Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μέσον [166]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μέσον


000-00-00 Serial Number=0904803514
Commentaria in Isaiam Ante [Go Back]  
 [00005]  Μεμάθηκα γὰρ ὡς οὐ μόνον τῶν πέντε καὶ τῶν δύο ταλάντων τὴν ἐργασίαν ὁ δεσπότης τοὺς οἰκέτας εἰσέπραξεν, ἀλλὰ καὶ τὸν ἓν εἰληφότα μόνον εἰς μέσον ἤγαγε καὶ τὴν ἀργίαν εὑρὼν τιμωρίαν ἐσχάτην ἐπέθηκεν.
 [00060]  Εἰκότως δὲ τῆς ἀχαριστίας κατηγορῶν οὐρανὸν καὶ γῆν εἰς μέσον καλεῖ·
 [00318]  [4Καὶ] κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν.
 [00468]  «Κρινῶ» γάρ φησιν «ἀνὰ μέσον ποιμένος καὶ προβάτου».
 [00568]  [3Καὶ] νῦν, ἄνθρωπος τοῦ Ἰούδα καὶ οἱ κατοικοῦντες ἐν Ἱερουσαλήμ, κρίνατε ἐν ἐμοὶ καὶ ἀνὰ μέσον τοῦ ἀμπελῶνός μου.
 [01356]  Τὰ δύο σημαίνει κατὰ ταὐτόν, καὶ ὅτι πόρρωθεν ἥξει καὶ ὅτι τὰ ἄνωθεν καὶ ἐξ ἀρχῆς ἐπταισμένα ἐν τῷ καιρῷ τῆς δίκης εἰς μέσον ἀχθήσεται καὶ ὑπὲρ πάντων εἰσπραχθήσονται δίκας.
 [01740]  Ὀγδοήκοντα γὰρ καὶ ἑκατὸν χρόνοι μέσον ἐγένοντο τῆς προφητείας καὶ τῆς ἐρημίας.
 [04181]  Εἶτα αὐτοῦ εἰς μέσον ἤγαγε τοὺς ἀλαζονικοὺς |145 b| λογισμούς·
 [04680]  Γίνεσθέ φησιν ἐμοῦ καὶ τῶν εἰδώλων κριταί, φέρετε εἰς μέσον τὰ ἰσχυρὰ ἢ κατὰ τὸν Θεοδοτίωνα «τὰ κραταιώματα ὑμῶν», τουτέστι τὰ εἴδωλα·
 [05041]  [4Καὶ] ἀνατε λοῦσιν ὡς ἀνὰ μέσον ὕδατος χόρτος καὶ ὡς ἰτέα ἐπὶ παραρρέον ὕδωρ.
 [06148]  «Ἀπὸ προσώπου τῆς μαχαίρας μου ἧς ἀποστελῶ ἀνὰ μέσον αὐτῶν.».
 [06632]  «Ἀφοριεῖτε» γάρ φησιν «ἀνὰ μέσον ἁγίου καὶ βεβήλου.».
 [06714]  ὰ εἴδωλα ὑπὸ δένδρα δασέα, |172 a| σφάζοντες τὰ τέκνα αὐτῶν ἐν ταῖς φάρα<γ>ξιν ἀνὰ μέσον τῶν πετρῶν [6καὶ] ἐν τοῖς μέρεσι τῆς φάραγγος;
 [06910]  Καὶ τὰς τρίβους τὰς ἀνὰ μέσον παύσεις.
 [06940]  [2Ἀλλὰ] τὰ ἁμαρτήματα ὑμῶν διιστῶσιν ἀνὰ μέσον ὑμῶν καὶ ἀνὰ μέσον τοῦ θεοῦ, καὶ διὰ τὰς ἁμαρτίας ὑμῶν ἀπέστρεψε τὸ πρόσωπον αὐτοῦ ἀφ' ὑμῶν τοῦ μὴ ἐλεῆσαι.
000-00-00 Serial Number=0259935796
De providentia orationes decem Ante [Go Back]  
 [00006]  Καὶ μή μοί τις εὐθὺς ἀντιλεγέτω, καὶ ψεῦδος τοῦ λόγου κατηγορείτω, τοὺς πατραλοίας, καὶ μαστιγίας, καὶ προδότας, καὶ τυράννους εἰς μέσον παράγων.
 [00063]  Τοιγαροῦν τὰ μὲν ἄλλα πάντα στί φη τῶν δυσσεβῶν ἡσυχίαν ἀγέτω, τῶν δὲ τῇ τοῦ Θεοῦ [83.561] προνοίᾳ πολεμούντων εἰς μέσον ἀγαγόντες τὴν φά λαγγα, ῥήξωμέν τε αὐτὴν τοῖς ἐλέγχοις, καὶ διασπά σωμεν, καὶ τὴν πυκνότητα διαλύσωμεν, καὶ δορυ αλώτους ἀγάγωμεν, καὶ ἑλκύσωμεν πᾶν νόημα εἰς τὴν ὑπακοὴν τοῦ Χριστοῦ.
 [00171]  Ἔαρος γὰρ ὑπολάμποντος, μέσον τὸν οὐρανὸν ὁδεύων ὁ ἥλιος, ἡμέρᾳ καὶ νυκτὶ τὴν ἰσότητα πραγματεύεται.
 [00256]  Τῷ δὲ Ποιητῇ ῥᾴδιον, οὐκ εἰς ἀκρώρειαν μόνον, ἀλλὰ καὶ εἰς ἀέρα μέσον ἀνασπᾶσαι τῶν ὑδάτων τὴν φύσιν, καὶ τὴν πικρὰν γλυκᾶναι, καὶ πῆξαι τὴν λελυμένην, καὶ λῦσαι τὴν δεδεμένην, καὶ τὴν συνεχῆ διακρῖναι, καὶ τὴν ῥοώδη στῆσαι, καὶ τὴν κάτω φέρεσθαι πεφυκυῖαν ἀνατρέχουσαν δεῖξαι, καὶ τὴν ψυχρὰν δίχα πυρὸς θερμῆναι.
 [00680]  Ἐπειδὴ δέ τινες πολλὴν ἀναλγη σίαν νοσοῦντες, τῶν θείων οὐκ ἐπαισθάνονται δω ρεῶν, ἀλλὰ τοῖς θεοσδότοις ἀγαθοῖς ἐντρυφῶντες, ἀχαρίστους κατὰ τοῦ πεποιηκότος φωνὰς ἐρυγγά νουσιν, ἀναγκαίως ὁ λόγος, καὶ τὴν κτίσιν σὺν τά χει πολλῷ περινοστήσας, καὶ τὴν φύσιν τὴν ἀνθρω πείαν εἰς μέσον παραγαγὼν, ὑπέδειξεν ἐν ἑκάστῳ μορίῳ, καὶ τῆς κτίσεως, καὶ τῆς ἡμετέρας φύσεως, τοῦ Θεοῦ τὴν πρόνοιαν ἐναργῶς μάλα προφαινομένην.
 [00831]  Καὶ μή μοί τις τῶν εὐκόλων εἰς ἀντιλογίας, τοὺς λυττῶντας κύνας ἐνταῦθ' εἰς μέσον ἀγαγέτω, καὶ τοὺς λακτίζοντας ὄνους, καὶ τὰς δακνούσας καμήλους, καὶ τοὺς κερατίζοντας ταύρους·
 [00884]  Ἀλλὰ καὶ τού των ἁπάντων ἀπολαύοντες, λυττῶσι καὶ μεμήνασι, καὶ τὴν πολλὴν ἐπιμέλειαν ἀμέλειαν ὀνομάζουσι, καὶ τὸν πλοῦτον ἡμῖν καὶ τὴν πενίαν εἰς μέσον προβάλ λονται, καὶ τῆς ἀνωμαλίας τοῦ βίου κατηγοροῦσι.
 [00988]  ἀέρα μέσον ἐξέχεε, κοινόν τινα καὶ τοῦτον πλοῦτον πᾶσιν ὁμοίως προτεθεικώς.
 [01059]  Ἐπειδὴ δὲ προὔθηκε μὲν πενίαν καὶ πλοῦτον εἰς μέσον, οἷόν τινας ὕλας, ὁ Ποιητὴς, χρῶνται δὲ τού τοις τινὲς μὲν εἰς ἀρετῆς κτῆσιν, τινὲς δὲ εἰς κα κίας ὑπόθεσιν, οὔτε πλουσίοις, οὔτε πένησι κακίᾳ συζῶσιν ὑπολείπεται συγγνώμης πρόφασις.
 [01163]  ἀλλ' ὡς εἰς λιμένα εἰς τὸ δικαστήριον τρέχει, καὶ τῆς ἀδικίας διηγεῖται τὰ εἴδη, καὶ τοὺς νόμους εἰς μέσον ἀχθῆναι παρακαλεῖ, καὶ κατὰ τούτους δικάζειν τὸν δικαστὴν ἱκετεύει.
 [01254]  Ἀλλὰ γὰρ περιττὸν μηκύνειν τὸν λόγον, καὶ πάντας εἰς μέσον ἄγειν τῆς θείας Γραφῆς τοὺς μετὰ πόνων τοῦ βίου διαδραμόντας τὸν δίαυλον.
 [01316]  Οὐ παρέλκον δὲ ἴσως καὶ τῶν πάλαι δεδου λευκότων ὀλίγους εἰς μέσον παραγαγεῖν, καὶ γυμνῶ σαι τῆς εὐσεβείας τὸν θησαυρὸν, ὃν ἐκεῖνοι συνήγα γον, εἰς ἔλεγχον τῶν τὴν δουλείαν διαβάλλειν ἐπι χειρούντων, καὶ τῆς μείζονος βλασφημίας ταύτην ἀφορμὴν ποιουμένων, καὶ κατὰ τῆς τοῦ Θεοῦ προ νοίας ἐντεῦθεν ἀφιέναι τὰ βέλη τολμώντων.
 [01365]  Ἀγέσθω δὲ εἰς μέσον ὁ θειότατος Ἰωσὴφ, ὁ τῆς μὲν γυναικὸς ἐκείνης ἔκγονος, τοῦ δὲ πατριάρχου Ἀβραὰμ ἀπόγονος, ἐν ἦρι, ἐν ἀκμῇ, ἐν ὥρᾳ (τῶν γὰρ ὡρῶν ἡ ἀκμαιοτέρα τὸ ἔαρ τυγχάνει), ἐν ἦρι μὲν ἦν τῆς ἡλικίας, εἶχε δὲ τὸ ἄνθος τοῦ χρόνου, ὥρᾳ δὲ λάμπων κατὰ τὸ σῶμα, λαμπροτέραν εἶχε τοῦ σώ ματος τὴν ψυχήν.
 [01440]  τὰς δὲ φροντίδας, ἡ τῶν ὀφρύων κατὰ τὸ μέσον αἰνίτ τεται σύνοδος·
 [01447]  «Τί ὅτι τὰ πρόσωπα ὑμῶν σκυθρωπὰ σήμερον;» Τῶν δὲ φησάντων ὀνεί ρους ἑωρακέναι, καὶ τῇ τῆς ἑρμηνείας ἀγνοίᾳ κυ κᾶσθαι τὸν λογισμὸν, οὐκ ἐθρήνησεν ὁ θεῖος ἐκεῖνος ἀνὴρ τῶν ὀνείρων ἀκούσας, οὐδὲ ὠλοφύρατο τῶν οἰκείων ἀναμνησθεὶς συμφορῶν, οὐδὲ ἀφῆκε δάκρυον ἀγεννὲς, οὐδὲ ἀνῴμωξε, καὶ τῶν παθῶν τὴν τραγ ωδίαν εἰς μέσον παρήγαγε·
 [01467]  καὶ τοσαύτην αὐτῇ συνειδὼς λαγνείαν, ἀκολασίαν, ψεῦδος, συκοφαντίαν, ἐπιβουλὴν, τούτων μὲν οὐδὲν εἰς μέσον παρήγαγεν, ἁπλῆν δὲ μόνην ὑπὲρ ἑαυτοῦ τὴν ἀπολογίαν εἰσήνεγκεν·
 [01603]  Καὶ τῆς ἀχαριστίας αὐτῶν κατηγόρους ὁμοῦ καὶ μάρτυρας παρηγάγομεν εἰς μέσον, οὐρα νὸν, καὶ γῆν, καὶ θάλασσαν, καὶ ἀέρα, καὶ τὰ ἐν τού τοις ἅπαντα σώματα, ἔμψυχά τε καὶ ἄψυχα, λογικά τε καὶ ἄλογα, πτηνὰ καὶ πεζὰ, καὶ νηκτὰ καὶ ἀμφί βια.
 [01608]  Καὶ τούτων ἐκ μὲν τῆς θείας Γραφῆς τὰς ἀποδείξεις εἰς μέσον ἠγάγομεν·
 [01789]  ∆ύναται τοιγαροῦν, καὶ τὴν ἅπαξ εἰς ἰχῶρα διαῤῥυεῖσαν τοῦ σώματος φύσιν, εἶτα κόνιν γεγενημένην, καὶ πανταχοῦ διασπαρεῖ σαν, ἐν ποταμοῖς, ἐν πελάγεσιν, ἐν οἰωνοῖς, ἐν θη ρίοις, ἐν πυρὶ, ἐν ὕδατι (πάντα γάρ σου τὰ τῆς ἀπιστίας εἰς μέσον φέρω κυήματα), συναγαγεῖν, σὲ [83.736] θέλων πάλιν, καὶ εἰς τὸ πρότερον καὶ μέγεθος καὶ κάλλος ἐπαναγαγεῖν.
 [01884]  «Τί ἀνταποδώσω τῷ Κυρίῳ περὶ πάντων, ὧν ἀνταπέδωκέ μοι;» Ἔστι δὲ ἀκοῦ σαι καὶ τοῦ θεσπεσίου ∆ανιὴλ, καὶ τῶν ἁγίων ἐκείνων μειρακίων, ἐν αὐτῇ τῇ τῶν δεινῶν ἐκεί νων προσβολῇ τὸν Θεὸν ἀνυμνούντων, καὶ τῶν ἁμαρτημάτων, ὧν οὐκ ἦσαν ἐργάται, τὴν μνή μην εἰς μέσον φερόντων, καὶ δίκας τίνειν ὑπὲρ ὧν ἐπλημμέλησαν ὁμολογούντων, ἀλλὰ οὐ στεφάνων σφᾶς αὐτοὺς ἀξίους εἶναι λεγόντων, οὐδὲ δυσχεραι νόντων τὰ τῆς δίκης ζυγά.
 [01970]  Καὶ παρ άγει μὲν εἰς μέσον τὴν οὐρανόθεν ἐναχθεῖσαν φωνὴν βεβαιωθῆναι, ἐμπεδωθῆναι δὲ ταύτην αἰτεῖ τῇ τῶν ἄρτων θαυματουργίᾳ.
 [01998]  ∆ιὸ καὶ μέσον αὐτὸν δύο κακούργων οἱ Ἰουδαῖοι προσήλωσαν, πονηρὰν αὐτῷ δόξαν κατασκευάσαι βουλόμενοι·
 [02113]  Ἵνα δὲ δείξωμεν, οὐκ ἐκ μεταμελείας ταῦτα τὸν Θεὸν οἰκονομήσαντα, ἀλλ' ἄνωθεν καὶ ἐξ ἀρχῆς οὕτω ταῦ τα διαταξάμενον, φέρε, τὴν θείαν Γραφὴν εἰς μέσον παραγάγωμεν, καὶ ἀκούσωμεν πρῶτον αὐτοῦ τοῦ ∆εσπότου Χριστοῦ, ἐν τοῖς Εὐαγγελίοις λέγοντος·
 [02156]  Ὁ δὲ ἐκείνου παῖς, Βαλτάσαρ φημὶ, ταῖς πατρῴαις οὐ παιδευθεὶς συμφοραῖς, οὐδὲ σκοπήσας ὁποίας ἐκεῖνος δίκας τῆς ἀλαζονείας ἐξέτισε, καὶ ταῦτα ὡς ἐνόμισε τὰ θεῖα σκεύη τετιμηκὼς, φέρει μὲν εἰς μέσον τὰ ἅπαξ ἀφιερωθέντα Θεῷ, πίνει δὲ ἀπὸ τούτων ὁ ἀλιτήριος, προσφέρει δὲ καὶ τοῖς συμπόταις τὰ ἄψαυστα.
 [02159]  Ἡ δὲ μήτηρ τὸν πολ λάκις τῷ πατρὶ τοιαύτας ἀπορίας διαλύσαντα ἦγεν εἰς μέσον τὸν ∆ανιήλ.
 [02183]  Ἔφερον γὰρ οἱ τοῦδε τοῦ λόγου κήρυκες εἰς μέσον, καὶ Ἀβραὰμ τὸν πα τριάρχην, ταύτας τὰς ἐπαγγελίας δεξάμενον, καὶ Ἰσαὰκ τὸν τῆς ἐπαγγελίας καρπὸν, καὶ τὸν Ἰακὼβ ταύτην τὴν εὐλογίαν παρὰ τοῦ πατρὸς κομισάμενον, καὶ τὸν Ἰούδαν, τὸν πατρῷον τῆς εὐλογίας κλῆρον διαδεξάμενον, καὶ τὸν Μωσέα ταῦτα προειρηκότα, καὶ τὸν βασιλέα ∆αβὶδ ταῦτα προθεσπίσαντα, καὶ Ἡσαΐαν καὶ Ἱερεμίαν ταῦτα προαγορεύσαντας, καὶ Ἰεζεκιὴλ καὶ ∆ανιὴλ ταῦτα διὰ τοῦ πνεύματος προ κηρύξαντας, καὶ ἅπαντα τῶν προφητῶν τὸν χορὸν τὰ ἡμέτερα σαφῶς προμηνύσαντα.
 [02186]  Ἡ γὰρ ἀντιλογία τὰς ∆εσποτικὰς μαρτυρίας εἰς μέσον ἄγεσθαι κατηνάγκαζεν·
000-00-00 Serial Number=0489643931
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00244]  Τέμνειν ἡ θάλαττα τὰς ἠπείρους ἀμφοτέρας νομίζεται, τὸν μέσον τούτων χῶρον κατέχειν διαταχθεῖσα.
000-00-00 Serial Number=0102704585
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00908]  Εὐθὺς γὰρ ἤν τινα ἴδωμεν ἐξ ἐκείνων ἀφιγμένον τῶν πόλεων, αἳ τῆς θαλάττης εἰσὶν ἀγχι τέρμονες, τὴν Κύπρον καὶ τὸν ταύτης ἄριστον κυβερνήτην εἰς μέσον ὁ λόγος προφέρει, καὶ γαννύμεθα τὸ σὸν ἀκούοντες κλέος.
 [02622]  Κρί σιν δικαίαν κρίνετε ἀνὰ μέσον ἀνδρὸς καὶ ἀνὰ μέσον τοῦ πλησίον αὐτοῦ .
000-00-00 Serial Number=0794467449
Eranistes Ante [Go Back]  
 [00141]  ὅπου τὸ διάφορον ἄπειρον, καὶ τοσοῦτον ὅσον ἐμπίδος πρὸς τὴν κτίσιν ἅπασαν τὴν ὁρατὴν καὶ ἀόρατον (τοσοῦτον γάρ, μᾶλλον δὲ καὶ πολλῷ πλέον, τὸ μέσον φύσεως σαρκὸς καὶ θεότητος), πῶς οἷόν τε μετὰ τὴν τροπὴν τὴν προ τέραν μεῖναι προσηγορίαν;
 [01000]  Ἕνα γὰρ τῶν τῆς θαυμασίας ὑμῶν αἱρέσεως διδασκάλων Ἀπολινάριον εἰς μέσον παράξω, καὶ δείξω τοῖς ἁγίοις πατράσι τό, Ὁ λόγος σὰρξ ἐγένετο, παραπλησίως νενοηκότα.
 [01584]  {ΟΡΘ.} Οὐκοῦν εἰ μηδὲ τὸ ἀκαριαῖον τοῦ χρόνου τῆς λήψεως τῆς σαρκὸς καὶ τῆς ἑνώσεως γεγένηται μέσον, ἡ δὲ ληφθεῖσα φύσις [134] οὐ προϋπῆρχε τῆς λήψεως καὶ τῆς ἑνώσεως·
 [01833]  Ἐγὼ δὲ καὶ τὸ φέρειν τούτους εἰς μέσον αἰσχύνομαι.
 [02477]  καὶ μέσον ἑαυτὸν ἐμβαλὼν ὁ Χριστός, ἑκατέραν φύσιν εἰς φιλίαν συνήγαγε, καὶ τὴν παρὰ τοῦ πατρὸς ἐπικειμένην ἡμῖν αὐτὸς τιμωρίαν ὑπέμεινεν.
 [03244]  {ΟΡΘ.} Καὶ τί δήποτε, δεῖξαι βουλόμενος τὴν τῶν σωμάτων ἀνά στασιν, τὴν δεσποτικὴν ἀνάστασιν εἰς μέσον παρήγαγεν;
 [03252]  πλεῖστον δὲ ὅσον θεοῦ καὶ ἀνθρώ πων τὸ μέσον·
 [03443]  {ΕΡΑΝ.} Τὸν θεσπέσιον ∆αβὶδ εἰς μέσον παρήγαγεν, ἔφη τε αὐτὸν ὑποσχέσεις παρὰ τοῦ θεοῦ τῶν ὅλων δεξάμενον, ὡς ὁ δεσπότης Χριστὸς ἐκ καρποῦ τῆς ὀσφύος αὐτοῦ βλαστήσει·
000-00-00 Serial Number=0813844383
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00597]  Μὴ τοί νυν ὀνείδιζέ μοι τὸ μέλαν τῆς χρόας, μηδὲ τὰ πρότερά μοι ἄγε εἰς μέσον κακά.
 [00809]  καὶ τῶν κατὰ τὸν παρόντα καιρὸν ἀν θούντων ἀμπελώνων, τροπικῶς νοουμένων, πειρατη ρίου δὲ ὄντων μέσον·
000-00-00 Serial Number=0409217000
Graecarum affectionum curatio Ante [Go Back]  
 [00398]  ἐπειδὴ δὲ οὗτος οὐ μόνον ἀνέτειλεν, ἀλλὰ καί, ποιητικῶς εἰπεῖν, μέσον οὐρανὸν ἀμφιβέβηκε, τίς ἀπολογίας ὑπολείπεται λόγος τοῖς νῦν ἐν μεσημβρίᾳ τυ φλώττουσι καὶ τοὺς ὀφθαλμοὺς μύουσιν, ἵνα μὴ τοῦ φωτὸς [2.5] ἀπολαύσωσιν;
 [00826]  Αὔξων δὲ τὴν κατηγορίαν, καὶ τὴν οἴησιν αὐτῶν εἰς μέσον προτέθεικεν·
 [00858]  [3.35] Εἶτα τὸν Ἡσίοδον εἰς μέσον παράγει καὶ τὸ Χάος καὶ τὸν Ὠκεανὸν καὶ τὴν Τηθὺν καὶ τὸν Οὐρανὸν καὶ τὴν Γῆν καὶ τούτοιν τοὺς παῖδας, τὸν Κρόνον, τὴν Ῥέαν, τὸν Ἰαπετὸν καὶ τοὺς ἄλλους·
 [01409]  [5.8] Ἐπειδὴ τοίνυν τοῦ κόσμου πέρι καὶ τῆς ὕλης τίνα προσήκει φρονεῖν, μεμαθήκαμεν, καὶ ὅσον τὸ μέσον τῶν τε θείων καὶ τῶν φιλοσόφων δογμάτων, φέρε λοιπὸν ἐξετάσωμεν, τίνα περὶ τῆς τοῦ ἀνθρώπου φύσεως ἡ θεία γραφὴ φρονεῖν ἡμᾶς ἐξεπαίδευσεν, καὶ τίνα οἱ τῇ εὐεπείᾳ τοὺς λόγους καλλύνοντες καὶ ὀνομάτων [5.9] ὥρᾳ καὶ ῥημάτων ἡβρυσμένων προσενεγκόντες τὸ ψεῦδος.
 [01942]  κατηγορείτωσαν δὲ καὶ τῶν λυροποιῶν, καὶ μέντοι καὶ αὐτῶν γε τῶν μουσικῶν, ὅτι μὴ ἴσην ἀφιᾶσιν ἅπασαι ἠχὴν αἱ χορδαί, ἀλλ' ἄλλην μὲν ἡ νήτη, ἄλλην δὲ ἡ ὑπάτη, καὶ ἡ μὲν ὀξεῖαν, ἡ δὲ βαρεῖαν, ἡ δὲ μέσον
 [01983]  τοῦτο γὰρ οὐ τὸν κόσμον αἰτιωμένου, ἀλλά τινα τῶν αὐτοῦ χωρὶς λαβόντα, οἷον εἰ παντὸς ζῴου τρίχα ἢ τῶν χαμαὶ δακτύλων, ἀμελήσας τὸν πάντα ἄνθρωπον, δαιμονίαν τινὰ ὄψιν βλέπειν, ἢ νὴ ∆ία τὰ ἄλλα ζῷα ἀφεὶς τὸ εὐτελέστατον λαμβάνοι, ἢ τὸ ὅλον γένος παρείς, οἷον τὸ ἀνθρώπου, Θερσίτην εἰς μέσον ἄγοι.
 [02992]  Ἐκ γὰρ Σιὼν ἐξελεύσεται νόμος καὶ λόγος Κυρίου ἐξ Ἱερουσαλήμ, καὶ κρινεῖ ἀνὰ μέσον τῶν ἐθνῶν καὶ ἐλέγξει λαὸν πολύν, καὶ συγκόψουσι τὰς μαχαίρας αὐτῶν εἰς ἄροτρα, καὶ τὰς ζιβύνας αὐτῶν εἰς δρέ πανα·
 [03353]  Τρίτος γάρ φησι ποταμὸς τούτων κατὰ μέσον ἐκβάλλει, καὶ ἐγγὺς τῆς ἐκβολῆς ἐκπίπτει εἰς τόπον μέγαν πυρὶ πολλῷ καιόμενον καὶ λίμνην ποιεῖ μείζω τῆς παρ' ἡμῖν θαλάττης, ζέουσαν ὕδατος καὶ πηλοῦ.
 [03988]  [12.80] Ταῦτα πάλιν, ὦ ἄνδρες, παρεξετάσαντες καὶ γνόντες, ὅσον θείων καὶ ἀνθρωπίνων τὸ μέσον, δι' ἐκείνων, οἷον δή τινων στοι χείων, ἐπὶ τὴν τούτων ὁδεύσατε τελειότητα καὶ μὴ προφα σίζεσθε προφάσεις ἐν ἁμαρτίαις, ᾗ φησιν ἡ μελῳδία τοῦ Πνεύ [12.81] ματος.
 [03989]  Ὅταν γὰρ τοὺς εὐαγγελικοὺς ἐπιδείξωμεν νόμους πολλῷ τῆς Ἑλληνικῆς φιλοσοφίας ὄντας ὑψηλοτέρους, τηνικαῦτα ὑμεῖς τοὺς μὲν νόμους ἐπαινεῖτε, τοὺς δὲ τούτους παραβαίνοντας ἀδεῶς εἰς μέσον προφέρετε καὶ δι' ἐκείνων πειρᾶσθε διαβάλλειν τοὺς [12.82] νόμους.
000-00-00 Serial Number=0850088894
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00836]  Τοῦτον δὲ ἀποτρέψασθαι τήνδε τὴν δόξαν πειρώμενον, εἰς μέσον ἀγαγεῖν τὴν γυναῖκα, καὶ ἐπιτρέψαι κοινωνῆσαι αὐτῇ τὸν βουλόμενον·
 [01230]  Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσ φημον τεχνολογίαν καὶ παρατήρησιν, οὐδενὶ πρό τερον ἐγνωσμένην, εἰς τὸ μέσον ἀγάγωμεν.
 [01350]  Ὅσον γὰρ Θεοῦ καὶ διαβόλου τὸ μέσον, το σαύτη τῆς τοῦ Θεοῦ καὶ διαβόλου διδασκαλίας δια φορά.
 [01514]  Παραγάγωμεν δὲ Πέτρον εἰς μέσον, τὸν πρῶτον τάσδε τὰς προσηγορίας συμφώνως ὁμολογή σαντα.
 [01755]  Γενηθήτω γὰρ, ἔφη, στερέωμα ἐν μέσῳ τοῦ ὕδατος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος.
 [02044]  Πλοῦτος δὲ, καὶ πενία, καὶ δουλεία, καὶ δεσποτεία, καὶ ὑγεία, καὶ νόσος, καὶ αἱ ἄλλαι τοῦ ἀνθρωπίνου βίου εὐκλη ρίαι τε καὶ δυσκληρίαι, μέσον τινὰ ἔχουσι κλῆρον.
 [02967]  Ἵνα δὲ ἐκ πολλοῦ τοῦ περιόντος τὴν ἄνοιαν αὐτὴν διελέγξωμεν, τὸν Ἀαρὼν εἰς μέσον ἀγάγωμεν.
 [03047]  [83.556] εξετάσει καταμαθεῖν, ὅσον τοῦ ψεύδους καὶ τῆς ἀληθείας τὸ μέσον.
000-00-00 Serial Number=0284003973
Historia ecclesiastica Ante [Go Back]  
 [00711]  ὁ δὲ τῆς συκοφαντίας τὸ προφανὲς ἐπιστάμενος, εἴ τινα ἔχοι τούτου συνίστορα, ἄγειν εἰς μέσον ἐκέλευσεν.
 [01223]  ταῦτα μεμαθηκότες οἱ δικασταὶ τῶν συνειλημμένων εἰς μέσον ἄγουσι τὸν νεώτατον·
 [02288]  τότε δὴ οἱ στρατηγοί, τῆς στρατιᾶς τὴν συμφωνίαν θείαν ψῆφον ὑπολαβόντες, ἤγαγον εἰς μέσον τὸν πάντα ἄριστον ἄνδρα ἐκεῖνον, καὶ βῆμα σχεδιά σαντες ὑψηλὸν ἔστησαν ἐπὶ τούτου.
000-00-00 Serial Number=0400166452
Historia religiosa Ante [Go Back]  
 [01011]  Ὡς μῆλον ἐν τοῖς ξύλοις τοῦ δρυμοῦ, οὕτως ὁ ἀδελφιδός μου ἀνὰ μέσον τῶν υἱῶν·
 [01370]  Ἡ δὲ πάλιν πρὸς τὸν νέον αὐτῆς Ἐλισσαῖον ἀπέστειλε δραμεῖν γὰρ αὐτὴν τὸ πάθος ἐκώλυε καὶ ὡς οὐκ ἐβούλετο παίδων γενέσθαι μήτηρ ἀνέμνησε καὶ τὰς αὐτοῦ ὑποσχέσεις εἰς μέσον παρήγαγεν.
 [02141]  Ἀφίκοντο δὲ πολλοὶ τὰς τῆς ἑσπέρας οἰκοῦντες ἐσχατιάς, Σπάνοι τε καὶ Βρεττανοὶ καὶ Γαλάται οἱ τὸ μέσον τούτων κατέχοντες.
 [02183]  Κομισθέντα τοίνυν εἰς μέσον ἀρνηθῆναι ἐκέλευσε τὴν τῶν προγόνων ἀσέβειαν.
 [02383]  [30.4] Ἀλλὰ μέχρι πότε μηκύνω καὶ ταύτης τὴν ἀρετὴν ἅπασαν διηγεῖσθαι φιλονεικῶν, δέον καὶ τῶν ἄλλων εἰς μέσον προτιθέναι τὸν βίον αἳ καὶ ταύτην κἀκείνας, ὧν πρόσθεν ἐμνήσθημεν, ἐμιμήσαντο;
 [02446]  Μηδεὶς τοίνυν ἡμῖν τῶν μεμψιμοίρων, γηπόνους καὶ ποιμένας καὶ ναύτας προφέρων εἰς μέσον, σμικρύνειν ἐπιχειρείτω τῶν μεγίστων τούτων ἀθλητῶν τοὺς ἀγῶνας.
 [02638]  Ἀλλ' ὅμως ταῦτα πάντα, καὶ ἔτι τούτων πολλῷ πλείονα τῆς θυσίας ἐχούσης, οὐκ ἀντέτεινεν ὁ πατριάρχης, οὐδὲ τὰ τῆς φύσεως προὐβάλετο δίκαια, οὐδὲ τὰς ὑποσχέσεις εἰς μέσον παρήγαγεν, οὐδὲ γηρωκομίας καὶ ταφῆς ἀνε μνήσθη·
000-00-00 Serial Number=0735455871
Interpretatio in Danielem Ante [Go Back]  
 [00040]  Καὶ τὸν μὲν περὶ τοῦ ∆εσπότου Χριστοῦ λόγον τέως ἐπισχῶμεν, τὰς δὲ ἄλλας αὐτοῦ προφητείας εἰς μέσον ἀγάγωμεν.
 [00161]  Ἔστι τοίνυν καὶ ἐν τεῦθεν μαθεῖν, ὁπόσον τῶν θείων καὶ ἀνθρωπίνων τὸ μέσον.
 [00229]  εἶτα, ἐπειδὴ περὶ ἑαυτοῦ μόνου διηγήσατο, ἀναγ καίως καὶ τοὺς κοινωνοὺς τῆς εὐσεβείας εἰς μέσον καλεῖ, καί φησι·
 [00363]  Ἀληθῶς πολὺ τῆς ἀληθείας καὶ τοῦ ψεύδους τὸ μέσον·
 [00503]  Καὶ ὁ μακάριος δὲ Πέτρος ἐν Ἰουδαίοις δημηγορῶν, καὶ τοῦ Κυρίου τὴν προφη τείαν εἰς μέσον παραγαγὼν, φησίν·
 [00575]  προσήκει δὲ καὶ ἐνίων τῶν πρὸ ἡμῶν ἡρμηνευκότων τὰς δόξας εἰς μέσον παρα γαγεῖν·
 [00706]  Τούτων ἀκούσας ὁ φρενοβλα βὴς ἐκεῖνος βασιλεὺς, καὶ ἐπιλαθόμενος τῶν ὑπ' αὐτοῦ πρὸς τὸν ∆ανιὴλ εἰρημένων, Ἐπ' ἀληθείας ὁ Θεὸς ὑμῶν οὗτός ἐστι Θεὸς τῶν θεῶν, καὶ Κύριος τῶν βασιλέων, ἄγει τοὺς ἄνδρας εἰς μέσον·
 [00901]  θεῖος δὲ ἄγγελος ἐσκεδάννυ τὴν φλόγα, καὶ τὸ μέσον τῆς καμίνου τῶν ἀνθράκων ἐγύμνου, καὶ αὖράν τινα ψυχράν τε καὶ μετρίως ὑγρὰν, καὶ πολλὴν τοῖς ἁγίοις ἡδονὴν πραγματευομένην, ὠδίνειν τὸ πῦρ παρεσκεύαζε, καὶ ταύτην τοῖς τῶν ἁγίων ἐπαφιέναι σώμασιν.
 [00903]  Ἐποίησε γὰρ, φησὶ, τὸ μέσον τῆς καμίνου ὡς πνεῦμα δρόσου διασυρίζον, καὶ οὐχ ἥψατο αὐτῶν τὸ καθόλου τὸ πῦρ, καὶ οὐκ ἐλύπησεν αὐτοὺς, οὐδὲ παρηνώχλησεν αὐτοῖς.
 [01029]  Οὐχὶ ἄνδρας τρεῖς ἐβάλομεν εἰς μέσον τοῦ πυρὸς πεπεδημένους;
 [01423]  Οὕτω δὲ καὶ ὁ μακάριος Ἡσαΐας τοῖς εἰδώλοις τὴν θείαν παραβάλλων φύσιν, τὸ τῶν ἀν θρώπων εἰς μέσον παρήγαγε γένος.
 [01498]  Ἀλλὰ ταῦτα τὰ ἄψαυ στα, καὶ τῷ Θεῷ τῶν ὅλων ἀνακείμενα, οὐχ ὡς δεο μένῳ, ἀλλ' ὡς ἀποδεχομένῳ τῶν προσφερόντων τὸ εὔγνωμον, ὁ δυσσεβὴς βασιλεὺς εἰς μέσον ἐνεγκὼν, ἔπινεν ἐν αὐτοῖς·
 [01574]  οὐ γὰρ ἂν, εἴπερ ἠγνόησε, τοῦ γένους ἀνέμνησε, καὶ τὴν αἰχμαλωσίαν τῆς Ἰουδαίας εἰς μέσον παρήγαγεν.
 [03522]  Ἐπεὶ εἰπάτωσαν, τίς ὁ τόπος οὗτος, ἐν ᾧ τὴν σκηνὴν αὑτοῦ κατέπηξεν ὁ Ἀν τίοχος, ἀνὰ μέσον τῶν δύο θαλασσῶν διακείμενος;
000-00-00 Serial Number=0865757048
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00413]  Ἀλλ' ὅμως καὶἀνήκεστα νοσοῦντας εἰδὼς προσφέρει τὰ φάρμακα, ἵνα ἐν τῇ τῆς κρίσεως ἡμέρᾳ ἀναντιῤῥήτως τὴν ἐκ φερομένην κατ' αὐτῶν οἱ ἀπειθοῦντες δέξωνται ψῆ φον, τῶν θείων εὐεργεσιῶν εἰς μέσον προσφερομέ νων.
 [00528]  Ἡ γὰρ τοῦ θείου Πνεύματος χάρις ἐν ἐμοὶ γενομένη μέσον οὐρανοῦ καὶ γῆς, οἷόν τινα ὑπόπτερον, διατέμνειν παρεσκεύαζε τὸν ἀέρα.
 [01196]  Εἴσελθε εἰς τὸ μέσον τῶν τροχῶν τῶν ὑποκάτω τῶν Χερουβίμ.
 [03608]  Ἐντεῦθεν λοιπὸν ἐπὶ τοὺς ἐκ γειτόνων οἰκοῦν τας τοῦ Ἰσραὴλ, καὶ ἐφηδομένους αὐτοῖς, τρέπει τὴν προφητείαν, καὶ πρώτους εἰς μέσον ἄγει τοὺς υἱοὺς Ἀμμών.
 [03729]  Καὶ προνο μεύσει τὴν δύναμίν σου, καὶ σκυλεύσει τὰ ὑπάρ χοντά σου, καὶ καταβαλεῖ τὰ τείχη σου, καὶ τοὺς οἴκους σου τοὺς ἐπιθυμητοὺς καθελεῖ, καὶ τοὺς λίθους σου, καὶ τὰ ξύλα σου, καὶ τὸν χοῦν σου εἰς μέσον τῆς θαλάσσης ἐμβαλεῖ.
 [04451]  Ἰδοὺ Ἀσσοὺρ κυπάρισσος ἐν τῷ Λιβάνῳ, καὶ καλὸς ταῖς παραφυάσι, καὶ ὑψηλὸς τῷ με γέθει, καὶ πυκνὸς τῇ σκέπῃ, καὶ εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ.
 [04454]  Τὸ δὲ, Εἰς μέσον νεφελῶν ἐγένετο ἡ ἀρχὴ αὐτοῦ, οὐ μόνον ὑπερβολικῶς κατὰ τὸ τῶν ἀνθρώπων ἰδίωμα τέθεικεν (εἰώθασι γὰρ πολλοὶ λέ γειν, ὅτι Ὁ δεῖνα ἕως τῶν νεφελῶν ὑψώθη), ἀλλὰ καὶ [81.1120] τῶν λογισμῶν αὐτοῦ τὴν ἀλαζονείαν ἐξέφηνεν·
 [04503]  Ἀνθ' ὧν ἐγένετο μέγας τῷ μεγέθει, καὶ ἔδωκε τὴν ἀρχὴν αὐτοῦ εἰς μέσον τῶν νεφε λῶν, καὶ ἐπήρθη ἡ καρδία αὐτοῦ ἐν τῷ ὕψει αὐτοῦ, καὶ εἶδον ἐν τῷ ὑψωθῆναι αὐτόν.
 [05059]  Καὶ κρινῶ ἀναμέσον προβάτου καὶ προβάτου, καὶ ἀνα μέσον κριοῦ πρὸς κριόν.
 [06254]  Εἶτα πεν τακοσίους πάλιν τοὺς τοῦ ναοῦ πήχεις διαιρεῖ κατὰ μέσον τῆς πόλεως.
000-00-00 Serial Number=0503845215
Interpretatio in Jeremiam Ante [Go Back]  
 [01241]  Εἶτα πάλιν εἰς μέσον φέρει τῶν ἐθνῶν τοὺς θεοὺς, καὶ δείκνυσιν αὐτοὺς ἀπὸ τέχνης καὶ ὕλης τὴν ὑπόστασιν ἔχοντας.
 [01591]  ὁ γὰρ Εὐφρά της μέσον ἐκείνην διατέμνει τὴν πόλιν·
 [02142]  καὶ εἰσάξω αὐτοὺς εἰς τὸ μέσον τῆς πόλεως ταύ της.
 [02276]  Ἐπειδὴ τὴν τῶν προγόνων εὐσέβειαν οὐ μιμούμενοι ἐπὶ τῇ ἐκείνων ἐσεμνύνοντο συγγενείᾳ, τὸν Ἀβραὰμ εἰς μέσον φέροντες, καὶ τὸν Ἰσαὰκ, καὶ τὸν Ἰσραὴλ, καὶ τὸν ∆αβὶδ, καὶ τὸν Ἐζεκίαν, καὶ τὸν Ἰωσίαν, ἐπισήμους ἄνδρας ἐν ἀρετῇ, τού του χάριν ὁ τῶν ὅλων Θεὸς ἐκβάλλει τοῦ Ἰεχονίου τὸ θράσος, καί φησιν·
 [02296]  μηδεὶς γὰρ τὸν Ζοροβάβελ εἰς μέσον φε ρέτω·
 [02448]  Καὶ πίονται, καὶ ἐξεμοῦνται, καὶ ἐκμα νήσονται ἀπὸ προσώπου τῆς μαχαίρας, ἧς ἐγὼ ἀποστελῶ ἀνὰ μέσον αὐτῶν.
 [03140]  Καὶ δώσω τοὺς ἀνθρώπους τοὺς παρ εληλυθότας τὴν διαθήκην μου, τοὺς μὴ στή σαντας τοὺς λόγους τῆς διαθήκης μου ἣν ἐποίησαν κατὰ πρόσωπόν μου, τὸν μόσχον ὃν ἐποίησαν εἰς δύο, καὶ διῆλθον διὰ μέσου τῶν διχοτομημάτων αὐτοῦ, τοὺς ἄρχοντας Ἰούδα, καὶ τοὺς ἄρχοντας Ἱερουσαλὴμ, τοὺς δυνατοὺς, καὶ τοὺς ἱερεῖς, καὶ πάντα τὸν λαὸν τῆς γῆς, τοὺς διελθόντας ἀνὰ μέσον τῶν διχοτο μημάτων τοῦ μόσχου.
 [03142]  Ἀμέλει καὶ ὁ τῶν ὅλων Θεὸς πρὸς τὸν Ἀβραὰμ τὰς συνθήκας ποιούμενος, κριὸν τριετῆ, καὶ μόσχον, καὶ τράγον, ὁμοχρόνους διχοτομηθῆναι κελεύσας, καὶ τὰ τμήματα ἀντιπρόσωπα τεθεῖναι ἀλλήλοις, κλίβανον καπνιζόμενον, καὶ λαμπάδας πυρὸς, ἀνὰ μέσον τῶν διχοτομημάτων πεποίηκε διελθεῖν, κατὰ τὸ κρατοῦν ἔθος τὰς πρὸς αὐτὸν συν θήκας ποιούμενος·
 [04368]  Εἶτα προαγο ρεύσας τὴν ἐρημίαν, πάλιν εἰς μέσον φέρει τὸν Βήλ.
 [04831]  Φέρει δὲ εἰς μέσον καὶ τῆς Ἰουδαίας ἁπάσης τὴν μετανάστασιν, καὶ τὴν χαλεπὴν δουλείαν, καὶ εὐχειρώτους αὐτοὺς λέγει γεγενῆσθαι διὰ τὴν ἁμαρτίαν.
 [04832]  Πάντες γὰρ, φησὶν, οἱ διώκοντες αὐτὴν, κατέλαβον αὐτὴν ἀνὰ μέσον τῶν θλιβόντων.
000-00-00 Serial Number=0190105617
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00544]  Τὸν τῆς κακίας κατάλογον εἰς μέσον παρήγαγεν, ἐναντία δεικνὺς ἅπαντα τοῦ θείου θελή ματος.
 [01600]  Οὗτος γὰρ ἐν Ἰουδαίοις δημηγορῶν, καὶ ταύτην ἐνεγκὼν εἰς μέσον τὴν μαρτυρίαν, οὕτως ἔφη·
 [03720]  Τῶν οὐρανῶν μνημονεύσας, καὶ τῶν ἀοράτων δυνάμεων, ἔπειτα τῆς τῶν ὑδάτων οὐσίας, ἄγει καὶ τὴν γῆν εἰς μέσον, καὶ τοὺς ταύτην κατοικοῦντας, ποιήματα αὐτοῦ εἶναι διδάσκων, καὶ παρεγγυῶν δεδιέναι καὶ τρέμειν τὸν Ποιητὴν, καὶ τοῖς αὐτοῦ νεύμασι πείθεσθαι.
 [04082]  Ταῦτα δὲ διεξελθεῖν ἠναγκά σθην διὰ τοὺς ἐπαρωμένους, καὶ τὸν θεῖον ∆αβὶδ εἰς μέσον παράγοντας, ἵνα τὴν μεγίστην τοῦ ∆αβὶδ φι λοσοφίαν ἀρχέτυπον ἔχωσιν ὠφελείας.
 [04363]  Ἐν πολλοῖς γὰρ ψαλμοῖς μέμνηται τῆς ἁμαρτίας, τὸ ἕλκος οὐκ ἀνεχόμενος, ἀλλὰ καὶ τὴν νόσον, καὶ τὴν θεραπείαν εἰς μέσον προτίθησι, διδασκαλίας ὑπόθεσιν τοῖς ἀνθρώποις προσφέρων.
000-00-00 Serial Number=0267249703
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00624]  Καὶ οὕτω κρίσεως γὰρ γινομένης, καὶ τῶν εἰς ἐμὲ παρὰ σοῦ γενομένων φερομέ νων εἰς μέσον, καὶ τῶν παρ' ἐμοῦ τετολμημένων παρεξεταζομένων ἐκείνοις, σὺ μὲν ἀποφανθήσῃ καὶ δίκαιος καὶ φιλάνθρωπος, ἐγὼ δὲ παράνομος ὀφθή σομαι καὶ ἀχάριστος.
 [00639]  ἀλλὰ τὴν ἄνωθεν ὑπὸ τῶν προγόνων ἀνθρώπων τολμηθεῖσαν παρανομίαν εἰς μέσον προφέρει, κἀκείνην λέγει γεγενῆσθαι τῶν ῥευμάτων τούτων πηγήν.
 [01056]  [Ἀντὶ τοῦ εἰς τὸ μέσον, εἰς αὐτὴν τὴν καρδίαν πονηρία βλαστήσασα τὴν θανατικὴν τῆς τιμωρίας αὐτοῖς ἐπάγει ψῆφον.] Παροικίαν δὲ καλεῖ τὴν παροῦσαν ζωὴν, ἐν ᾗ παροικοῦμεν οὐ κατοικοῦ μεν.
 [04169]  Πάντα γάρ σου τὰ ἐξ ἀρχῆς εἰς ἡμᾶς γεγενημένα θαυμάσια εἰς μέσον προθήσω, καὶ ἐν αὐτοῖς διηνεκῶς τὴν μελέτην ποιούμενος, τὰς χρηστοτέρας ἐλπίδας οὐκ ἀποῤ ῥίψω.
 [04356]  Καὶ ἔπεσεν εἰς μέσον τῆς παρεμβολῆς αὐτῶν, κύκλῳ τῶν σκηνωμάτων αὐτῶν.
 [04698]  Ἐπειδὴ γὰρ τούτων μό νων ὁ μέγας Μωσῆς ἐκτυπώματά τινα ἐν τοῖς Ἁγίοις τῶν ἁγίων ἀνέθηκε, καὶ μέσον τούτων τὸ ἱλα στήριον τέθεικε, δι' ἐκείνου δέ τις ἐπιφάνεια θεία τοῖς ἀρχιερεῦσιν ἐγένετο, εἰκότως ἐνταῦθα καὶ τῶν Χερουβὶμ ἐμνημόνευσε, καὶ τὸν τούτοις ἐπι καθήμενον ἐπιφανῆναι ἱκέτευσεν.
000-00-00 Serial Number=0815541565
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00174]  Καὶ ποτὲ μὲν τὸν πατριάρχην Ἀβραὰμ εἰς μέσον προφέρουσι, καὶ τὸν υἱὸν τὸν ἐκείνου, καὶ τὸν ἔκγονον, τῶν συνθη κῶν ἀναμιμνήσκοντες τὸν Θεόν·
 [01908]  Εἰ καὶ τούτων εὗρε μακρότερα διαστήματα, πάντως ἂν καὶ ταῦτα εἰς μέσον παρήγαγε, δεῖξαι τὸ ἄπειρον τῆς θείας φιλονεικῶν ἀγαθότητος·
 [02053]  Ὁ ἐξαποστέλλων πηγὰς ἐν φάραγξιν, ἀνα μέσον τῶν ὀρέων διελεύσονται ὕδατα.
 [03603]  μανθάνουσι γὰρ ὅσον τὸ μέσον τῶν οὐκ ὄντων πρὸς τὸν ὄντα Θεόν.
 [06559]  εἰ δὲ καὶ τὰς σὰς εὐεργεσίας εἰς μέσον ἀγάγοις, καὶ ὅσα τοῖς ἀνθρώποις ἐχορήγησας ἀγαθὰ, ποία πάλιν ἀνθρω πίνη δικαιοσύνη ταῖς σαῖς ἐξισωθήσεται δωρεαῖς;
 [07017]  ὡς παντοδύναμος δὲ, μετέωρον φέρει τῶν ὑδάτων τὴν φύσιν, καὶ τοῦ οὐρανοῦ συγκαλύπτει τὴν θέαν, ὄροφόν τινα μέσον οὐρανοῦ καὶ γῆς διὰ τῶν νεφῶν τεκταινόμενος, καὶ ταῖς ὠδῖσι τούτων ἄρδων τὴν γῆν.
 [07121]  οὗ γάρ ἐστιν ἄλλο τι μέσον τῶν ὑμνούντων καὶ ὑμνουμένων, ἀλλ' ἡ μὲν κτίσις ὑμνεῖ, ὁ δὲ Κτίστης ὑμνεῖται.
000-00-00 Serial Number=0268993616
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [01097]  Εἶτα τὰ κατὰ τὸν Ἰακὼβ τὸν πατριάρχην εἰς μέσον φέρει, τῇ παρα θέσει τῆς πατρῴας ἀρετῆς ἐναργέστερον τὴν τούτων διελέγχων παρανομίαν.
 [01872]  Οὕτω τὰς περὶ τῶν ἀλλογενῶν συμπε ράνας προῤῥήσεις, κατὰ τοῦ λαοῦ μεταφέρει τῆς προφητείας τὸν λόγον, καὶ τῆς Ἰούδα φυλῆς πρώτης τὴν παρανομίαν εἰς μέσον προτίθησι.
 [03078]  Καὶ κρινεῖ ἀνα μέσον λαῶν πολλῶν, καὶ ἐλέγξει ἔθνη ἰσχυρὰ ἕως εἰς μακράν.
 [04799]  Ἑώρακα τὴν νύκτα, καὶ ἰδοὺ ἀνὴρ ἐπι βεβηκὼς ἐπὶ ἵππον πυῤῥὸν, καὶ οὗτος εἱστήκει ἀνα μέσον τῶν ὀρέων τῶν κατασκίων, καὶ ὀπίσω αὐτοῦ ἵπποι πυῤῥοὶ, καὶ ψαροὶ, καὶ ποικίλοι, καὶ λευκοί.
 [05315]  Εἰώθασι γὰρ οἱ ἄνθρωποι, καὶ ἐπαρώμενοι, τοὺς συμφοραῖς περιπεπτωκότας φέρειν εἰς μέσον, καὶ λέγειν·
 [05503]  Πάντα τοῦ διαβόλου τὸν χορὸν εἰς μέσον παραγαγὼν, τοὺς μάντεις, τοὺς ἀστερομάν τεις, τοὺς ὀνειροπόλους, καὶ τὸ ψεῦδος αὐτῶν διή λεγξε, καὶ τὴν τιμωρίαν ὑπέδειξεν.
 [05979]  ἐγκαλεὶ [81.1961] δὲ χωρὶς μὲν τοῖς ἱερεῦσι, χωρὶς δὲ τοῖς ἄλλοις, τὰς ὑπ' αὐτῶν τολμωμένας παρανομίας φέρων εἰς μέσον.
 [06353]  Τότε, φησὶ, μαθήσεσθε ὅσον ἀδίκου καὶ δικαίου τὸ μέσον, καὶ ὅση διαφορὰ τοῦ δουλεύοντος τῷ Θεῷ πρὸς τὸν μὴ δουλεύοντα.
000-00-00 Serial Number=0301154554
Libellus contra Nestorium ad Sporacium Ante [Go Back]  
 [00016]  Ὡς γὰρ τὸν μέγιστον ἐκεῖνον κατέλαβε θρόνον, καθά περ τινὰ τυραννίδα τῆς ἀρχιερωσύνης τὴν προστα σίαν ἁρπάσας, οὐκέτι κατέχειν ἐν ἑαυτῷ τὴν ὠδῖνα τῆς ἀσεβείας οἷός τε ἦν, ἀλλ' ἀπὸ τῆς ἐξουσίας προσ λαβὼν ἀμαθῆ παῤῥησίαν, εἰς μέσον ἄγει καὶ προτί θησιν ἅπασιν, ἣν πάλαι συνέλαβε κατὰ τοῦ Μονογενοῦς βλασφημίαν·
 [00022]  Φέρε δὴ οὖν μοι λοιπὸν τὴν βλάσφημον τεχνολογίαν, καὶ παρατήρη σιν οὐδενὶ πρότερον ἐγνωσμένην, εἰς μέσον ἀγάγωμεν.
000-00-00 Serial Number=0964620471
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00193]  [14] γενηθήτω , γάρ φησι, στερέωμα ἐν μέσῳ τοῦ ὕδα τος, καὶ ἔστω διαχωρίζον ἀνὰ μέσον ὕδατος καὶ ὕδατος .
 [00197]  ἐποί ησε, γάρ φησιν, ὁ Θεὸς τὸ στερέωμα, καὶ διεχώ ρισεν ὁ Θεὸς ἀνὰ μέσον τοῦ ὕδατος ὃ ἦν ὑποκάτω τοῦ στερεώματος, καὶ ἀνὰ μέσον τοῦ ὕδατος τοῦ ἐπάνω τοῦ στερεώματος.
 [01772]  ἔχθραν θήσω ἀναμέσον σοῦ καὶ ἀνα μέσον τῆς γυναικὸς καὶ τὰ ἑξῆς.
 [02402]  ὥσπερ γὰρ τὸν οὐρανὸν καὶ τὴν γῆν δημιουργήσας ὁ δεσπότης Θεός, μέσον πάλιν ἐξέτεινε τὸ στερέωμα, καὶ διώρισε τὰ ὑπερῷα τῶν κάτω·
 [02542]  καὶ ἔσται εἰς σημεῖον ἀνὰ μέσον ἐμοῦ καὶ ὑμῶν , οὕτω καὶ περὶ τοῦ σαββάτου νομοθετῶν ἔφη·
 [04001]  εἶτα ἀναγκαίως τοῦ Βεελφεγὼρ εἰς μέσον φέρει τὴν μνήμην, καὶ τῶν δι' ἐκείνην τὴν ἀσέβειαν ἐν τῇ ἐρήμῳ διολωλότων.
 [04112]  ἤγαγε δὲ εἰς μέσον καὶ τὴν τοῦ μόσχου λατρείαν, καὶ ὅτι διὰ τὴν ἐκείνων ἀσέβειαν τὰς θεοσδότους συνέτριψε πλάκας·
 [04181]  ΞΙΙΙ Τί ἐστιν, οὐ φοιβήσετε καὶ οὐκ ἐπιθήσετε φαλά κρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ ;
 [04185]  διὰ δὲ τοῦ, οὐ ποιήσετε φαλάκρωμα ἀνὰ μέσον τῶν ὀφθαλμῶν ὑμῶν ἐπὶ νεκρῷ , τὴν τοῦ πέν θους ἀπηγόρευσεν ἀμετρίαν.
 [04213]  ΞVΙΙ Τί ἐστιν, ἐὰν ἀδυνατήσῃ ἀπὸ σοῦ ῥῆμα ἐν κρίσει ἀνὰ μέσον αἵματος, καὶ ἀνὰ μέσον κρίσεως, καὶ ἀνὰ μέσον ἁφῆς , καὶ τὰ ἑξῆς;
 [04580]  καὶ ὁ Θεὸς σκιάζει ἐπ' αὐτῷ πάσας τὰς ἡμέρας, καὶ ἀνὰ μέσον τῶν ὤμων αὐτοῦ κα τέπαυσε .
 [04884]  ἐγενήθη, γάρ φησιν, ἡ κληρονομία αὐτοῦ ἀνὰ μέσον κλήρου υἱῶν Ἰούδα .
 [05143]  οἱ δυ νάσται, γάρ φησι, τοῦ λαοῦ εὐλογεῖτε τὸν Κύριον, ἐπιβεβηκότες ἐπὶ ὑποζυγίων φθέγξασθε φωνὴν ἀνακρουομένων ἀνὰ μέσον εὐφραινομένων.
 [05390]  τάδε ποιήσαι μοι Κύριος, καὶ τάδε προσθείη, ὅτι θάνατος διαστελεῖ ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ .
000-00-00 Serial Number=0881876528
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00775]  Εἶπε γὰρ, Κρίναι Κύριος ἀνὰ μέσον ἐμοῦ καὶ σοῦ·


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»