τοιαῦτα πεπαιδευμένην, ἀλλὰ τοὺς ἐμοὺς ἐπαίνους ἀπο κρουόμενος·
 [00532]  Οὔτε τὴν ἀνθρωπείαν ἠγνόησα φύσιν, οὔτε δυσχεραίνω τὸν ἔλεον, οὗ μάλιστα δεόμαι.
000-00-00 Serial Number=0604138911
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00194]  μάλιστα τοῦ Ἀποστόλου διαρρήδην βοῶντος·
 [00291]  μάλιστα τῶν κοινῶν ὑμῶν κλάδων καὶ παρόντων καὶ πᾶσαν ὑμῖν ποριζόντων παρα ψυχῆς ἀφορμήν.
 [00480]  μάλιστα τῆς σῆς ὁσιότητος ἡγουμένης.
 [00755]  Ἐγὼ μὲν οὖν, ὡς ἔφην, πειρῶμαι λανθάνειν καὶ πάντων μάλιστα τὴν ἡσυχίαν ἀσπάζομαι.
 [01359]  Τοῦτο γὰρ αὐτῶν μάλιστα διελέγχει τὸ ψεῦδος.
 [01747]  ὅτι πολλοὶ τῶν ἁπλουστέρων, καὶ μάλιστα οἱ ἐκ διαφόρων αἱρέσεων παρ' ἡμῶν ζωγρηθέντες, τῷ θρόνῳ τῶν κατακρινάντων προσέχοντες, αἱρετικοὺς ἴσως ἡμᾶς ὑπολήψονται, τὴν τοῦ δόγματος ἀκρί βειαν κατιδεῖν οὐ δυνάμενοι.
 [01955]  Ἔγνων τῆς ὑμετέρας πίστεως τὸ σταθερόν τε καὶ Βέβαιον, καὶ θυμηδίας ἐνεπλήσθην ὅτι μάλιστα πλείστης.
 [02017]  Νῦν γὰρ μάλιστα σπουδαιοτέρων δεῖ προσευχῶν, Ἑλλήνων μὲν καὶ Ἰουδαίων, καὶ πάσης εἰρηνευούσης αἱρέσεως, μόνης δὲ τῆς Ἐκκλησίας χειμαζομένης, καὶ παγχαλέπῳ κλύδωνι περιπεσού σης.
 [02449]  Τῆς δὲ θείας προρρήσεως τὴν ἀλήθειαν πολλάκις μὲν καὶ ἄλλοτε, μάλιστα δὲ νῦν σαφῶς ἑωράκαμεν.
000-00-00 Serial Number=0258914471
Eranistes Ante [Go Back]  
 [00909]  Ὃ δὲ παρέβη, [105] τοῦτο καὶ σωτηρίας ἐδεῖτο μάλιστα.
 [01267]  {ΕΡΑΝ.} Τὸ ἄνθρωπον καλεῖν τὸν Χριστὸν ὑπείληφα περιττόν, μάλιστα πιστόν τινα πιστῷ προσδιαλεγόμενον.
 [01336]  {ΕΡΑΝ.} Ἄγαν ἀσαφὲς τὸ χωρίον, καὶ πολλῆς ὅτι μάλιστα δεό μενον ἀναπτύξεως.
 [02165]  Ὁπότε μάλιστα παῖδα μὲν αὐτὸν ὄντα ὀκταήμερον προθύμως οἱ γονεῖς περιτέμνειν ἠπείγοντο, καθάπερ ὁ εὐαγγελιστὴς ἐκδίδωσι Λουκᾶς·
 [02668]  Ἀλλ' ἡμεῖς μὴ ταπεινωθῶμεν ταπεινὴν ἡγησάμενοι τὴν τοῦ υἱοῦ τοῦ θεοῦ προσκύνησιν καὶ μετὰ τῆς ἀνθρωπίνης ὁμοιώσεως, ἀλλ' ὥς τινα βασιλέα καὶ ἐν εὐτελεῖ φανέντα στολῇ τῇ βασιλικῇ δόξῃ δοξάζοντες, καὶ μάλιστα ὁρῶντες καὶ αὐτὸ τὸ ἔνδυμα δοξασθέν, ὡς ἥρμοττε σώματι θεοῦ καὶ σωτῆρι κόσμου καὶ σπέρματι ζωῆς αἰωνίου καὶ ὀργάνῳ θείων ἐνεργειῶν καὶ λυτικῷ κακίας ἁπάσης καὶ θανάτου καθαιρετικῷ καὶ ἀναστάσεως ἀρχηγῷ·
 [02686]  Λοιπὸν τοίνυν ἡμῖν ὁ περὶ τοῦ πάθους πρόκειται λόγος, ὡς μάλιστα προὐργιαίτατος ὤν.
 [03644]  μάλιστα μὲν γάρ, εἰ μὴ τῆς τῶν ἀνθρώπων ἕνεκεν σωτηρίας εἰς τὴν τοῦ θανάτου σφαγὴν τὸ ἴδιον ἑκουσίως ἐξεδίδου σῶμα.
 [04002]  ὁ κτίσας τὴν ψυχὴν καὶ πλάσας τὸ σῶμα, οὗτος πάσχει τὰ τοῦ σώματος, εἰ καὶ τὰ μάλιστα ἀναδέχεται τὰ τοῦ σώματος εἰς ἑαυτὸν παθήματα;
000-00-00 Serial Number=0514253318
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00009]  Ἐλάβομεν δὲ οὐκ ἔλαιον ἐν τῷ στόματι, ἵν' εἰς ἔρευναν τοῦ ζη τουμένου συνεργῷ χρήσωμαι χειροποιήτῳ φωτὶ, [81.29] ἀλλ' εὐχὴν καὶ ἱκετείαν, ἧς ὅτι μάλιστα χρῄζουσιν οἱ τῆς τῶν θείων λογίων διανοίας ἐφικέσθαι ποθοῦν τες.
 [02220]  αὗται δὲ ἐν τῷ κόσμῳ τούτῳ πολιτευόμεναι, τὸ τέλειον τῆς ἀρετῆς ὡς ἔνι μάλιστα μετίασι, τῆς βασιλείας τυχεῖν ἐφιέμεναι·
 [02706]  Καὶ [81.208] ἵνα τοὺς ἄλλους ἁγίους ἐπὶ τοῦ παρόντος καταλίπω, ἀπόχρη καὶ μόνος ὁ μακάριος Παῦλος διδάξαι αὐτῆς τὴν ἰσχὺν, ἅτε δὴ πάντων μάλιστα πεῖραν αὐτῆς εἰληφώς.
000-00-00 Serial Number=0026740193
Graecarum affectionum curatio Ante [Go Back]  
 [00178]  Εἰ δὲ τοῦ τῆς πίστεως κατηγορεῖτε προσρήματος ἤκουσα [1.54] γὰρ ὑμῶν καὶ τοῦτο λεγόντων, ὡς ἡμεῖς γε ἀπόδειξιν μὲν οὐδεμίαν τῶν ἡμετέρων δογμάτων προσφέρομεν, πιστεύειν δὲ μόνον τοῖς μαθητευομένοις παρεγγυῶμεν , μάλιστα μὲν ἄντικρυς τὴν ἡμετέραν συκοφαντεῖτε διδασκαλίαν·
 [00396]  οἱ δ' αὐθαιρέτως σφᾶς αὐτοὺς τῷ σκότῳ ξυζεύξαντες ποίας ἂν τύχοιεν εἰκότως ξυγγνώμης, μάλιστα τοῦ θείου φωτὸς ἅπασαν ἤπειρον καὶ νῆσον τῆς ἀκτῖνος πληρώσαντος καὶ αὐτὰ κατειληφότος τῆς [2.4] οἰκουμένης τὰ τέρματα;
 [00400]  Πάντων γὰρ ἄμεινον εἰδέναι νομίζουσι τὴν ἀλήθειαν, ἐπειδὴ τοῖς τῶν ἐλλογίμων ἀνδρῶν μα θήμασιν ἐνετράφησαν, καὶ ξυνιδεῖν οὐκ ἐθέλουσιν, ὡς οἱ θαλάτ τιοι ἰχθύες ἐν ἅλμῃ μὲν τρέφονται ὅτι μάλιστα πλείστῃ, ἁλῶν δὲ [2.6] ὅμως εἰς σκευασίαν προσδέονται.
 [00681]  Ποθεῖ δὲ πᾶν τὸ γεννῆσαν καὶ τοῦτο ἀγαπᾷ, καὶ μάλιστα ὅταν ὦσι μόνοι τὸ γεννῆσαν καὶ τὸ γεγεννημένον·
 [00816]  Καὶ καθάπερ κιβωτὸν ἢ βάθρον ὁρῶντες, οὐ τέ κτονα ταῦτα καλοῦμεν, ἀλλὰ τέκτονος ὀνομάζομεν ἔργα, καὶ σκάφος ἄριστα κατεσκευασμένον θεώμενοι, οὐ μόνον ἐκεῖνο θαυ μάζομεν, ἀλλὰ καὶ τὸν ναυπηγόν, ὅτι μάλιστα καὶ μὴ παρόντα, ἐπαινοῦμεν, κἂν ὅρμον ἴδωμεν ἢ ἄλλο τι περιδέραιον εὖ ἠσκημέ νον, τῷ χρυσοχόῳ τὴν εὐφημίαν προσφέρομεν·
 [00867]  Ὅτι δὲ δὴ τὰ περὶ τοῦ Κρόνου ἔργα καὶ πάθη ὑπὸ τοῦ υἱέος, οὐδ' ἂν εἰ ἦν ἀληθῆ, δεῖν ῥᾳδίως οὕτω λέγεσθαι πρὸς ἄφρονάς τε καὶ νέους, ἀλλὰ μάλιστα μὲν σιγᾶσθαι, εἰ δὲ ἀνάγκη τις ἦν λέγειν, δι' [3.39] ἀπορρήτων ἀκούειν.
 [00925]  Ἐπεὶ καὶ Σολύμους πυνθάνομαι τοὺς Λυκίων προσοίκους ἐν τοῖς μάλιστα τιμᾶν τὸν Κρόνον·
 [00932]  Τούτοις γὰρ μάλιστα τὴν τούτων προεστῶσαν τιμῶσιν οἱ τὰ κακὰ διὰ γοητειῶν διαπραττό μενοι.
 [00934]  Πᾶσα γὰρ καὶ πλούτων ἐλπὶς καὶ δόξης διὰ τούτων, καὶ μάλιστα ἡ ἀπάτη.
 [00947]  Ὁ αὐτὸς δὲ τῷ Πλούτωνι οὗτος ὁ θεός, καὶ διὰ τοῦτο μάλιστα δαιμόνων [3.63] ἄρχων.
 [00962]  ἀπὸ ἐμψύχων μὲν ἀποχῆς κελεύουσι δεῖν εἶναι τοὺς ὑποφήτας, ἵνα μὴ τοῖς ἀπὸ τῶν σωμάτων ἀτμοῖς χραίνωνται, αὐτοὶ δὲ ἀτμοῖς τοῖς ἀπὸ θυσιῶν μάλιστα δελεάζονται, καὶ νεκροῦ μὲν ἀθιγῆ δεῖν εἶναι τὸν ἐπόπτην, διὰ νεκρῶν δὲ ζῴων αἱ θεαγω [3.67] γίαι ἐκτελοῦνται.
 [01004]  Οὐ γὰρ μόνον τῆς ὕλης ἀφαιρεῖται τὰ περιττὰ καὶ τῆς ἀνθρωπείας μορφῆς ἐκτυποῖ τὴν εἰκόνα καὶ τῶν μορίων εὖ μάλα ἕκαστον διαγλύφει, ἀλλὰ καὶ τῆς ἕδρας καὶ τῆς στάσεως ὅτι μάλιστα προμηθεῖται καὶ ὑπερείσμασί τισι καὶ ἥλοις τὴν στάσιν αὐτῷ πραγματεύεται, καὶ [3.78] τὸ ἐξ ὕλης καὶ τέχνης ἐρανισθὲν θεὸς ὀνομάζεται.
 [01229]  τούτου δὲ ἐκτὸς ὤν, πάντα ὅτι μάλιστα ἐβουλήθη γενέσθαι παραπλήσια ἑαυτῷ.
 [01347]  Θεοῦ γὰρ δημιουργοῦντος, προσήκει θαυμάζειν μὲν ὡς ἥκιστα, ὑμνεῖν δὲ ὡς μάλιστα·
 [01569]  καί τις εἰς τοῦτο βλέπων καὶ πᾶν τὸ θεῖον γνούς, θεόν τε καὶ φρόνησιν, οὕτω καὶ ἑαυτὸν γνοίη μάλιστα.
 [01952]  [6.55] Τί δήποτε τοίνυν οὐχ ὑμνεῖτε τὴν ἀρίστην διανομήν, ἀλλ' ὑμεῖς μάλιστα χαλεπαίνετε, οἱ θεραπαινῶν καὶ οἰκετῶν, καὶ μέν τοι καὶ γεωργῶν ἀπολαύοντες ὅτι μάλιστα πλείστων;
 [02128]  τούτοις ἑκατόμβας καὶ χιλιόμβας κατέθυον καὶ ποίμνια κατέσφαζον καὶ βουκόλια καὶ λιβανωτὸν προσέφερον καὶ οἶνον ἔσπενδον ὅτι μάλιστα πλεῖστον καὶ ἕτερα [7.14] ἄττα, ἅπερ οἱ τούτων ἱεροφάνται προσέταττον.
 [02555]  οἱ δὲ τοῦτον ὠνούμενοι, χρυσίον διδόντες ὅτι μάλιστα [9.3] πλεῖστον, χαίρειν ἐῶσι τὸ ὄστρεον.
 [02716]  Ὅταν δὲ αἱ γυναῖκες οἵ τε ἄνδρες τοῦ γεννᾶν ἐκβῶσι τὴν ἡλικίαν, ἀφήσομέν που ἐλευθέρους αὐτοὺς ξυγγίνεσθαι, ὡς ἂν ἐθέλωσι .., διακελευ σάμενοι προθυμεῖσθαι μάλιστα μὴ εἰς φῶς ἐκφέρειν κύημα μηδέν, ἐὰν δέ τις βιάσηται, οὕτω τιθέναι, ὡς οὐκ οὔσης τροφῆς τῷ [9.52] τοιούτῳ.
 [02819]  εἶτα κρατῦναι τὴν δυναστείαν σπουδάζοντες, καὶ προγινώσκειν τὰ μέλλοντα καὶ προλέγειν ἐνεανιεύσαντο, ταύτῃ μάλιστα τοὺς εὐαλώτους ἀνθρώπους παρακ [10.3] ρουόμενοι.
 [02880]  ὅτι μάλιστα μὲν τὸ ἀληθεύειν ποτὲ τοὺς καλουμένους μάντεις ἐν ταῖς προαγορεύσεσιν οὐκ ἐπιστήμης, ἀλλὰ τυχικῆς αἰτίας ἔργον ἂν εἴη.
 [03403]  Ἐνίοτε δέ, Ἕλληνος ἰδὼν ὁσίως βεβιωκυῖαν καὶ μετὰ ἀληθείας, ἀνδρὸς ἰδιώτου ἢ ἄλλου τινός, μάλιστα μέν, ὡς ἔγωγέ φημι, ὦ Καλ λίκλεις, φιλοσόφου τὰ αὑτοῦ πράξαντος καὶ οὐ πολυπραγμονήσαν τος ἐν τῷ βίῳ, ἠγάσθη τε καὶ εἰς μακάρων νήσους ἀπέπεμψεν.
 [03743]  Τὸν οὖν τῷ θεῷ προσφιλῆ γενησόμενον, εἰς δύναμιν ὅτι μάλιστα καὶ ἑαυτὸν τοιοῦτον ἀναγκαῖον γίνεσθαι·
000-00-00 Serial Number=0841269314
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00013]  Πειρά σομαι δὲ ὡς ἔνι μάλιστα συντεμεῖν μὲν τὸν τῶν μύ θων ὕθλον, τῶν δὲ βλασφημιῶν τὰς μεγίστας παρα λιπεῖν, καὶ τῶν ἀσελγεστάτων καὶ μιαρωτάτων ὀργίων ὑπερπηδῆσαι τὸ μύσος.
 [02443]  Ἀνοίας τοίνυν ἐσχάτης τὸ τοῖς ὁρωμένοις διαπιστεῖν, καὶ μάλιστα ὑπισχνουμένου Θεοῦ.
000-00-00 Serial Number=0779212713
Historia ecclesiastica Ante [Go Back]  
 [00127]  τὴν γοῦν Ἑλλήνων τε καὶ Ἰουδαίων ἀσεβῆ περὶ Χριστοῦ δόξαν κρατύνοντες, τὸν παρ' αὐτοῖς ἔπαινον ὡς ἔνι μάλιστα θηρῶνται, πάντα μὲν ὅσα καθ' ἡμῶν παρ' αὐτοῖς γελᾶται πραγματευόμενοι, στάσεις δὲ ἡμῖν καθ' ἡμέραν καὶ διωγμοὺς ἐπεγείροντες·
 [00365]  Συνεληλυθότων δὲ πάντων, οἶκον μέγιστον ἐν τοῖς βασιλείοις ηὐτρέπισεν βασιλεύς, βάθρα καὶ θρόνους ὅτι μάλιστα πλείστους ἐν τούτῳ τεθῆναι κελεύσας τῷ τῶν ἀρχιερέων ἀποχρώντως συλλόγῳ.
 [00463]  ἀλλ' ἐπειδὴ τοῦτο ἑτέρως οὐχ οἷόν τε ἦν ἀκλινῆ καὶ βεβαίαν τάξιν λαβεῖν, εἰ μή, εἰς ταὐτὸν πάν των ὁμοῦ ἢ τῶν γοῦν πλειόνων ἐπισκόπων συνελθόντων, ἑκάστου τῶν προσηκόντων τῇ ἁγιωτάτῃ θρησκείᾳ διάκρισις γένοιτο, τούτου ἕνεκεν πλείστων ὅσων συναθροισθέντων (καὶ αὐτὸς δὲ καθάπερ εἷς [43] ἐξ ὑμῶν τυγχάνων συμπαρών, οὐ γὰρ ἀρνησαίμην ἄν, ἐφ' ᾧ μάλιστα χαίρω, συνθεράπων ὑμέτερος πεφυκέναι), ἄχρι τοσούτου ἅπαντα τῆς προσηκούσης τετύχηκεν ἐξετάσεως, ἄχρις οὗ ἡ τῷ πάντων ἐφόρῳ θεῷ ἀρέσκουσα γνώμη πρὸς τὴν τῆς ἑνότητος συμφωνίαν εἰς φῶς προήχθη, ὡς μηδὲν ἔτι πρὸς διχόνοιαν ἢ πίστεως ἀμφισβήτησιν ὑπολείπεσθαι.
 [00481]  ἧς εἰ καὶ τὰ μάλιστα εἰς πολλούς τε καὶ διαφόρους τόπους τὰ μέρη διῄρηται, ἀλλ' ὅμως ἐν ἑνὶ πνεύματι, τουτέστι τῷ θείῳ βουλήματι, θάλπεται.
 [00485]  Αἴγυπτον, Σπανίας, Γαλλίας, Βρεττανίας, Λιβύας, ὅλην Ἑλλάδα, Ἀσιανήν τε διοίκησιν καὶ Ποντικὴν καὶ Κιλικίαν μιᾷ καὶ συμφώνῳ φυλάττηται γνώμῃ, ἀσμένως τοῦτο καὶ ἡ ὑμετέρα προσδέξηται σύνεσις, λογιζομένη ὡς οὐ μόνον πλείων ἐστὶν ὁ τῶν κατὰ τοὺς προειρημένους τόπους ἐκκλησιῶν ἀριθμός, ἀλλὰ καὶ ὡς τοῦτο μάλιστα κοινῇ πάντας ὁσιώτατόν ἐστι βούλεσθαι, ὅπερ καὶ ὁ ἀκριβὴς λογισμὸς ἀπαιτεῖν δοκεῖ, καὶ οὐδεμίαν μετὰ τῆς Ἰουδαίων ἐπιορκίας ἔχειν κοινωνίαν.
 [00613]  πρέπον γὰρ κατεφάνη δηλῶσαι τοῦτο τῇ σῇ συνέσει, ὅπως ἂν πεντήκοντα σωμάτια ἐν διφθέραις ἐγκατασκεύοις εὐανάγνωστά τε καὶ πρὸς τὴν χρῆσιν εὐπαρακόμιστα ὑπὸ τεχνιτῶν καλλιγράφων καὶ ἀκριβῶς τὴν τέχνην ἐπισταμένων γραφῆναι κελεύ σειας, τῶν θείων δηλαδὴ γραφῶν, ὧν μάλιστα τήν τε ἐπισκευὴν καὶ τὴν χρῆσιν τῷ τῆς ἐκκλησίας λόγῳ ἀναγκαίαν εἶναι γινώσκεις.
 [00617]  οὕτω γὰρ ἂν μάλιστα τὰ καλῶς γραφέντα καὶ μέχρι τῶν ἡμετέρων ὄψεων ῥᾷστα διακομισθείη, ἑνὸς δηλαδὴ τοῦτο πληροῦντος τῶν ἐκ τῆς σῆς ἐκκλησίας διακόνων, ὃς ἐπειδὰν ἀφίκηται πρὸς ἡμᾶς, τῆς ἡμετέρας πειραθήσεται φιλανθρωπίας.
 [00675]  οὐδὲν γὰρ περὶ τῶν εἰς ἐμὲ γεγενημένων ὕβρεων νῦν [67] ἐρῶ, δι' ὧν ὅτε μάλιστα αἱ τῶν ἐναντίων μερῶν ἐπραγματεύσαντο συνδρομαί, οὗτος καὶ ὀφθαλμοὺς κατασκόπους ἔπεμπε κατ' ἐμοῦ καὶ μόνον οὐκ ἐνόπλους τῷ τυράννῳ συνεισέφερεν ὑπουργίας.
 [00688]  Ἀλλὰ πρώην, ἵνα τὰ λοιπὰ τῆς τούτου σκαιότητος παρῶ, τί μάλιστα μετὰ Θεογονίου, ὃν τῆς ἀνοίας ἔχει κοινωνόν, διεπράξατο, ἀκούσατε, παρακαλῶ.
 [00703]  Ἀφικόμενοι δὲ εἰς τὴν Ἀντιόχειαν καὶ τὸ τῆς φιλίας περιθέμενοι προσωπεῖον, θεραπείας ἀπήλαυσαν ὅτι μάλιστα πλείστης·
 [00781]  ὁ δὲ βασιλεύς, τῆς αἰτήσεως τὴν αἰτίαν μαθών (Κωνσταντῖνος δὲ ἦν ὁ τῆς εὐσεβείας θερμότατος ἐραστής), φιλοφροσύνης μὲν παμπόλλης τοὺς πρέσβεις ἠξίωσεν, ἄνδρα δὲ πίστει καὶ συνέσει καὶ βίῳ κοσμούμενον καὶ τῆς ἀρχιερωσύνης ἠξιωμένον κήρυκα τῷ ἔθνει τῆς θεογνωσίας ἐξέπεμψε μετὰ δώρων ὅτι μάλιστα πλείστων.
 [00823]  ἐν συντόμῳ δὲ καὶ τήνδε τὴν τραγῳδίαν ὡς ἔνι μάλιστα διηγήσομαι.
 [00851]  Ἦν μὲν ἴσως ἀκόλουθον καὶ τῇ τῶν καιρῶν εὐκαιρίᾳ μάλιστα πρέπον ἀστασίαστον εἶναι τὴν καθολικὴν ἐκκλησίαν καὶ πάσης λοι δορίας τοὺς τοῦ Χριστοῦ νῦν ἀπηλλάχθαι θεράποντας.
 [00854]  μὴ τοίνυν μέλλετε λοιπόν, ἀλλ' ἐπιτείναντες ἐντεῦθεν ἤδη τὰ τῆς προθυμίας, τοῖς προκειμένοις ὅρον ἐπιθεῖναι σπουδάσατε τὸν προσήκοντα, μετὰ πάσης εἰλικρινείας δηλαδὴ καὶ πίστεως συνελθόντες, ἣν ἑκασταχοῦ μόνον οὐχὶ φωνὴν ἀφιεὶς ὁ σωτὴρ ἐκεῖνος ᾧ λατρεύομεν ἀπαιτεῖ μάλιστα παρ' ἡμῶν.
 [01003]  πρὸς τὸ διαπαῖξαι τοίνυν ταύτην, ἀφαιρεθεὶς τῶν φαρύγ γων τῶν ἐπικειμένων αὐτῷ ἀνδρῶν, ὑπ' ἐμοὶ διάγειν κεκέλευσται οὕτως ὡς ἐν αὐτῇ τῇ πόλει ἐν ᾗ διέτριβε πᾶσι τοῖς ἀναγκαίοις ἐμ πλεονάζειν, εἰ καὶ τὰ μάλιστα αὐτοῦ ἡ ἀοίδιμος ἀρετή, ταῖς θείαις πεποιθυῖα βοηθείαις, καὶ τὰ τῆς τραχυτέρας τύχης ἄχθη ἐξουθενεῖ.
 [01004]  τοιγαροῦν εἰ καὶ τὰ μάλιστα πρὸς τὴν προσφιλεστάτην ὑμῶν θεο σέβειαν ὁ δεσπότης ἡμῶν ὁ τῆς μακαρίας μνήμης Κωνσταντῖνος ὁ σεβαστός, ὁ ἐμὸς πατήρ, τὸν αὐτὸν ἐπίσκοπον τῷ ἰδίῳ τόπῳ παρα σχεῖν προῄρητο, ὅμως ἐπειδή, ἀνθρωπίνῳ κλήρῳ προληφθείς, πρὸ τοῦ τὴν εὐχὴν πληρῶσαι ἀνεπαύσατο, ἀκόλουθον ἡγησάμην τὴν προαίρεσιν τοῦ τῆς θείας μνήμης βασιλέως διαδεξάμενος πληρῶσαι.
 [01019]  μετέδωκε γὰρ αὐτῷ παρρησίας ὅτι μάλιστα πλείστης.
 [01068]  ἦλθον γὰρ ἀπὸ τῆς Ἑῴας ἐπίσκοποι, προτραπέντες καὶ αὐτοὶ παρὰ τῶν εὐσεβεστάτων βασιλέων, μάλιστα δι' ὅπερ ἐθρύλουν πολλάκις περὶ τῶν ἀγαπητῶν ἀδελφῶν ἡμῶν καὶ συλλειτουργῶν, Ἀθανασίου τοῦ ἐπισκόπου τῆς Ἀλεξανδρείας καὶ Μαρκέλλου τοῦ ἐπισκόπου τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶ τοῦ Γάζης.
 [01074]  εἰ καὶ τὰ μάλιστα ἐκ τοῦ κληθέντας αὐτοὺς παρὰ τοῦ ἀγαπητοῦ καὶ συλλειτουργοῦ Ἰουλίου μὴ ἀπαντῆσαι, καὶ ἐκ τῶν γραφέντων παρὰ τοῦ αὐτοῦ ἐπισκόπου Ἰουλίου φανερὰ τούτων ἡ συκοφαντία πέφηνεν (ἦλθον γὰρ ἂν εἴπερ ἐθάρρουν οἷς ἔπραξαν καὶ πεποιήκασι κατὰ τῶν συλλειτουργῶν ἡμῶν), ὅμως καὶ ἐξ ὧν πεποιήκασιν ἐν ταύτῃ τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, φανερωτέραν τὴν ἑαυτῶν συσκευὴν ἀπέδειξαν.
 [01077]  καίτοι πάντων τῶν συνελθόντων ἐπισκόπων, μάλιστα τοῦ εὐγηροτάτου Ὁσίου τοῦ καὶ διὰ τὸν χρόνον καὶ διὰ τὴν ὁμο λογίαν καὶ διὰ τὸ τοσοῦτον κάματον ὑπομεμενηκέναι πάσης τιμῆς τε καὶ αἰδοῦς τυγχάνοντος ἀξίου, ἀναμενόντων καὶ προτρεπομένων [104] αὐτοὺς εἰσελθεῖν εἰς τὴν κρίσιν, ἵνα ἅπερ ἀπόντων τῶν συλλειτουρ γῶν ἐθρύλησαν καὶ ἔγραψαν κατ' αὐτῶν, ταῦτα παρόντες ἐλέγξαι δυνηθῶσιν.
 [01099]  Εἰ καὶ τὰ μάλιστα οὐ μόνον ἐκ τῶν προτέρων, ἀλλὰ καὶ ἐκ τούτων ἡ κακοτροπία καὶ ἡ συκοφαντία αὐτῶν δείκνυται, ὅμως ἵνα μηδὲ ἐκ τῆς φυγῆς πρόφασίν τινα ἑτέρας κακουργίας πορίσασθαι δυνηθῶσιν, ἐσκεψάμεθα κατὰ τὸν τῆς ἀληθείας λόγον τὰ παρ' ἐκείνων δραματουργηθέντα ἐξετάσαι.
 [01233]  Εἰ καὶ τὰ μάλιστα διὰ προτέρων γραμμάτων ἐδηλώσαμεν ὅπως ἀμερίμνως εἰς τὸ ἡμέτερον κομιτάτον παραγένῃ διὰ τὸ μάλιστα βούλεσθαι ἡμᾶς ἀποστεῖλαί σε εἰς τὰ ἴδια, ὅμως καὶ νῦν ταῦτα τὰ γράμματα πρὸς τὴν σὴν στερρότητα δεδώκαμεν·
 [01245]  τούτοις ὑπαχθεὶς ὁ Κωνστάντιος οὐκ ἐλαθῆναι μόνον ἀλλὰ καὶ σφαγῆναι τὸν θεῖον προσέταξεν Ἀθανάσιον, καί τινα Σεβαστιανὸν ἐξέπεμψε στρατηγὸν μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης, ἀνελεῖν κελεύσας ὡς ἀλιτήριον.
 [01289]  ὁ δὲ θεῖος Ἀθανάσιος οὐδὲν χωρίον ὀχυρὸν ἐνόμιζεν εἰς ἀσφάλειαν, τοῦ βασιλέως ἢ ζῶντα ἀχθῆναι προστεταχότος ἢ τε θνεῶτος κομισθῆναί οἱ τὴν κεφαλὴν καὶ μισθὸν τῷ τοῦτο δρῶντι ὑπισχνουμένου ὅτι μάλιστα πλεῖστον.
 [01299]  ἴσως γὰρ ἐγνώσθη πᾶσιν ὅτι καὶ τοῦτον ἐξο ρισθῆναι πεποιήκασιν, οὐ γὰρ ἄσημος ἀλλὰ καὶ πάντων μάλιστα περιφανὴς ὁ γέρων.
 [01490]  τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι.
 [01505]  καὶ γὰρ ἡνίκα πρῶτον ἡ κακία τῶν αἱρετικῶν ἀκμάζειν ἤρξατο, ὡς καὶ νῦν μάλιστα ὑφέρπει τῶν Ἀρειανῶν ἡ βλασφημία, οἱ πατέρες ἡμῶν τριακόσιοι δέκα καὶ ὀκτὼ ἐπί σκοποι καὶ οἱ ἐκ τῆς Ῥωμαίων <τοῦ> ἁγιωτάτου ἐπισκόπου ἐπίλεκτοι, εἰς Νίκαιαν γενομένου τοῦ σκέμματος, τοῦτο τὸ τεῖχος ὑπεναντίον τῶν ὅπλων τοῦ διαβόλου ὥρισαν καὶ ταύτῃ τῇ ἀντιδότῳ τὰ θανάσιμα φάρ μακα ἀπεώσαντο·
 [01509]  οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε μήτε τὸν Ῥωμαίων ἐπίσκοπον, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.
 [01549]  ὅσοι μὲν γὰρ τοῖς ἀποστολικοῖς εἵποντο δόγμασιν οὐδεμιᾶς παρ' ἐκείνου κηδεμονίας ἢ χειροτονίας ἀπήλαυσαν, οἱ δὲ τῆς Ἀρείου μανίας μετειληχότες καὶ παρρησίας μετελάγχανον ὅτι μάλιστα πλείστης καὶ τοῖς ἱερατικοῖς ἐγκατελέγοντο τάγμασι.
 [01739]  οἱ δὲ τῶν ἀποστολικῶν ἀντεχόμενοι δογμάτων, τοῦ μεγάλου Μελετίου καὶ τὴν ἐν τοῖς δόγμασιν ὑγείαν εἰδότες καὶ μὲν δὴ καὶ τὴν τοῦ βίου λαμπρότητα καὶ τῆς ἀρετῆς τὸν πλοῦτον σαφῶς ἐπιστάμενοι, συνεψηφίσαντο καὶ τὸ ψήφισμα γραφῆναι καὶ παρὰ πάντων ὑπογραφῆναι μετὰ πλείστης ὅτι μάλιστα σπουδῆς παρεσκεύασαν.
 [01862]  οὗ δὴ ἕνεκα χρὴ ἕκαστον τὴν ἀξιόκτητον ἐκείνην ἔχειν στολὴν ἧς ὅτι μάλιστα ἐν ἐκείνῳ τῷ βίῳ δεόμεθα.
 [02090]  ᾖδον δὲ μάλιστα ἐκεῖνα τὰ ᾄσματα ἃ τῶν εἰδώλων κωμῳδεῖ τὴν ἀσθένειαν, καὶ μετὰ τοῦ ∆αβὶδ ἔλεγον·
 [02573]  ἀπαγόμενοι δὲ θεραπείας ἀπήλαυον ὅτι μάλιστα πλείστης·
 [02630]  ὁ δὲ βασιλεὺς οὕτως ἠγάσθη τὸν ἄνδρα ὡς καὶ χωρία τὰ κάλλιστα ὧν εἶχεν αὐτόθι τοῖς ὑπ' αὐτοῦ φροντιζομένοις δωρήσασθαι πένησιν, οἳ τὸ σῶμα ἅπαν λελωβημένοι πλείονος ὅτι μάλιστα θεραπείας προσδέονται·
 [02789]  Ἐν Ἀντιοχείᾳ δὲ ὁ Βάλης χρόνον διατρίψας ὅτι μάλιστα πλεῖστον, ἅπασι μὲν ἄδειαν ἐδεδώκει καὶ Ἕλλησι καὶ Ἰουδαίοις καὶ τοῖς ἄλλοις ὅσοι τὸ Χριστιανῶν ὄνομα περικείμενοι τἀναντία ταῖς εὐαγγελικαῖς διδασκαλίαις κηρύττουσι.
 [03167]  καὶ γὰρ εἰ τὰ μάλιστα δοκοῦ μεν τῆς τῶν διωγμῶν ἀπηλλάχθαι σφοδρότητος καὶ τὰς ἐκκλησίας χρονίως παρὰ τῶν αἱρετικῶν κατασχεθείσας ἀρτίως ἀνακομίζεσθαι, πλὴν ἀλλὰ βαρεῖς ἡμῖν οἱ λύκοι καὶ μετὰ τὸ τῆς μάνδρας ἐξωσθῆναι κατὰ τὰς νάπας τὰ ποίμνια διαρπάζοντες, ἀντισυνάξεις τολμῶντες, δήμων κινοῦντες ἐπαναστάσεις, ὀκνοῦντες οὐδὲν εἰς τὴν τῶν ἐκκλη σιῶν βλάβην.
 [03194]  καὶ γὰρ εἰ τὰ μάλιστα ἐν τῇ ἁγίᾳ ἐκκλησίᾳ, ἐν ᾗ ὁ ἅγιος ἀπόστολος καθεζόμενος ἐδίδαξε πῶς προσήκει ἡμᾶς τοὺς οἴακας ἰθύνειν οὓς ἀνεδεξάμεθα, ὅμως ὁμολογοῦμεν ἑαυτοὺς ἐλάττονας εἶναι τῆς τιμῆς.
 [03198]  ὅμως ὑμεῖς μεμνημένοι τῆς ἀποστολικῆς πίστεως, ταύτης μάλιστα ἥτις ἐν Νικαίᾳ παρὰ τῶν πατέρων ἐγγράφως ἐξετέθη, βεβαίῳ βαθμῷ ἰσχυρῶς τῇ πίστει ἀμετακίνητοι διαμείνατε·
 [03391]  ταῦτα πυθόμενος ὁ βασιλεὺς καὶ χαλεπήνας, ὥσπερ εἰκὸς ἦν, τά τε τῆς πόλεως ἀφείλετο προνόμια καὶ τῇ γειτονευούσῃ πόλει τὴν ἡγεμονίαν δέδωκε, ταύτῃ μάλιστα νομίζων ἀνιάσειν·
 [03534]  καὶ μέντοι καὶ κόνις ὅτι μάλιστα πλείστη κατὰ τῶν προσώπων φερομένη μύειν τὰ βλέφαρα καὶ ταῖς κόραις ἐπαμύνειν πολεμουμέναις ἠνάγκαζεν.
 [03671]  καὶ γὰρ ἡνίκα Ῥωΐλας, Σκυθῶν τῶν νομάδων ἡγούμενος, τόν τε Ἴστρον διέβη μετὰ στρατιᾶς ὅτι μάλιστα πλείστης καὶ τήν τε Θρᾴκην ἐδῄου καὶ ἐληΐζετο καὶ τὴν βασιλίδα πόλιν πολιορκήσειν τε καὶ αὐτοβοεὶ αἱρήσειν καὶ ἀνάστατον ἠπείλει ποιήσειν, σκηπτοῖς ἄνωθεν ὁ θεὸς καὶ πρη στῆρσι βαλὼν καὶ αὐτὸν κατέφλεξε καὶ τὴν στρατιὰν κατανάλωσεν ἅπασαν.
000-00-00 Serial Number=0508290231
Historia religiosa Ante [Go Back]  
 [00343]  Τοῦτο μάλιστα ἠνία τοὺς εὐσεβεῖς, μὴ τοὺς εὐηθεστέρους καὶ ἁπλοϊκωτέρους φενακίσασα ἡ φήμη τοῖς τῶν αἱρετικῶν περιβάλοι δικτύοις.
 [00596]  Ἐν ταύτῃ φιλοσοφίας φροντιστήριον Ἀμμιανός τις ἐδείματο, ἀνὴρ πολλοῖς μὲν καὶ ἄλλοις ἀρετῆς εἴδεσι λάμπων, φρονήματι δὲ ὅτι μάλιστα μετρίῳ τοὺς ἄλλους ἐπλεονέκτει.
 [00681]  Τὸ γὰρ τὴν προστασίαν ἐκείνην πεπιστευμένον τοιαύτην ὑπὸ τοῦ τὰ δευτερεῖα ἔχοντος δέξασθαι παροινίαν, μάλιστα δὲ ξένων παρόντων καὶ τῆς λοιδορίας ἀκροωμένων, καὶ μηδεμίαν ἐκ τοῦ θυμοῦ ζάλην ὑπομεῖναι καὶ ταραχήν, ποίαν ἀν δρείας καὶ καρτερίας ὑπερβολὴν καταλείπει;
 [00762]  Οὗτος γὰρ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον τὸν ἐρημικὸν ἀσπαζόμενος βίον καὶ ἔν τινι βραχεῖ διαιτώμενος ἄντρῳ·
 [01196]  Οὗτος γὰρ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐν τῇ πατρίδι καταλιπών αὕτη δὲ ἦν ὁ Πόντος , ἀπέλαυσε μέν, ὡς ἔλεγε, τῶν Βασιλείου τοῦ μεγάλου ναμάτων γειτονεύοντος καὶ τὴν Καππαδοκῶν ἄρδοντος χώραν, τῆς δὲ ἀρδείας ἀξίους ἀπέδωκε τοὺς καρπούς.
 [01251]  Ταύτην δὲ αὐτῷ τὴν τάξιν τετήρηκα καὶ μετὰ πολλοὺς αὐτοῦ τὸ διήγημα τέθηκα οὐκ ἐπειδὴ δεύτερος τῶν ἄλλων τὴν ἀρετήν τοῖς γὰρ ἄκροις καὶ πρώτοις ἐφάμιλλος ἦν , ἀλλ' ὅτι χρόνον βεβιωκὼς ὅτι μάλιστα πλεῖστον, μετ' ἐκείνους ὧν ἐμνήσθην τοῦ βίου τὸ πέρας ἐδέξατο.
 [01403]  ἐγὼ δὲ ἐπὶ τῆς Κύρρου τοὺς λειμῶνας διαβήσομαι καὶ τῶν ἐν τούτοις εὐωδῶν τε καὶ εὐειδῶν ἀνθέων ὡς ἔνι μάλιστα παραδηλώσω τὴν ὥραν.
 [01592]  καὶ τοῦτον τὸν τρόπον οὐκ ὀλίγον ἀλλ' ὅτι μάλιστα πλεῖστον διετέλεσε χρόνον.
 [01884]  Καὶ πολλοὺς μὲν προφήτας, πολλοὺς δὲ ἀποστόλους, πλείστους δὲ ὅτι μάλιστα μάρτυρας πανταχόθεν συναγαγὼν ἐν μιᾷ τέθηκε λάρνακι, τῷ τῶν ἁγίων δήμῳ συνοικεῖν ἐθελήσας καὶ σὺν αὐτοῖς ἀναστῆναι καὶ τῆς θείας θεωρίας ἀξιωθῆναι ποθήσας.
 [01893]  διὸ μάλιστα δυσχεραίνει τοὺς παρ' αὐτὸν τῆς προσευχῆς τὸν καιρὸν ἐνοχλοῦντας.
 [01921]  Καὶ πρῶτον μὲν τῆς γλώττης εἰδὼς τὸ εὐόλισθον, μειράκιον ὢν ἔτι σιγὴν ἐνομοθέτησε ταύτῃ καὶ πλεῖστον ὅτι μάλιστα διετέλεσε χρόνον μηδὲν πρὸς μηδένα φθεγγόμενος.
000-00-00 Serial Number=0629834533
Interpretatio in Danielem Ante [Go Back]  
 [00337]  πάντων γὰρ μάλιστα βασιλεῦσιν ἁρμόττει δικαίως τὴν βασι λείαν ἰθύνειν, καὶ τὰ δυνατὰ παρὰ τῶν ὑπηκόων αἰτεῖν·
 [00569]  Τοῦτο δὲ μάλιστα δείκνυσιν, ὡς οὐχ ἑτέρα ἐστὶν αὐτὴ ἡ βασιλεία παρὰ τὸν σίδηρον, ἀλλ' ἡ αὐτὴ ἀσθενέστερον διακειμένη, καὶ μέρος μέν τι αὐτῆς ἰσχυρὸν, μέρος δὲ ἀσθενές·
 [01734]  Καὶ τοῦτο πολλαχόθεν μὲν καὶ ἀλλαχόθεν ἔστιν ἰδεῖν, μάλιστα δὲ ἐκ τῶν κατὰ τὸν μακάριον ∆ανιὴλ, ὃς δοῦ λος καὶ δορυάλωτος γεγονὼς, καὶ ξένην οἰκῶν, καὶ μεταξὺ βαρβάρων στρεφόμενος, διέλαμψε·
 [03030]  Τοῦτο τοίνυν τὸ μυστήριον ἀγνοοῦντες, καὶ τὴν πολλὴν τοῦ Θεοῦ περὶ τὸν Ἰσραὴλ πρόνοιαν ὁρῶντες οἱ τῶν ἄλλων ἐθνῶν τὴν ἐπιμέλειαν πεπιστευμένοι, ἐδυσχέ ραινον θεώμενοι μάλιστα μετὰ νόμον, καὶ προφήτας, καὶ τοσαύτην διδασκαλίαν τε καὶ κηδεμονίαν, χεῖρον τῶν ὑπ' αὐτῶν ποιμαινομένων διακειμένους, καὶ πλείοσιν ἐμπεφυρμένους κακοῖς.
000-00-00 Serial Number=0526371062
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00036]  Μηδεὶς τοίνυν, καὶ μάλιστα τῶν τῆς εὐσεβείας τρο φίμων, κατὰ τοῦ θείου Πνεύματος θρασυνέσθω, τοῖς τούτου λόγοις ἀσάφειαν ἐπιμεμφόμενος·
 [00166]  καὶ τοῦτο μάλιστα ἡμᾶς ὁ μακάριος Ἱερεμίας διδάσκει.
 [04860]  πάντων γὰρ μάλιστα τῆς σιγῆς καὶ τῆς λαλιᾶς καιρὸν ὁ ∆εσπότης ἐπί σταται.
 [04971]  Λέγει τοίνυν, ὅτι ∆ίκην ποιμένος ἐπιμελοῦς πλείονα μάλιστα πρόνοιαν ποιουμένου τῶν οἰκείων προβάτων, ὅταν ἐπικειμένην ὁμίχλην θεάσηται, ἥτις ἄδειαν καὶ λύκοις παρέχει, καὶ κλέπταις, φροντιῶ κἀγὼ τῶν ἐμαυτοῦ προβάτων, καὶ συνάξω αὐτὰ διασκορπι σθέντα, καὶ τὰ κεχωρισμένα μίαν ποίμνην ποιήσω·
000-00-00 Serial Number=0490753174
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00006]  Συντομίας δὲ ὡς ἔνι μάλιστα φροντιῶ·
 [00317]  Τοῦτο μάλιστα ἀναιδείας ἐσχάτης, τὸ ἀπολαύοντας μὲν τῶν ἀγαθῶν ἀχαριστίαν νοσεῖν·
 [01227]  ἐπαινεῖται δὲ μάλιστα οὗτος ὁ ἄργυρος·
 [03568]  γεωργεῖ δὲ μάλιστα ταύτην ἡ Γαλαάδ·
000-00-00 Serial Number=0323131740
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01874]  Ἐλπίζω δὲ, ὅτι καὶ εἰς τὸν ἔπειτα χρόνον τῆς αὐτῆς ἀξιώσει με βοηθείας, καὶ κρείττων ἔσομαι τῶν δυσμενῶν, κἂν μάλιστα πλείστην ἔχωσι δύναμιν.
 [02700]  φύσει γὰρ ἡ γῆ οὖσα ξηρὰ, ἀναλογοῦ σαν νοτίδα δεδώρηται, ἔξωθεν μὲν καὶ διὰ μέσου τοῖς μεγίστοις αὐτὴν συνάψας πελάγεσι, ποταμοὺς δὲ ὅτι μάλιστα πλείστους, καὶ μεγίστους, καὶ μέντοι καὶ πηγὰς, ἐν μέσαις ταῖς ἠπείροις, τοὺς μὲν διατρέχειν ἀεὶ, τὰς δὲ ἀναβλυστάνειν παρασκευά σας.
 [02776]  [Ἁρμόζει δὲ μάλιστα ὁ προκείμενος ψαλ μὸς τοῖς ἐξ ἐθνῶν κεκλημένοις, καὶ πολλὴν ἀκολου θίαν ἔχει πρὸς τὸν πρὸ αὐτοῦ.] Πρὸς σὲ, Κύριε, ἦρα τὴν ψυχήν μου.
 [02971]  Ἐντεῦθεν μάλιστα σαφέστερον μεμαθήκαμεν, ὡς εἰς αὐτὸν εἴρηται τὸν ∆αβὶδ ὁ ψαλμός.
 [04817]  Πρόσκειται δὲ καὶ εἰς σύνεσιν, ἐπειδὴ ταύτης μάλιστα δεῖ τοῖς περιπί πτουσι συμφοραῖς.
000-00-00 Serial Number=0586921334
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00905]  [Καὶ μάλιστα προ τιθεὶς αὐτοῖς τοῦτον τὸν ψαλμὸν κοινὴν διδασκαλίαν·
 [01341]  [Τοῦτο δὲ, ὡς ἀνωτέρω ἡμῖν εἴρηται, κατακροτεῖ μάλιστα ἐπὶ τοῦ παρόντος·
 [01377]  πρὸς οὓς μάλιστα εἴρη ται ἡ προφητεία.
 [03182]  [Καὶ μάλιστα τοῖς υἱοῖς τῆς χάριτος προλέγει ἀπαλλαττομένοις τῆς τῶν εἰδώλων μυσαρᾶς δουλείας, Χριστῷ δὲ τῷ Θεῷ πιστεύουσιν καὶ τὴν παρ' αὐτοῦ δεχομένοις προμήθειαν.] αʹ.
 [03733]  [Εἴρηται μάλιστα καὶ ταῦτα ἐκ προσ ώπου τῶν ἐξ ἐθνῶν πεπιστευκότων τῷ Σωτῆρι·
 [04272]  Τοῦτο μάλιστα προορῶσα τοῦ Πνεύματος ἡ χάρις, τῆς μηδέπω γεγενημένης ἁμαρτίας κατ ηγορεῖ·
 [04511]  Κληρονομίαν δὲ αὐτοὺς ὠνόμασεν, ὡς κηδεμονίας ὅτι μάλιστα πλεί στης παρ' αὐτοῦ τετυχηκότας ἀεί.
 [04636]  Τοῦτο γὰρ μάλιστα τὴν πολλὴν αὐτῶν δείκνυ σιν ἀρετήν·
 [04810]  Ἐντεῦθεν μάλιστα δῆλον, ὡς τὰ κατὰ τὸν Βαβυ λώνιον ὁ ψαλμὸς καὶ οὐ τὰ κατὰ τὸν Ἀντίοχον, ὡς τισὶν ἔδοξε, προθεσπίζει.
 [04909]  Τὸν θεῖον τοίνυν προφανῶς παραβαίνουσι νόμον, [καὶ μάλιστα οἱ τὰ τοῦ δυσσεβοῦς Νεστο ρίου δογματίζοντες,] ἀλλότριον καὶ πρόσφατον προσ κυνοῦντες Θεόν.
 [05212]  [ὅταν μάλιστα ὦσιν οἱ τούτων πρόεδροι ἀνεπίληπτοι καὶ πίστει καὶ βίῳ λαμπροί.] ιβʹ.
 [05328]  Τὸ τέλος μάλιστα τοῦ ψαλμοῦ διδάσκει ἡμᾶς σαφῶς, ὡς τὴν κοινὴν πάντων ἀνθρώπων προλέγει σωτηρίαν ἡ προκειμένη προφητεία.
000-00-00 Serial Number=0700276673
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00255]  [Τὸν δὲ νότον θάλασσαν καλεῖ, ἐπειδὴ αὐτὸς μάλιστα τὸ κύτος αὐτῆς συνταράσσει.] Καὶ οἱ ἄνεμοι, φησὶ, καὶ αὐτὰ τῆς οἰκουμένης τὰ τμήματα, σοῦ ὑπάρχει δημιουργήματα.
 [00482]  τοῦτο γὰρ ἐδέοντο μάλιστα.
 [01020]  καὶ μάλιστα τοῦ τον.
 [01103]  [καὶ μάλιστα ὁ τῶν ἀποστόλων καὶ μαρτύρων χορός.
 [03378]  Ἀμμανῖται, καὶ Μωαβῖται, καὶ Ἰδουμαῖοι, πλῆθος ὅτι μάλιστα πλεῖστον συναγαγόν τες, ἐπεστράτευσαν πάλαι ποτὲ τῇ Ἰούδα φυλῇ.
000-00-00 Serial Number=0083538294
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00098]  οἱ δὲ τοῦ Θεοῦ τὴν φιλαν θρωπίαν εἰδότες, καὶ ὡς ἅπαντα πρυτανεύει τῆς τῶν ἀνθρώπων ἕνεκα σωτηρίας, ἐντεῦθεν μάλιστα καὶ τὰς τῆς θείας ὑμνῳδίας λαμβάνουσιν ἀφορμὰς, καὶ τοὺς θεσπεσίους θαυμάζουσι προφήτας, εἰς ἅπαντα εἶξαι τῷ ∆εσπότῃ προελομένους.
 [01841]  Οἱ ἀλλόφυλοι τῇ Ἰουδαίᾳ φυλῇ πλησιάζοντες, καὶ συχνῶς τούτοις ἐπιστρα τεύοντες, οὓς ἐλάμβανον αἰχμαλώτους, οὐκ ἄλλοις τισὶν, ἀλλ' Ἰδουμαίοις ἀπεδίδοντο, ἐχθίστοις οὖσιν αὐτῶν ὅτι μάλιστα, καὶ πολεμιωτάτοις.
 [01848]  Καὶ περὶ τῶν Ἰδου [81.1672] μαίων δὲ εἰρηκὼς, ὅτι Καὶ τρὶς, καὶ τετράκις, καὶ πολλάκις εἰς αὐτοὺς μακροθυμήσας οὐκέτι λοιπὸν ἀνέξομαι, τὴν κατὰ τοῦ ἀδελφοῦ μάλιστα μανίαν θεώμενος·
 [03559]  Ὥσπερ γὰρ τὸ πῦρ ξη ρὰν καλάμην καταναλίσκει ῥᾳδίως, καὶ ἡ παρὰ τοὺς φραγμοὺς φυομένη βοτάνη, καὶ τοῖς παλιούροις μάλιστα συμπλεκομένη, οὔτε ἐκείνους ἀνθεῖν ἐᾷ, καὶ αὕτη τῷ χρόνῳ διαφθείρεται·
000-00-00 Serial Number=0451270521
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00236]  Εἰ ταῖς τῶν ἀλόγων θυσίαις θεὸς οὐχ ἥδεται, πῶς πρὸ τοῦ νόμου θεὸς τῷ Νῶε προσέταττε θύειν, καὶ μάλιστα εἰδω λικαὶ μηδέπω οὖσαι θυσίαι;
 [01415]  Εἰ ταῖς τῶν ἀλόγων θυσίαις τὸ θεῖον οὐχ ἥδεται, καθώς τινες ἔφασαν καὶ ἡ νῦν διδάσκει κατάστασις, διατί πρὸ νόμου τὸ θύειν προσέταττεν τῷ Νῶε καὶ μάλιστα ὅτι εἰδω λικαὶ θυσίαι οὐδέπω ἐγένοντο;
 [02206]  ὅτι δὲ καὶ ἐν τῇ μάχῃ τῶν Ἑλλήνων πρὸς Ἕλληνας, τῶν πολυτρόπως, μάλιστα ἐν τοῖς πολέμοις, ταῖς μαντείαις χρησαμένων, ὁ τῆς ἀληθείας τῶν χριστιανῶν θεὸς τὴν ἰδίαν ἔστησε βούλησιν, μαρτυρεῖ ἡ μάχη Ἀλεξάνδρου καὶ ∆αρείου, τοῦ μὲν κρατύνας τὰς μαντείας, τοῦ δὲ καταργήσας.
000-00-00 Serial Number=0733022571
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01864]  ἐπειδὴ δὲ οὐχ ἅπαντες τῷ μέλλοντι πιστεύουσι βίῳ, μάλα σοφῶς ὁ τῶν ὅλων Θεὸς καὶ κολάζει τινὰς ἐν τῷδε τῷ βίῳ πονηρίᾳ συνεζηκότας, καὶ αὖ πάλιν ἄλλους ἀνακηρύττει εὐσε βείας πεφροντικότας ὡς μάλιστα.
 [02499]  [145] Οὐ πᾶσι τοῖς ἱερείοις, ἀλλὰ τοῖς ὑπὲρ αὑτῶν προσφερομένοις καὶ μάλιστα τοῖς ὑπὲρ ἁμαρτίας.
 [04735]  Τὴν ἀλήθειαν μάλιστα οὗτος ὁ λόγος προδιαγράφει.
 [05095]  οἱ δέ γε μετ' ἐκεῖνον καὶ πόλεις ὀχυρὰς ἐσχηκότες, καὶ πλοῦτον ὅτι μάλιστα πλεῖστον ἐκ τῶν λαφύρων κτησάμενοι καὶ πα νοπλίας ἔχοντες καὶ τείχη καὶ περιβόλους περιγενέσθαι τῶν ὑπολειφθέντων οὐκ ἴσχυσαν διὰ τὴν οἰκείαν ἀσέβειαν.
000-00-00 Serial Number=0920420229
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [04182]  ἐκ τῶν βασιλικῶν θησαυ ρῶν, καὶ μέντοι καὶ τῶν θείων, χρυσὸν αὐτῷ πέμψας ὅτι μάλιστα πλεῖστον.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»