Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μήτε [351]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μήτε


000-00-00 Serial Number=0579102576
Ad eos qui in Euphratesia et Osrhoena regione Ante [Go Back]  
 [00006]  καὶ μήτε ἀλλήλοις μήτε τοῖς κυβερνήταις ζυγομαχεῖν·
000-00-00 Serial Number=0845253944
Commentaria in Isaiam Ante [Go Back]  
 [01729]  Ὅταν μηδεὶς ἀνθρώπων ὁ φθεγγόμενος ᾖ μηδὲ ἵπποι χρεμετίζωσι μήτε βόες μυκῶνται μήτε ὄνοι βρομῶνται μήτε ἄλλος τις γίνηται κτύπος, ἠχὴν εἰσδέχονταί τινα μόνην αἱ ἀκοαί·
 [03030]  Τοῦ θεοῦ τὴν ὀργὴν ἀπεικάζει χαλάζῃ σφο δρο τάτῃ κατά τινων φερομένῃ σκέπην οὐδεμίαν ἐχόντων καὶ χειμάρρῳ μεγίστῳ πλημμυροῦντι καὶ τὴν παρακειμένην παρασύροντι γῆν καὶ μὴ συγχωροῦντι μήτε τοῖς ποσὶ τῶν ἐμπιπτόντων στῆναι μήτε ταῖς χερσὶ διαν ή ξασθαι.
 [04365]  Ἡμᾶς <δὲ> προσήκει μήτε ἐπὶ πλούτῳ μήτε ἐπὶ ῥώμῃ μήτε ἐπ' ἄλλῳ τινὶ τῶν ἀνθρωπίνων μέγα φρονεῖν ἀλλὰ καὶ πλοῦτον ἔχοντα καὶ σοφίαν καὶ δύναμιν τῷ θεῷ μόνῳ θαρρεῖν τῷ καὶ τούτων δοτῆρι καὶ τὴν παρ' αὐ τοῦ προσμέ νειν ῥοπήν·
 [05381]  Εἰ δὲ καὶ ὁ πατὴρ θεὸ ς καὶ ὁ υἱὸς θεὸς καὶ ὁ πατὴρ σωτὴρ καὶ ὁ υἱὸς σωτήρ, ἑνικῶς δὲ εἴρηται πλὴν αὐτοῦ μήτε θεὸν εἶναι μήτε σωτῆρ α, παραπαιόντων ἐστὶ καὶ φρενιτιώντων μὴ νοεῖν τὴν μίαν θεότητα.
 [07887]  Θαρσὶς δὲ καλεῖ τὴν Καρχηδόνα, τὴν τῆς Λιβύης μητρόπολιν, καὶ Φοὺδ αὐτὸ ἅπαν τῶν Λιβύων τὸ ἔθνος, Λοὺδ δὲ Λυδοὺς καὶ Μοσὸχ Καππαδόκας καὶ Θοβὲλ Ἴβηρας, λέγει δὲ καὶ τὴν Ἑλλάδα καὶ τὰς νήσους καὶ διὰ τούτων πάντα τὰ ἔθνη τὰ μήτε ἐγνωκότα τὸν τῶν ὅλων θεὸν μήτε πεῖραν αὐτοῦ τῆς δυνάμεως ἐσχηκότα.
000-00-00 Serial Number=0721543491
De incarnatione domini Ante [Go Back]  
 [00399]  Τὸ δὲ σοφίᾳ προκόπτειν, οὐ Θεοῦ τοῦ σοφοῦ, τοῦ ἀπροσδεοῦς, καὶ ἀεὶ τελείου, καὶ μήτε ἐπίδοσιν, μήτε ἐλάττωσιν δεχομένου, ἀλλὰ τοῦ νοῦ τοῦ ἀνθρωπίνου, τοῦ ταῖς ἡλικίαις συμπροϊόντος, καὶ δι [75.1456] δασκαλίας δεομένου, καὶ τέχνης καὶ ἐπιστήμης δε κτικοῦ, καὶ κατὰ βραχὺ τά τε ἀνθρώπινα καὶ τὰ θεῖα γνωρίζοντος.
 [00610]  Ἀνάγκη γὰρ ἐκστῆναι τῶν τῆς οὐσίας ὅρων ἑκάτερον, καὶ μήτε τὸν Θεὸν γνωρίζεσθαι Θεὸν, μήτε τὸν ἄνθρωπον, ἄνθρωπον.
000-00-00 Serial Number=0005943894
De providentia orationes decem Ante [Go Back]  
 [00211]  Οἱ ταῖς τῆς Προνοίας ἡνίαις ἀπιστοῦντες, καὶ τὸν οὐρανοῦ καὶ γῆς κόσμον ἡνιόχου δίχα μετὰ τοσαύτης ἁρμονίας καὶ τάξεως φέρεσθαι λίαν ἀνοήτως ἰσχυρι ζόμενοι, ἐοικέναι μοι δοκοῦσιν, ὥσπερ ἄν τις ἐν νηῒ καθήμενος, καὶ τὸ πέλαγος διαπεραιούμενος, καὶ τὸν κυβερνήτην ὁρῶν τῶν οἰάκων ἐπειλημμένον, καὶ τὰ πηδάλια πρὸς τὴν χρείαν κινοῦντα, καὶ νῦν μὲν τὸ δεξιὸν φέροντα, νῦν δὲ τὸ εὐώνυμον μεταφέροντα, καὶ τὸ σκάφος πρὸς οὓς ἂν ἐθέλῃ λιμένας ἰθύνοντα, ἀρνοῖτο, προφανῶς οὕτω ψευδόμενος, καὶ ἄντικρυς τῇ ἀληθείᾳ μαχόμενος, μήτε κυβερνήτην ἐπὶ τῆς πρύμνης ἑστάναι, μήτε πηδάλια τὸ σκάφος ἔχειν, μήτε τῇ κινήσει τῶν οἰάκων ἰθύνεσθαι, ἀλλ' αὐτόματον φέρεσθαι, καὶ τῆς τῶν κυμάτων οὕτω περιγίνεσθαι ῥύμης, καὶ τῇ τῶν πνευμάτων ἐμβολῇ διαμάχεσθαι, καὶ μήτε ναυτῶν ἐπικούρων δεῖσθαι, μήτε κυβερνήτου τὸ κοινῇ συμφέρον τοῖς ἐρέταις προστάττοντος.
 [00236]  Ἐπειδὴ τοίνυν εἶδες, καὶ τὸν ἀέρα τῆς τοῦ Θεοῦ ἀπολαύοντα προμηθείας, καὶ δι' ἐκεῖνον τοσαύταις ἐτῶν χιλιάσιν ἀρκέσαντα, καὶ μήτε ὑπὸ τῶν ἀναπνεόντων ζώων δαπανηθέντα, μήτε ἐκτὸς τῶν συνεχόντων αὐτὸν σωμάτων ἐκρεύσαντα, δεῦρό σε πρὸς τὴν γῆν ἀγάγωμεν, τὴν κοινὴν τρο φὸν, καὶ μητέρα, καὶ τάφον·
 [00469]  τὴν δὲ ἑτέραν στεγανὴν μὲν καὶ ἰσχυρὰν ἐποίησεν, ἐγκεφάλου δὲ αὕτη καὶ κρανίου τὴν μέσην ἀπεκλή ρωσε χώραν, ἵνα μήτε λυπῇ τὸν ἐγκέφαλον σκληρο τέραν ἔχουσα τὴν οὐσίαν, μήτε ὑπὸ τῶν ὀστῶν λυ πῆται, μαλακωτέραν ἐκείνων ἔχουσα φύσιν.
 [00688]  εἶτα οἰκοδο μούσας τὰ κηρία, μήτε κανόνος μήτε γνώμονος δεο μένας, καὶ τάς τε γωνίας ἴσας ἀλλήλαις ὑπὲρ πᾶσαν γραμμικὴν ἐπιστήμην ἐργάζεσθαι, τά τε τῶν τοίχων ὑφάσματα, καὶ τὰ τοῦ μέλιτος διαφράγματα, λεπτὰ μάλα καὶ ἤτρια καὶ ὑμενώδη δομεῖσθαι, καὶ τὴν ὑγρὰν τοῦ μέλιτος φύσιν τοῖς λεπτοῖς τούτοις καὶ συχνοῖς διατειχίσμασιν εὖ μάλα συνέχειν, εἶθ' οὕτω τῶν γλυκέων τοῦ μέλιτος ναμάτων τὰ δοχεῖα ἀνά πλεα ποιεῖν.
 [00855]  Ὅτι δὲ μετὰ τὴν τῆς ἁμαρτίας παρείσδυσιν, καὶ ταῦτα τὴν τῶν ἀνθρώπων ἠρνήσαντο δεσποτείαν, πάλαι δὲ ὑπέκειτο, καὶ τὴν δουλείαν ἠπίστατο, μαρ τυρεῖ μὲν Ἀδὰμ ὁ γενεάρχης, ἅπασι τὰς προσηγο [83.641] ρίας θέμενος, καὶ μήτε δείσας, μὴτε φυγὼν, μήτε βλάβην τινὰ παρὰ τούτων δεξάμενος.
 [00932]  Μὴ τοίνυν σκώ πτωμεν τὴν πενίαν τῆς ἀρετῆς τὴν μητέρα, μήτε μὴν τὸν πλοῦτον διαβάλλωμεν, ἀλλὰ τῶν οὐκ εἰς δέον τούτῳ κεχρημένων κατηγορήσωμεν.
 [01060]  Οἵ τε γὰρ τὸν πλοῦτον εὖ καὶ καλῶς οἰκονομήσαντες, καὶ μήτε συμφοραῖς ἀλλοτρίαις τοῦτον αὐξή σαντες καὶ κοινωνοὺς τῆς εὐπορίας τοὺς δεομένους λαβόντες, ἀποχρῶσιν εἰς κατηγορίαν τῶν ἀδίκως καὶ πλεονεκτικῶς χρησαμένων τῷ πλούτῳ·
 [01369]  καὶ μήτε τοῦ πατρὸς τὴν πολιὰν αἰδεσθέντες, μήτε τὸ γῆρας οἰκτεί ραντες, καθάπερ τινὶ βακτηρίᾳ τῷ νέῳ σκηριπτό μενον, μὴ τὴν τῆς φύσεως οἰκονομίαν, μὴ τῆς συγγενείας τὸ δίκαιον, μὴ τὴν τῆς ῥίζης ταυτότητα, μὴ τῆς ἡλικίας τὸ ἄωρον, καὶ κακίας ἀπείρατον, μὴ τὴν ἀκούσιον ὡς ἐν ὀνείροις ἡγεμονίαν, καὶ τῆς σκιᾶς ἁπάσης ἀδρανεστέραν τέως ἀρχὴν, ἐπεχείρησαν μὲν αὐτὸν εὐθὺς παραδοῦναι σφαγῇ, καὶ μιᾶναι τὰς χεῖρας αἵματι συγγενεῖ.
 [01469]  Βλέπε ῥημάτων φιλοσοφίαν, βλέπε διανοίας μεγαλοψυχίαν, βλέπε φρόνημα ἀδού λωτον καὶ ἀκατάπληκτον, βλέπε ψυχὴν τὴν αὐτὴν ἀεὶ, καὶ μήτε ἐν εὐημερίαις ἐπαιρομένην, μήτε ἐν δυσκλη ρίαις ταπεινουμένην, ἀλλὰ πάντα γελῶσαν καὶ τὰ λυπηρὰ τοῦ βίου, καὶ τὰ τερπνὰ, μόνην δὲ ἀρετὴν θαυμάζουσαν, καὶ ταύτης μετιέναι σπουδάζουσαν.
 [01577]  Μηδεὶς τοίνυν μήτε τῆς δουλείας κατηγορείτω, μήτε τὴν πονηρὰν δεσποτείαν νικᾷν τῶν δούλων τὴν ἀρετὴν νομιζέτω, ἀλλὰ πανταχόθεν τοῦ Θεοῦ τὴν προ μήθειαν ὁράτω.
 [01662]  καὶ μήτε θεατὰς ἔχειν, μήτε ἀγωνοθέτην, μήτε γέρας, μήτε βραβεῖον, μήτε στέφανον, τὸν μέγιστον τοῦτον ἀγῶνα;
000-00-00 Serial Number=0600435555
De sancta trinitate Ante [Go Back]  
 [00021]  μήτε τῷ μήκει τοῦ λόγου κόρον τοῖς ἐντυγχάνουσιν ἐπεισάγον τες, μήτε τῇ βραχυλογίᾳ τὴν ἀκρίβειαν παραφθεί ροντες, ἀλλ' ἀμφοτέρων τῶν ἄκρων τὴν μέσην αἱρού μενοι·
 [00022]  ἵνα μήτε τῷ πλήθει τοὺς ἀκούοντας ἀποκναί σωμεν, καὶ σαφῆ τὴν διδασκαλίαν τῆς θεογνωσίας προσοίσωμεν·
000-00-00 Serial Number=0911381960
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00031]  Τούτου δὴ χάριν ταύτης πέρι διαφερόντως φροντίζων γάννυ μαι μανθάνων ὡς μέλει σου τῇ μεγαλοπρεπείᾳ τοῦ βίου τοῦ [μέ]λλοντος καὶ τῶν τριποθήτων ἐκείνων ὑποσχέσεων, ἃς ὁ ∆εσπότης ἡμῶν πρὸς ἡμᾶς ἐποιήσατο, δώσειν ὑποσχόμενος τοῖς ἀγαπῶσιν αὐτὸν, ἃ μήτε ὀφθαλμὸς εἶδε, μήτε οὖς ἤκουσε, μήτε ἐπὶ καρδίαν ἀνθρώπου ἀνέβη , διδάσκων ὡς ὑπὲρ τὰ ὁρώμενα ἐστὶ τὰ προσδοκώμενα·
 [00175]  Τρύχει γὰρ τοὺς τοῦτο γεωργοῦντας ὁ τοῦ ἐλαίου κανών, ὃν εἰσπράττονται, μήτε πέρυσιν μήτε τῆτες τῆς γῆς τεκούσης καρπὸν ἢ λίαν ὀλίγιστον.
000-00-00 Serial Number=0382778585
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00452]  καὶ φιλανθρωπίᾳ χρω μένοις ὑπισχνεῖται δώσειν ἃ μήτε λόγος εἰπεῖν, μήτε νοῦς ἰσχύει λογίσασθαι.
 [00569]  Εἰ μὲν μηδεμιᾶς βιαζομένης ἀνάγκης γράμμασιν ἐχρησάμην πρὸς τὸ ὑμέτερον μέγεθος, αὐθαδείας ἂν τυχὸν ὤφλησα δίκην, μήτε ἐμαυτὸν μετρήσας, καὶ τῆς ὑμετέρας ἐξουσίας ἀγνοήσας τὸ μέγεθος.
 [00681]  Πρῶτον μὲν γὰρ τὴν προτέραν ἐκείνων ἐνθυμούμενος εὐπρα ξίαν, καὶ βλέπων τὴν ἀθρόαν μεταβολήν, ὁρῶ τῶν ἀνθρωπίνων πραγμάτων τὰς ἀγχιστρόφους τροπάς, καὶ διδάσκομαι μήτε ταῖς εὐημερίαις ὡς διαρκέσι θαρρεῖν, μήτε τὰς δυσκληρίας ὡς χαλεπὰς δυσχεραίνειν.
 [00973]  μήτε ἑαυτοῖς θαρρεῖν, καὶ τοὺς σαλευομένους στηρίζειν.
 [01293]  Τὴν δὲ σὴν ὁσιότητα παρακαλοῦμεν, μήτε τοὺς ἁγίους κανόνας πατουμένους παριδεῖν, καὶ τῆς θείας πίστεως ὑπερμαχῆσαι προθύμως.
 [01644]  ἐγὼ δὲ διαφερόντως, καίτοι μήτε συνδικάσας, καὶ παντελῶς ἀνεύθυνος ὤν.
 [01811]  οἱ δὲ τοῦτο μήτε ὑπομείναντες, μήτε δράσαντες, τοῖς μὲν ἠδικημένοις συναλγοῦσι, τοὺς δὲ ἠδικηκότας θρηνοῦ σιν, ὡς ὠμῶς ἄγαν καὶ παρὰ πάντας τοὺς νόμους, τούς τε θείους, τούς τε ἀνθρωπίνους, τὰ οἰκεῖα κατασφάξαντας μέλη.
 [01912]  Τὸ γὰρ τοὺς θρηνοῦντας τὰ κατὰ βίαν, ὥς φασιν, ἐν Ἐφέσῳ γεγενημένα μὴ μεταμέλεσθαι, ἀλλ' ἐπι μένειν τοῖς παρανόμως παρ' αὐτῶν τολμηθεῖσιν, καὶ ἐποικο δομεῖν κατὰ ταὐτὸν τήν τε ἀδικίαν καὶ τὴν ἀσέβειαν, καὶ τὸ τοὺς ἄλλους μήτε συμβουλεύειν, ἵνα αὐτοῖς ἐξαρνηθῇ τὰ τολμηθέντα, μήτε ἐπιμενόντων οἷς παρανόμως ἔδρασαν φεύ γειν τὴν κοινωνίαν, τί τῶν χρηστῶν ἐλπίζειν ἐᾷ;
000-00-00 Serial Number=0693381190
Eranistes Ante [Go Back]  
 [00623]  Ὁ γὰρ θεῖος ἀπόστολος, μηδέπω μηδὲ τῆς κοινῆς ἀναστάσεως γενομένης, μήτε τῆς τῶν οὐρανῶν βασιλείας τοῖς πεπιστευκόσι παρασχεθείσης, βοᾷ·
 [00976]  Πῶς γὰρ οὐκ ἐσχάτης παραπληξίας, αὐτοὺς μὲν εἰς λίθους καὶ ξύλα εὐτελῆ ξόανα τοὺς ἑαυτῶν εἰσάγοντας θεοὺς καὶ καθάπερ ἐν δεσμω τηρίῳ τινὶ κατακλείοντας, μηδὲν αἰσχρὸν ἡγεῖσθαι μήτε ποιεῖν μήτε λέγειν, ἡμῖν δὲ ἐγκαλεῖν λέγουσιν, ὅτι ναὸν ἑαυτῷ κατασκευάσας ὁ θεὸς ζῶντα ἐκ πνεύματος ἁγίου, δι' αὐτοῦ τὴν οἰκουμένην ὠφέλησεν;
 [01308]  μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων·
 [01327]  Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων.
 [01329]  πῶς δὲ καὶ τὸ μήτε ἀρχὴν εἰλη φέναι τοῦ εἶναι, μήτε λήψεσθαι τέλος;
 [01338]  Εἰρηκὼς γὰρ ὁ θεῖος ἀπόστολος, Ἀπάτωρ, ἀμήτωρ, ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, ἐπή γαγεν, Ἀφωμοιωμένος δὲ τῷ υἱῷ τοῦ θεοῦ μένει ἱερεὺς εἰς τὸ διηνεκές.
 [01355]  {ΟΡΘ.} Οὕτω αὐτῷ προσήκει τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχειν·
 [01376]  {ΟΡΘ.} Ἐχρῆν τοίνυν, κατὰ τὸν σὸν λόγον, σώζειν αὐτὸν ἐναργεῖς [126] τοῦ ἀρχετύπου τοὺς χαρακτῆρας, καὶ μήτε κτιστὸν εἶναι, μήτε σύν θετον, μήτε περιγεγράφθαι.
 [01395]  τὸ μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχων, πῶς νοήσομεν;
 [01733]  {ΟΡΘ.} Καὶ πῶς οὐ δυσσεβές τε καὶ σχέτλιον, τὸ λέγειν ψυχὴν μὲν σώματι συναφθεῖσαν ἥκιστα παθεῖν τὸ τῆς συγχύσεως πάθος, τὴν δὲ [140] θεότητα τοῦ τῶν ὅλων δεσπότου μὴ δυνηθήναι μήτε τὴν οἰκείαν φύσιν ἀκήρατον διασῶσαι, μήτε τὴν ἀνθρωπείαν ἣν ἔλαβεν ἐπὶ τῶν ὅρων τῶν οἰκείων διατηρῆσαι, ἀλλὰ κερᾶσαι τὰ ἄκρατα, καὶ μῖξαι τὰ ἄμικτα;
 [02282]  μήτε καταμαλακίζεσθαι πρὸς τὰ πάθη, μήτε ἀναισθήτως ἔχειν τῶν λυπηρῶν ἐπιτρέπων.
 [02646]  Καὶ εἰ τὸ σῶμα τοῦ ἀνθρώπου ἐπὶ τῆς ἰδίας φύσεως μένει, καὶ τοῦτό γε ἐψυχωμένον, οὐδὲ ἐπὶ τοῦ Χριστοῦ τὸ σῶμα ἡ σύγκρασις μήτε μετέβαλεν ὡς μὴ εἶναι σῶμα.
 [03637]  Ἃ γὰρ οὐ προχεῖται τῶν νεκρῶν σωμάτων, ταῦτα ἐξ αὐτοῦ προεχέθη, αἷμά τε καὶ ὕδωρ, ἵν' εἰδείημεν, ἡλίκον ἡ κατασκηνώσασα δύναμις ἐν τῷ σώματι πρὸς ζωὴν δύναται, ὡς μήτε αὐτὸ τοῖς ἄλλοις ὅμοιον φαίνεσθαι νεκροῖς, ἡμῖν δὲ τὰ ζωῆς αἴτια προχεῖν δύνασθαι.
000-00-00 Serial Number=0774695933
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00620]  ∆ιὸ καὶ, μετὰ βραχὺ, κρίνον αὐτὴν ὁ νυμφίος ὀνομάζει, ὡς μήτε νήθου σαν, μήτε ὑφαίνουσαν, τὸν ἀφρόντιδα δὲ βίον μετ οῦσαν, καὶ ὑπ' αὐτοῦ τοῦ νυμφίου ἀμφιεννυμένην καὶ τρεφομένην.
 [02208]  Εἰσὶ δὲ καὶ ἄλλοι ῥᾳθυμίᾳ συζῶντες, καὶ μήτε τῷ φίλτρῳ τοῦ νυμφίου κατεχόμενοι, μήτε τῷ πόθῳ τῆς βασιλείας ἑλκόμενοι, μήτε τῷ φόβῳ τῆς γεέννης νυτ τόμενοι, ἀμελέστερον τὰ καθ' ἑαυτοὺς οἰκονομοῦντες·
000-00-00 Serial Number=0928884029
Graecarum affectionum curatio Ante [Go Back]  
 [00085]  Εἰ δέ, ὅτι οὐκ ἐκ τῆς Ἑλλάδος ἐβλάστησαν, τὰς ἀκοὰς αὐτοῖς ὑπέχειν οὐ βούλεσθε, ὥρα ὑμῖν μήτε Θαλῆν ὀνομάζειν σοφὸν μήτε Πυθαγόραν φιλόσο φον μήτε Φερεκύδην τὸν ἐκείνου διδάσκαλον.
 [00128]  τοὺς δὲ τοὐναντίον ἔχοντας, τούτους ὡς σοφούς τε προσρητέον, κἄν, τὸ λεγόμενον, μήτε γράμματα μήτε νεῖν ἐπίστωνται, καὶ τὰς ἀρχὰς ἐγχειριστέον ὡς ἔμφροσιν.
 [00433]  οὐδέ γε ἐκεῖνοι πρὸς ἀλλήλους, ἀλλ' εὖ πάνυ φυλάξουσι τὸ μηδὲν βέβαιον ἐᾶν εἶναι, μήτε ἐν λόγῳ μήτε ἐν ταῖς αὑτῶν ψυχαῖς, ἡγούμενοι, ὡς ἐμοὶ δοκεῖ, αὐτὸ στάσι μον εἶναι·
 [00964]  Τὸ γὰρ λέγειν, ὅτι τὸν οὐρανὸν προσαράξει καὶ τὰ κρυπτὰ τῆς Ἴσιδος ἐκφανεῖ καὶ τὸ ἐν Ἀβύδῳ ἀπόρρητον δείξει καὶ τὴν βάριν στήσει καὶ τὰ μέλη τοῦ Ὀσίριδος διασκεδάσει τῷ Τυφῶνι, τίνα οὐχ ὑπερ βολὴν ἐμπληξίας μὲν τῷ ἀπειλοῦντι, ἃ μήτε οἶδε μήτε δύναται, καταλείπει, ταπεινότητος δὲ τοῖς δεδοικόσιν οὕτω κενὸν φόβον καὶ [3.68] πλάσματα, ὡς κομιδῇ παισὶν ἀνοήτοις;
 [00970]  ἀναφανδὸν γὰρ τούτους ἔφησεν ὁ τῆς ἀληθείας ἀντίπα λος μήτε θεοὺς μήτε ἀγαθοὺς δαίμονας εἶναι, ἀλλὰ τοῦ ψεύδους [3.70] διδασκάλους καὶ πονηρίας πατέρας.
 [01356]  Ὅταν ἴδωμεν εἰς καιρὸν τὰς ὥρας μεταβαινούσας, καὶ τὸν ὑετὸν τῇ γῇ χορηγού μενον, καὶ ταύτην φύουσαν καὶ τῇ πόᾳ καλυπτομένην, καὶ τὰ λήϊα κυμαίνοντα καὶ τοὺς λειμῶνας ἀνθοῦντας, καὶ κομῶντα τὰ ἄλση καὶ βρίθοντα τῷ καρπῷ, κινήσωμεν εἰς ὑμνῳδίαν τοῦ ταῦτα δεδωρημένου τὴν γλῶτταν, καὶ μήτε Νύμφας ὀρεστιάδας ἢ πηγαίας ἢ ποταμίας, μήτε τὰς Νηρέως θεοποιήσωμεν θυγατέρας, μήτε τῇ ∆ηοῖ τὸν ἴουλον ᾄσωμεν ἢ τὸν λιτυέρσαν, μὴ ∆ιονύσῳ τὸν διθύραμβον, μὴ τῷ Πυθίῳ μάντει τὸν παιᾶνα, μὴ τῇ Ἀρτέμιδι τὸν οὔπιγγον·
 [01555]  Κακῶν δὲ αἴτιον φάναι τὸν θεόν, ἀγαθὸν ὄντα, διαμαχητέον παντὶ τρόπῳ, μήτε τινὰ λέ γειν ταῦτα ἐν τῇ ἑαυτοῦ πόλει, εἰ μέλλει εὐνομήσεσθαι, μήτε τινὰ ἀκούειν, μήτε νεώτερον μήτε πρεσβύτερον, μήτε ἐν μέτρῳ μήτε ἄνευ μέτρου μυθολογοῦντα, ὡς οὔτε ὅσια ἂν λεγόμενα, εἰ λέ γοιτο, οὔτε ξύμφορα ἡμῖν οὔτε ξύμφωνα αὑτοῖς.
 [01757]  Ἐπίκουρος δὲ ὁ Νεοκλέους καὶ ἡ ἐκείνου ξυμμορία εἶναι μὲν ἔφασαν τὸν Θεόν, πρὸς αὑτὸν δὲ ἀπεστράφθαι [6.7] καὶ μήτε ἔχειν πράγματα μήτε παρέχειν ἄλλοις ἐθέλειν.
 [01905]  καὶ ὅταν ἕτερον ἐπιεικῆ εἶναι δοκοῦντα θεασώμεθα δυσκληρίᾳ τινὶ καὶ πενίᾳ ξυνεζευγμένον, μήτε ἄθλιον ὑπολάβωμεν [6.40] μήτε ἄδικον τὴν τοῦ Θεοῦ προμήθειαν νομίσωμεν.
 [02465]  οὗ ἄν τις ἑαυτὸν τάξῃ, ἡγησάμενος βέλτιστον εἶναι, ἢ ὑπ' ἄρχοντος ταχθῇ, ἐνταῦθα δεῖ, ὡς ἐμοὶ δοκεῖ, μένοντα κινδυνεύειν, μηδὲν ὑπολογιζόμενον μήτε θάνατον μήτε ἄλλο [8.54] μηδὲν πρὸ τοῦ αἰσχροῦ.
 [02690]  καὶ τοὺς παῖδας αὖ κοινούς, καὶ μήτε γονέα ἔκγονον εἰδέναι τὸν αὑτοῦ, μήτε παῖδα [9.45] γονέα.
 [03344]  Ἐπίκουρος δέ, τὴν ἐναν τίαν τούτοις ὁδεύσας, τὸ μήτε πεινῆν μήτε διψῆν εὐδαιμονίαν ὡρίσατο, καὶ τούτων τὸν ἀπολαύοντα ἔλεγε κἂν ∆ιῒ πατρὶ μάχεσθαι·
 [03417]  Ἀλλ' ὦ Σώκρατες, πειθόμενος ἡμῖν τοῖς σοῖς τροφεῦσι, μήτε παῖδας περὶ πλείονος ποιοῦ μήτε τὸ ζῆν μήτε ἄλλο μηδὲν πρὸ τοῦ δικαίου, ἵνα εἰς Ἅιδου ἐλθὼν ἔχῃς [11.32] ταῦτα πάντα ἀπολογήσασθαι τοῖς ἐκεῖ ἄρχουσιν.
000-00-00 Serial Number=0959422767
Haereticarum fabularum compendium Ante [Go Back]  
 [00429]  Ἐγκρατιταὶ δὲ, ὡς μήτε οἶνον πί νοντες, μήτε τῶν ἐμψύχων μεταλαμβάνοντες.
 [00499]  ὑπολαβὼν ἐξ ἀνάγκης εἶπε τοῦτο ποιεῖν, διὰ τὸ ἑτέρως μήτε ζῇν δύνασθαι, μήτε τελεῖν τὰ μυστήρια.
 [01026]  Μετὰ γὰρ δὴ τὴν τοῦ πατρὸς τελευτὴν, ὑπαχθείς τισι τὴν θερα πείαν τοῦ σώματος πεπιστευμένοις, νόμον τέθεικεν ἀπαγορεύοντα μήτε ὁμοούσιον, μήτε μὴν ἑτεροούσιον τολμᾷν τινα λέγειν τὸν Υἱὸν τοῦ Θεοῦ·
 [01737]  Καὶ ἐκεῖνοι μὲν ἴσως ἔχουσι συγγνώμην τινὰ, μήτε προφητικῶν ἐπακούσαντες λόγων, μήτε τοὺς θείους ἀποστόλους ποδηγοὺς ἐσχηκότες, μόνοις δὲ τοῖς λογισμοῖς τὴν τῶν ὄντων ἐπιτρέψαντες γνῶσιν.
 [01911]  Εἰ δὲ μήτε φύσιν πονηρὰν ἐδημιούργησεν ὁ Θεὸς, ἀγαθῶν γάρ ἐστιν ὡς ἀγαθὸς ποιητὴς, μήτε ἀδίκως κολάζειν ἀνέχεται, δίκαιος γάρ ἐστι καὶ δι καιοσύνης νομοθέτης, κολάζει δὲ τὸν διάβολον καὶ τοὺς ὑπ' ἐκείνῳ τελοῦντας, γνώμῃ ἄρα πονηρὸς ὁ διάβολος καὶ οἱ τῆς ἐκείνου συμμορίας.
 [01971]  Τοσούτῳ κρείττους τῶν δυσωνύμων αἱρετικῶν, οἱ μήτε προφητικὴν δεξάμενοι γεωργίαν, μήτε ἀποστολικῆς ἀπολαύσαντες ποδηγίας, τῷ λογι σμῷ δὲ μόνῳ τὴν τῶν θείων ἐπιτρέψαντες γνῶσιν.
 [02657]  Ἐρωτῶμεν [83.529] δὲ ὑμᾶς, ὦ ἀδελφοὶ, ὑπὲρ τῆς παρουσίας τοῦ Κυρίου ἡμῶν Ἰησοῦ Χριστοῦ, καὶ ἡμῶν ἐπισυναγωγῆς ἐπ' αὐτὸν, εἰς τὸ μὴ ταχέως σαλευθῆναι ὑμᾶς ἀπὸ τοῦ νοὸς, μηδὲ θροεῖσθαι, μήτε διὰ πνεύ ματος, μήτε διὰ λόγων, μήτε δι' ἐπιστολῆς ὡς δι' ἡμῶν, ὡς ὅτι ἐνέστηκεν ἡ ἡμέρα Κυρίου.
000-00-00 Serial Number=0325997472
Historia ecclesiastica Ante [Go Back]  
 [00135]  ὅθεν καὶ συμβαίνει τινὰς τοῖς γράμμασιν αὐτῶν ὑπογράφοντας εἰς ἐκκλησίαν εἰσδέχεσθαι, μεγίστης ὡς οἶμαι διαβολῆς ἐπικειμένης τοῖς τοῦτο τολ μῶσι συλλειτουργοῖς τῷ μήτε τὸν ἀποστολικὸν κανόνα τοῦτο συγχω [11] ρεῖν ἀλλὰ καὶ ὑπεκκαίειν τὴν ἐπ' αὐτοῖς διαβολικὴν κατὰ Χριστοῦ ἐνέργειαν.
 [00441]  ἔδοξε μὲν οὖν [40] Μελίτιον, φιλανθρωπότερον κινηθείσης τῆς συνόδου (κατὰ γὰρ τὸν ἀκριβῆ λόγον οὐδεμιᾶς συγγνώμης ἄξιος ἦν), μένειν ἐν τῇ πόλει ἑαυτοῦ καὶ μηδεμίαν ἐξουσίαν ἔχειν μήτε προχειρίζεσθαι μήτε χειρο θετεῖν μήτε ἐν χώρᾳ ἢ πόλει τινὶ φαίνεσθαι ταύτης τῆς προθέσεως ἕνεκεν, ψιλὸν δὲ τὸ ὄνομα τῆς τιμῆς κεκτῆσθαι·
 [00860]  λοιπὸν ἔσται τῆς ὑμετέρας ὁσιότητος ἔργον ὁμογνώμονι κρίσει, μήτε πρὸς ἀπέχθειαν μήτε πρὸς χάριν, ἀκολού θως δὲ τῷ ἐκκλησιαστικῷ καὶ ἀποστολικῷ κανόνι, τοῖς πλημμελη θεῖσιν εἴτ' οὖν κατὰ σφάλμα συμβεβηκόσι τὴν ἁρμόττουσαν θεραπείαν [85] ἐπινοῆσαι, ἵνα καὶ πάσης βλασφημίας ἐλευθερώσητε τὴν ἐκκλησίαν καὶ τὰς ἐμὰς ἐπικουφίσητε φροντίδας καὶ τὴν τῆς εἰρήνης χάριν τοῖς νῦν στασιαζομένοις ἀποδόντες μεγίστην εὔκλειαν ὑμῖν αὐτοῖς προξενήσητε.
 [01123]  καὶ ἐρχόμενοι δὲ εἰς τὴν Σαρδικὴν κατὰ τόπους συνόδους ἐποιοῦντο πρὸς ἑαυτοὺς καὶ συνθήκας μετὰ ἀπειλῶν, ὥστε ἐλθόντας αὐτοὺς εἰς τὴν Σαρδικὴν μηδ' ὅλως εἰς τὴν κρίσιν ἐλθεῖν, μήτε ἐπὶ τὸ αὐτὸ συνελθεῖν τῇ ἁγίᾳ καὶ μεγάλῃ συνόδῳ, ἀλλὰ μόνον ἐλθόντας καὶ ἀφοσιώσει τὴν ἑαυτῶν ἐπιδημίαν ἐπιδειξαμένους ταχέως φυγεῖν.
 [01127]  Ἐπεὶ οὖν οὐκ ἔδει παρασιωπῆσαι οὐδὲ ἀνεκδικήτους ἐᾶσαι τὰς συκοφαντίας, τὰ δεσμά, τοὺς φόνους, τὰς πληγάς, τὰς περὶ τῶν πλαστῶν ἐπιστολῶν συσκευάς, τὰς αἰκίας, τὰς γυμνώσεις τῶν παρ θένων, τὰς ἐξορίας, τὰς καταλύσεις τῶν ἐκκλησιῶν, τοὺς ἐμπρησμούς, τὰς μεταθέσεις ἀπὸ μικρῶν πόλεων εἰς μείζονας παροικίας, καὶ πρό γε πάντων τὴν κατὰ τῆς ὀρθῆς πίστεως νῦν ἐπαναστᾶσαν δυσώ νυμον Ἀρειανὴν αἵρεσιν δι' αὐτῶν, τούτου γοῦν ἕνεκεν τοὺς μὲν ἀγαπητοὺς ἀδελφοὺς ἡμῶν καὶ συλλειτουργούς, Ἀθανάσιον τὸν τῆς Ἀλεξανδρείας ἐπίσκοπον καὶ Μάρκελλον τὸν τῆς Ἀγκυρογαλατίας καὶ Ἀσκληπᾶν τὸν Γάζης καὶ τοὺς σὺν αὐτοῖς συλλειτουργοῦντας τῷ κυρίῳ, ἀθώους καὶ καθαροὺς εἶναι ἀπεφηνάμεθα, γράψαντες καὶ [111] εἰς τὴν ἑκάστου παροικίαν ὥστε γιγνώσκειν ἑκάστης ἐκκλησίας τοὺς λαοὺς τοῦ ἰδίου ἐπισκόπου τὴν καθαρότητα καὶ τοῦτον μὲν ἔχειν ἐπίσκοπον καὶ προσδοκᾶν, τοὺς δὲ εἰς τὰς ἐκκλησίας αὐτῶν ἐπελ θόντας δίκην λύκων, Γρηγόριον τὸν ἐν Ἀλεξανδρείᾳ, Βασίλειον τὸν ἐν Ἀγκύρᾳ, καὶ Κυντιανὸν τὸν ἐν Γάζῃ, τούτους μηδὲ ἐπισκόπους ὀνομάζειν μηδὲ Χριστιανοὺς μηδὲ ὅλως κοινωνίαν τινὰ πρὸς αὐτοὺς ἔχειν μηδὲ δέχεσθαί τινα παρ' αὐτῶν γράμματα μήτε γράφειν πρὸς αὐτούς.
 [01138]  καὶ φυλάξασθε, ἀδελφοὶ ἀγαπητοί, μήτε γράφειν πρὸς αὐτοὺς μήτε γράμματα παρ' αὐτῶν δέχεσθαι.
 [01149]  πατέρα χωρὶς υἱοῦ μήτε ὀνομάζεσθαι μήτε εἶναι δύνασθαι, ἔστιν αὐτοῦ τοῦ υἱοῦ μαρτυρία·
 [01170]  καὶ τοῦτο δὲ πιστεύομεν πάντοτε, ἀν άρχως καὶ ἀτελευτήτως τοῦτον μετὰ τοῦ πατρὸς βασιλεύειν καὶ μὴ [117] ἔχειν μήτε χρόνον μήτε ἔκλειψιν αὐτοῦ τὴν βασιλείαν, ὅτι ὃ πάντοτε ἔστιν οὐδέ ποτε τοῦ εἶναι ἤρξατο οὐδὲ ἐκλείπειν δύναται.
 [01259]  καὶ οὕτως ἐπὶ μάρτυρι τῇ ἀληθείᾳ, τῶν στρατιωτῶν τῶν μὲν περιεστηκότων τὸ ἱερατεῖον τῶν δὲ περιερχο μένων τὴν ἐκκλησίαν, διήλθομεν τοῦ κυρίου ὁδηγοῦντος καὶ αὐτοῦ φυλάττοντος, καὶ λαθόντες αὐτοὺς ἀνεχωρήσαμεν δοξάζοντες μεγάλως αὐτὸν τὸν θεόν, ὅτι μήτε προδεδώκαμεν τὸν λαόν, ἀλλὰ καὶ προπέμ ψαντες αὐτούς, διασωθῆναι καὶ διαφυγεῖν τὰς χεῖρας τῶν ζητούντων ἠδυνήθημεν.
 [01468]  διὸ δὴ ἱκετεύομεν τὴν σὴν ἐπιείκειαν, ἵνα προσηνέσιν ἀκοαῖς καὶ γαληνῷ βλέμματι τοὺς ἡμετέρους πρέσβεις ἀθρήσειας μήτε πρὸς ὕβριν τῶν τετελευτηκότων καινόν τι μεταλ λάττειν ἐπιτρέψειας, ἀλλ' ἐάσῃς ἐμμένειν ἡμᾶς τοῖς παρὰ τῶν προ γόνων ὁρισθεῖσί τε καὶ νενομοθετημένοις, οὓς ἅπαντα μετὰ ἀγχινοίας τε καὶ φρονήσεως καὶ πνεύματος ἁγίου πεποιηκέναι φήσαιμεν ἄν.
 [01471]  ἔτι δὲ πρὸς ἅπασι καὶ τοῦτο δεόμεθα, ἵνα μηδὲν μήτε ἐλλείπῃ τι τῶν προϋπαρξάντων μήτε πλεονάζῃ, ἀλλὰ πάντα ἄρρηκτα διαμένοι ἐκ τῆς τοῦ σοῦ πατρὸς εὐσεβείας καὶ εἰς τὸν νῦν χρόνον διαφυλαττόμενα, μήτε λοιπὸν ἡμᾶς μοχθεῖν καὶ τῶν ἰδίων παροικιῶν ἀλλοτρίους ἐπιτρέψειας γενέσθαι, [143] ἀλλ' ἵνα οἱ ἐπίσκοποι σὺν τῷ ἰδίῳ λαῷ μετ' εἰρήνης εὐχαῖς τε καὶ λατρείαις σχολὴν ἄγοιεν, ἱκετεύοντες ὑπὲρ τῆς σῆς βασιλείας τε καὶ σωτη ρίας καὶ εἰρήνης, ἣν ἡ θειότης εἰς τὸ διηνεκές σοι χαριεῖται.
 [01490]  τὸ δὲ ὄνομα τῆς οὐσίας, ὅπερ ἁπλούστερον ἐνετέθη ὑπὸ τῶν πατέρων, ἀγνοούμενον δὲ τοῖς λαοῖς σκάνδαλον ἔφερε διὰ τὸ ἐν ταῖς γραφαῖς τοῦτο μὴ ἐμφέρεσθαι, ἤρεσε περιαιρεθῆναι καὶ παντελῶς μηδεμίαν μνήμην οὐσίας τοῦ λοιποῦ γίνεσθαι, διὰ τὸ μάλιστα τὰς θείας γραφὰς μηδαμοῦ περὶ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ οὐσίας μεμνῆσθαι, μήτε μὴν δεῖν ἐπὶ προσώπου πατρὸς καὶ υἱοῦ καὶ ἁγίου πνεύματος μίαν ὑπόστασιν ὀνομάζεσθαι.
 [01509]  οὐδὲ γὰρ πρόκριμά τι ἠδυνήθη γενέσθαι ὑπὸ τοῦ ἀριθμοῦ τῶν ἐν Ἀριμήνῳ συναχθέντων, ὁπότε συνέστηκε μήτε τὸν Ῥωμαίων ἐπίσκοπον, οὗ πρὸ πάντων ἔδει τὴν γνώμην ἐκδέξασθαι, οὔτε Οὐικεντίου, ὃς ἐπὶ τοσούτοις ἔτεσι τὴν ἐπισκοπὴν ἀσπίλως ἐφύλαξεν, οὔτε τῶν ἄλλων τοῖς τοιούτοις συγκαταθεμένων, ὁπότε μάλιστα, καθὰ προειρήκαμεν, αὐτοὶ οὗτοι οἵτινες κατὰ συσκευὴν ὑποκλίνεσθαι ἔδοξαν, οἱ αὐτοὶ καλλίονι γνώμῃ χρησάμενοι ἀπαρέσκειν αὐτοῖς ταῦτα ἐμαρτύραντο.
 [01660]  καὶ παραινέσεις παρ' ἡμῶν παρηκολούθησαν, μήτε εἰς ἀνάγνωσιν ἔρχεσθαι τὰς ἀθεμίτους αὐτοῦ ἐπιστολάς, ῥιπτάζεσθαι δὲ αὐτὰς διὰ τὸ ἄχρηστον καὶ ἀνωφελές.
 [02289]  εἶτα πάντων αὐτῷ τὰ βασιλικὰ προσενηνοχότων προσρήματα καὶ Αὔγουστον προσαγορευσάντων καὶ [211] Καίσαρα, τῇ συνήθει παρρησίᾳ χρησάμενος ὁ ἀξιάγαστος ἐκεῖνος ἀνήρ, καὶ μήτε τοὺς ἄρχοντας δείσας μήτε τῶν στρατιωτῶν τὴν ἐπὶ τὰ χείρω μεταβολήν·
 [02388]  ἀθῶός εἰμι ἀπὸ τοῦ αἵματος τοῦ δικαίου τούτου , οὕτως καὶ τὸ ἡμέτερον κράτος διὰ παντὸς ἐνετείλατο μὴ διώκειν μήτε ἐπικλύζειν μήτε ζηλοῦν τοὺς ἐργαζομένους τὸ χωρίον τοῦ Χριστοῦ, μήτε τοὺς διοικητὰς ἀπελαύνειν τοῦ μεγά λου βασιλέως , ἵνα μὴ σήμερον μὲν ἐπὶ τοῦ ἡμετέρου κράτους αὔξειν δόξητε, καὶ μεταξὺ τοῦ παρακεκλημένου παθεῖν τὰ τῆς δια θήκης αὐτοῦ, ὡς ἐπὶ Ζαχαρίου τοῦ αἵματος .
 [02410]  καὶ ταῦτα μὲν ἤρκει τῇ ἡμετέρᾳ ταπεινώσει, μήτε τὸ καθόλου γράμματα ἀποχαράξαι πρὸς ὑμᾶς, διὰ τὸν τηλικοῦτον φόβον ὃν αὐτόθι κηρύσσετε πάσῃ τῇ ὑφ' ὑμᾶς ἐπαρχίᾳ, ἀποχωρίζοντες τὸ ἅγιον πνεῦμα ἀπὸ τοῦ πατρὸς καὶ τοῦ υἱοῦ.
 [02424]  ἐγράψαμεν οὖν ὑμῖν, ἵνα εἰδέναι ἔχητε τοὺς καθαιρεθέντας Ἀρειομανίτας, τοὺς μὴ ὁμολογοῦν τας ἐκ τῆς οὐσίας τοῦ πατρὸς τὸν υἱὸν μήτε τὸ ἅγιον πνεῦμα, ὧν τὰ ὀνόματα ὑπετάξαμεν·
 [02463]  τούτων δὲ ὑπὸ τῆς σπουδαίας ἐλαυνομένων εὐχῆς, ἐπιφοιτᾶν λοιπὸν τὸ πανάγιον πνεῦμα, αἰσθητῶς καὶ ὁρατῶς τὴν οἰκείαν παρουσίαν σημαῖνον, καὶ τό τε σῶμα τῆς τῶν παθῶν κινή σεως ἐλευθεροῦν καὶ τὴν ψυχὴν τῆς ἐπὶ τὰ χείρω ῥοπῆς παντελῶς ἀπαλλάττειν, ὡς μηκέτι δεῖσθαι λοιπὸν μήτε νηστείας πιεζούσης τὸ σῶμα μήτε διδασκαλίας χαλινούσης καὶ βαίνειν εὔτακτα παιδευούσης.
 [02692]  ἃ γὰρ κατὰ τὸ γεγραμμένον μήτε γέγονε μήτε ἠκούσθη ἐν ταῖς ἡμέραις τῶν πατέρων ἡμῶν , ταῦτα ἐπ' αὐτοῦ τοῦ θυσια στηρίου ἐπετέλουν οἱ δυσσεβεῖς.
 [03171]  ἐπειδὴ δὲ τοῦτο παντελῶς ἐγύμνου τὰς ἐκκλησίας ἄρτι τῆς ἀνανεώσεως ἀρχομένας καὶ τὸ πρᾶγμα παντάπασιν ἦν τοῖς πολλοῖς ἀδύνατον (συνδεδραμή κειμεν γὰρ εἰς τὴν Κωνσταντινούπολιν ἐκ τῶν πέρυσι γραμμάτων τῶν παρὰ τῆς ὑμετέρας τιμιότητος μετὰ τὴν ἐν Ἀκυληΐᾳ σύνοδον πρὸς τὸν θεοφιλέστατον βασιλέα Θεοδόσιον ἐπισταλθέντων, πρὸς μόνην ταύτην τὴν ἀποδημίαν τὴν μέχρι Κωνσταντινουπόλεως πα ρασκευασάμενοι, καὶ περὶ ταύτης μόνης τῆς συνόδου τῶν ἐν ταῖς ἐπαρχίαις μεινάντων ἐπισκόπων συγκατάθεσιν ἐπαγόμενοι, μείζονος δὲ ἀποδημίας μήτε προσδοκήσαντες χρείαν μήτε προακούσαντες ὅλως πρὶν ἐν Κωνσταντινουπόλει συνελθεῖν, πρὸς δὲ τούτοις καὶ τῆς προθεσμίας διὰ στενότητα μήτε πρὸς παρασκευὴν μακροτέρας ἀπο δημίας ἐνδιδούσης καιρὸν μήτε πάντας τοὺς ἐν ταῖς ἐπαρχίαις κοι νωνικοὺς ἐπισκόπους ὑπομνησθῆναι καὶ τὰς παρ' αὐτῶν συγκατα θέσεις λαβεῖν), ἐπειδὴ ταῦτα καὶ πολλὰ πρὸς τούτοις ἕτερα τὴν τῶν πλειόνων ἄφιξιν διεκώλυσεν, ὃ δεύτερον ἦν, εἴς τε τὴν τῶν πραγ μάτων ἐπανόρθωσιν καὶ τὴν τῆς ὑμετέρας περὶ ἡμᾶς ἀγάπης ἀπό δειξιν, τοῦτο πεποιήκαμεν, τοὺς αἰδεσιμωτάτους καὶ τιμιωτάτους ἀδελφοὺς καὶ συλλειτουργοὺς ἡμῶν ἐπισκόπους, Κυριακόν, Εὐσέβιον [292] καὶ Πρισκιανὸν προθύμως καμεῖν ἄχρις ὑμῶν δυσωπήσαντες·
 [03174]  ταύτην γὰρ καὶ ὑμῖν καὶ ἡμῖν καὶ πᾶσι τοῖς μὴ διαστρέφουσι τὸν λόγον τῆς ἀληθοῦς πίστεως συναρέσκειν † δεῖ [ἣν μόλις ποτὲ] πρε σβυτάτην τε οὖσαν καὶ ἀκόλουθον τῷ βαπτίσματι, καὶ διδάσκουσαν ἡμᾶς πιστεύειν εἰς τὸ ὄνομα τοῦ πατρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος, δηλαδὴ θεότητος καὶ δυνάμεως καὶ οὐσίας μιᾶς τοῦ πα τρὸς καὶ τοῦ υἱοῦ καὶ τοῦ ἁγίου πνεύματος πιστευομένης, ὁμοτίμου τε τῆς ἀξίας καὶ συναϊδίου τῆς βασιλείας, ἐν τρισὶ τελειοτάταις ὑπο στάσεσιν, ἤγουν τρισὶ τελείοις προσώποις, ὡς μήτε τὴν Σαβελλίου νόσον χώραν λαβεῖν συγχεομένων τῶν ὑποστάσεων εἴτ' οὖν τῶν ἰδιοτήτων ἀναιρουμένων, μήτε μὴν τὴν Εὐνομιανῶν καὶ Ἀρειανῶν καὶ Πνευματομάχων βλασφημίαν ἰσχύειν, τῆς οὐσίας ἢ τῆς φύσεως ἢ τῆς θεότητος τεμνομένης καὶ τῇ ἀκτίστῳ καὶ ὁμοουσίῳ καὶ συναϊδίῳ τριάδι μεταγενεστέρας τινὸς ἢ κτιστῆς ἢ ἑτεροουσίου φύσεως ἐπαγο μένης.
 [03614]  ὁ δὲ μήτε τῆς κατηγορίας ἀκούσας μήτε τὴν ἀπολογίαν προσενεγκών, ὡς ἐληλεγμένος ἐφ' οἷς ᾐτιάθη, τὴν πόλιν καταλιπεῖν ἠναγκάσθη καὶ τὸ ἐν τῷ στόματι τοῦ Πόντου κείμενον κατέλαβεν Ἱερόν·
 [03622]  ὁ δὲ ἔλεγε μήτε δικάσασθαι μήτε τῶν γραφῶν ἐπακοῦσαι μήτε ἀπολογίαν ποιήσασθαι μήτε μὴν κατακριθῆναι παρών, ἀλλ' ὑπὸ βασιλέως ἐξελαθῆναί τε καὶ αὖ πάλιν ἀνακληθῆναι.
 [03719]  ὁ δὲ ἔφη μήτε δίκαια μήτε συμφέροντα προστετα χέναι τὸν βασιλέα.
000-00-00 Serial Number=0039200604
Historia religiosa Ante [Go Back]  
 [00293]  Τοῦ δὲ νέου μήτε τὴν ὁδὸν τὴν ἐπὶ τὸ ἄντρον φέρουσαν ἐπίστασθαι λέγοντος, μήτε, εἰ γινώσκοι, δύνασθαι ἂν βαδίσαι, τῆς ἰσχύος ὑπὸ τοῦ δίψους δαπανηθείσης, οἰκτείρας ὁ θεῖος ἄνθρωπος τοῦ νεανίου τὸ πάθος καὶ τῇ τοῦ σώματος ἀσθενείᾳ συγγνώμην ἀπονείμας, κλίνας τὰ γόνατα τὸν δεσπότην ἱκέτευε, δάκρυσι δὲ θερμοῖς τὸ ἔδαφος ἔβρεχε καὶ πόρον σωτηρίας ἐπεζήτει τῷ νέῳ.
 [00642]  Τοῦ δὲ εἰρηκότος ὅτι τοῖς ἀροῦσιν ἐπιτερπόμενος οὐκ ἐπήκουσας, ὡς εἰκός, νομοθετεῖ τοῖς ὀφθαλμοῖς μήτε τὸ πεδίον ἐκεῖνο θεωρῆσαί ποτε μήτε τῷ οὐρανίῳ κάλλει καὶ τῷ τῶν ἀστέρων ἑστιαθῆναι χορῷ, ἀλλ' ἀτραπῷ χρώμενος στενωτάτῃ, ἧς τὸ μέτρον σπιθαμῆς εἶναί φασιν, ἐπὶ τὸν εὐκτήριον οἶκον φερούσῃ, ἔξω ταύτης βαδίσαι λοιπὸν οὐκ ἠνέσχετο.
 [00718]  Ἐκέλευε γὰρ μήτε ἐσθίοντας μήτε πίνοντας ἀναμένειν τὸν κόρον, ἀλλὰ τοσούτων ἀπολαύειν ὁπόσα τῷ σώματι παρέχειν ἀπόχρη τὴν ζωήν.
 [00760]  [6.1] Συμεώνην δὲ τὸν πρεσβύτην εἴ τις ἑκὼν παραλίποι καὶ λήθῃ τῆς ἐκείνου φιλοσοφίας παραδοίη τὴν μνήμην, ἀδικίας ἂν εἰκότως καὶ βασκανίας οὐ φύγοι γραφὴν ὡς μήτε ἐπαινεῖν ἐθέλων τὰ ἀξιέπαινα μήτε τοῖς ὠφελεῖσθαι βουλομένοις εἰς μίμησιν τὰ ἀξιέραστα προτιθείς.
 [01168]  ∆ιετέλεσε δὲ μέχρι γήρως μήτε πυρὶ χρησάμενος, μήτε λυχνιαῖον δεξάμενος φῶς.
 [01407]  Φασὶ δὲ αὐτὸν μήτε τὸν χιτῶνα μήτε τὴν σισύραν ἐπὶ πλεῖστον ἀμεῖψαι, ἀλλὰ τοῖς ἐν αὐτοῖς γιγνομένοις ῥήγμασιν ἕτερα ῥάκια συρράπτοντα τοῦτον αὐτὸν τὸν τρόπον θεραπεύειν τὸ γῆρας.
 [01431]  Οὗτος ἐν οἰκίσκῳ καθείρξας ἑαυτόν, ἑξήκοντα διετέλεσεν ἔτη μήτε ὁρώμενος μήτε φθεγγόμενος, ἀλλ' εἰς ἑαυτὸν νεύων καὶ τὸν θεὸν φαντα ζόμενος ἐκεῖθεν ψυχαγωγίαν ἐδέχετο κατὰ τὴν προφητείαν τὴν λέγουσαν·
 [02119]  Πλείοσι γὰρ ἢ διακοσίοις θιασώταις ἐχρῆτο μήτε κτῆνος ἔχειν μήτε μύλην ἐπιτρέψας, μήτε χρυσίον προσφερόμενον ὑποδέχεσθαι μήτε τινὰ ἔξω τῆς θύρας ἰέναι ἤ τι τῶν ἀναγ καίων ὠνησόμενον ἤ τινα τῶν γνωρίμων ὀψόμενον, ἀλλ' ἔνδον διάγειν καὶ τὴν ἀπὸ τῆς θείας χάριτος πεμπομένην τροφὴν ὑποδέχεσθαι.
 [02435]  Οἱ δὲ μήτε σιτίων, μήτε ποτῶν καθ' ἑκάστην ἀπο λαύοντες ἡμέραν, καὶ ἡνίκα δ' ἂν ἀπολαύσωσιν, οὐ τὸν κόρον ἀναμένοντες, ἀλλὰ τὴν ὄρεξιν ἀκμάζουσαν χαλι νοῦντες, καὶ μεταλαμβάνοντες οὐ τῶν θερμᾶναι δυναμένων τὸ σῶμα, ἀλλ' ἢ ποηφαγοῦντες τοῖς ἀλόγοις παραπλησίως, ἢ διαβρόχοις ὀσπρίοις χρώμενοι μόνοις, ποῖον ἂν ἐκ τῆς τοιαύτης τροφῆς ἀρύσαιντο θάλπος;
 [02626]  οὗ χάριν, τὸν μέγαν ἐκεῖνον μισθὸν ἐκομίσατο, τύπος γενόμενος καὶ σκιὰ τοῦ κατὰ ἀλήθειαν ἀπάτορος καὶ ἀμήτορος καὶ ἀγενεαλογήτου, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέλος ἔχοντος.
 [02655]  Ἐρασθέντες γὰρ τοῦ θείου κάλλους, καὶ τὸ περὶ ἡμᾶς τοῦ θεοῦ λογισάμενοι φίλτρον, καὶ τὰς μυρίας ἐνθυμηθέντες εὐεργεσίας, αἰσχρὸν ἡγήσαντο μήτε τὸ κάλλος ἐκεῖνο ποθῆσαι τὸ ἄφραστον, καὶ ἀχάριστοι περὶ τὸν εὐεργέτην γενέσθαι.
000-00-00 Serial Number=0898309469
Interpretatio in Danielem Ante [Go Back]  
 [00735]  Τὴν δὲ σωφροσύνην αὐτῶν κηρύττει, τὸ μήτε θρασέσι κατὰ τοῦ βασιλέως χρήσασθαι λόγοις, μήτε δειλίᾳ πάλιν καταισχῦναι τὸ γένος·
 [01629]  Καλῶς δὲ, καὶ μάλα σο φῶς ἐκ παραλλήλου τεθεικὼς τά τε εἴδωλα καὶ τὸν τῶν ἁπάντων Θεὸν, διὰ τὴν τῶν ἀκουόντων ὠφέλειαν, καὶ δείξας ἐκεῖνα μήτε βλέποντα μήτε ἀκούοντα, οὐκ ἐπήγαγε περὶ τοῦ τῶν ὅλων Θεοῦ, ὅτι βλέπει, καὶ ἀκούει, καὶ γινώσκει, ἀλλὰ τὸ μεῖζον ἁπάντων τέ θεικεν, ὅτι Ἡ ζωή σου καὶ αἱ ὁδοί σου ἐν τῇ χειρὶ αὐτοῦ·
 [01823]  Φιλανθρωπίας μὲν γὰρ τὸ μήτε σιτίων ἐθελῆσαι μετασχεῖν, μήτε ὕπνον τοῖς βλεφάροις πως δέξασθαι, ἀλλ' ἄγρυπνον διατελέσαι, ἀλγοῦντα ἐπὶ τῇ ἀδίκῳ τοῦ ∆ανιὴλ τιμωρίᾳ·
 [02225]  Τούτων ἀκούσας, φησὶν, ἐγὼ ∆ανιὴλ δέους ἐνεπλή σθην πολλοῦ, ὡς μήτε τοὺς λογισμοὺς ἡσυχάζειν ἐν ἐμοὶ, ἀλλὰ κυκᾶσθαι, καὶ διηνεκῶς ταράττεσθαι, καὶ τὴν μορφήν μου πολλὴν ἀλλοίωσιν ἐντεῦθεν δέ ξασθαι.
000-00-00 Serial Number=0012328088
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00056]  Ἀλλὰ καὶ τούτου πάλιν παραβάντος τοὺς ὅρκους, καὶ μήτε τὸν δασμὸν ἀποδοῦναι θελήσαντος, μήτε τὴν [81.813] εὔνοιαν φυλάξαντος, ἀλλ' Αἰγυπτίοις προσπεφευ γότος, πολλὴν ἀγείρας στρατείαν ἀφίκετο, καὶ αὔτανδρον τὴν πόλιν λαβὼν, τά τε βασίλεια, καὶ τὸν θεῖον νεὼν, καὶ πᾶσαν λαμπρὰν ἐνέπρησεν οἰκίαν·
 [00372]  μήτε μὲν ἐπιμείνῃς τῇ ἀμετρίᾳ τοῦ δέους, ἐμοῦ σοι παρεγ γυῶντος θαῤῥεῖν, ἀλλ' ἑστὼς ἄκουε τῶν παρ' ἐμοῦ λεγομένων, μὴ περιτρεπόμενος, ἀλλὰ τῇ στάσει ση μαίνων τὸ βέβαιον.
 [00499]  δώσω γάρ σοι ἰσχὺν ἀναλο γοῦσαν τῇ ἐκείνων ἀντιλογίᾳ, καὶ σύμμετρον τῷ πόνῳ παρέξω τὴν δύναμιν, καὶ πάσης πέτρας κρα ταιότερόν σου καταστήσω τὸ μέτωπον, ἵνα μήτε παροινούμενος, μήτε τυπτόμενος, μήτε ἄλλο τι τῶν δεινῶν ὑπομένων, φύγῃς τὴν τοῦ λόγου διακονίαν, καὶ τὴν τούτων ἐπιμέλειαν καταλίπῃς.
 [02262]  Οὐκοῦν εἰ μήτε τῷ Ζοροβάβελ, μήτε τοῖς Μακκαβαίοις ἁρμόττει τὰ εἰρημένα, δῆλον ὅτι περὶ τοῦ Κυρίου καὶ Σωτῆρος ἡμῶν Ἰησοῦ Χριστοῦ ταῦτα προηγόρευται, ὃς ἐκ τοῦ ∆αβὶδ τὸ κατὰ σάρκα κατῆγεν τὸ γένος, οὐκ ἐκ παραφυάδων τινῶν τῆς βασιλείας τοὺς προπάτορας ἔχων, ἀλλ' ἐξ αὐτῆς τῆς τῶν βασιλέων διαδοχῆς.
 [02337]  Προσήκει δὲ αὐτὸν, φησὶ, μήτε ἀλλοτρίαν συλῆσαι εὐνὴν, μήτε τῇ ἐν ῥύσει αἵματος οὔσῃ πλησιάσαι·
 [03158]  Καὶ ἐκ πολέμου χερσεύουσα, καὶ μήτε ὑετὸν, μήτε ἄροτρον δεξαμένη·
 [03557]  Ἐπιθυμήματα, ἢ ἐνθυμήματα ὀφθαλμῶν, οὕτω γὰρ ἔνια τῶν ἀντιγράφων ἔχει, τὴν ὁμόζυγα καλεῖ γυναῖκα, ἧς ἀποθανούσης, ὁ προφήτης κελεύεται, μήτε δακρύσαι, μήτε ὀδύρε σθαι, ἀλλὰ στένειν σιγῇ, καὶ ταῦτα περὶ τὴν ὀσφὺν τοῦ πένθους ὄντος.
 [03569]  Μηδὲν, φησὶν, ὧν εἰώ θασιν οἱ πενθοῦντες ποιεῖν ἀνάσχῃ ποιῆσαι, μήτε τὴν κεφαλὴν ἀποκείρασθαι, μήτε ἀνυπόδετος βαδίσαι, μήτε δι' αὐτῶν καλουμένων περιδείπνων παραψυχῆς [81.1057] τινος ἀπολαῦσαι.
 [03578]  Ἐπειδὴ γὰρ ὁ Ἰσραηλίτης λαὸς ἐν τάξει νύμφης τῷ ∆εσπότῃ συνῆπτο, ἔμελλε δὲ οὕτως παραδίδοσθαι ἀνδραποδισμῷ καὶ σφαγῇ, καὶ ὁ θεῖος νεὼς ἐμπίπρασθαι, τύπον τινὰ τῶν ἐσομένων δίδωσι τὸν προφήτην, καὶ τῆς γυναικὸς ἐξαπιναίως θανούσης, παρεγγυᾷ μήτε θρηνῆσαι, μήτε δακρύ σαι, μὴ πένθιμον σχῆμα λαβεῖν, μὴ παραμυθητικῆς ἀπολαῦσαι τραπέζης, ἀλλὰ σιγῇ στενάξαι, δεικνὺς, ὡς αὐτὸς οὐδεμιᾶς τοὺς αὐτῷ συνημμένους ἀξιώσει φιλανθρωπίας, παρὰ γνώμην δὲ ὅμως αὐτοῖς ἐπάξει τιμωρίαν·
 [04217]  Ταῦτα, φησὶ, καὶ τῇ Τύρῳ, καὶ τοῖς ἀλλοφύ [81.1101] λοις, καὶ πᾶσι τοῖς ἐκ γειτόνων οἰκοῦσιν ἐπάξω, ἵνα μήτε ἀρχέτυπον ἀσεβείας ὑμᾶς ἔχῃ ὁ ἐμὸς λαὸς, μήτε πολεμίους συνεχῶς αὐτοῖς ἐπιόντας, καὶ διηνε κῶς ἀνιῶντας.
 [04653]  Λέγει δὲ, ὅτι τὴν μὲν ἰσχὺν αὐτῶν καταλύσουσι, καὶ αὐτοὺς μὲν αἰχμαλώτους ἀπάξουσι, τὰ δὲ κτήνη ληΐσονται, καὶ ἐπὶ χρόνῳ πολλῷ ἀθό λωτον τοῦ ποταμοῦ τὸ ῥεῖθρον μενεῖ, μήτε κτήνους αὐτὸ, μήτε ἀνθρώπου ταράττοντος, διὰ τὴν συμβᾶ σαν ἐκ τῆς αἰχμαλωσίας ἐρημίαν·
 [05953]  Ἔφη δὲ καὶ ταῦτα ἀφωρῖσθαι τοῖς ἱερεῦσιν εἰς τὸ τῆς ἡγιασμένης ἀπολαύειν τροφῆς, καὶ παρ εγγυῆσαι τὸν ταῦτα ὑποδεικνύντα, μηδένα κοινωνῆ σαι τοῖς ἱερεῦσι τῆς εἰς ἐκείνας εἰσόδου, μήτε μὴν αὐτοὺς τοὺς ἱερέας τὴν ἱερατικὴν περιβεβλημένους στολὴν, καὶ τὴν θείαν ἐπιτελοῦντας λειτουργίαν, εἰς τὴν ἐξωτέραν αὐλὴν ἐξιέναι.
 [06068]  Παρεγγυᾷ τοίνυν ὁ τῶν ὅλων Θεὸς, τοὺς μὲν καὶ κατὰ ψυχὴν ἀπεριτμήτους, καὶ κατὰ σῶμα ἀλλογενεῖς καὶ ἀλλοφύλους πόῤῥωθεν τῶν θείων μεῖ ναι περιβόλων, τοὺς δὲ Λευΐτας κοινωνήσαντας τῇ τοῦ λαοῦ παρανομίᾳ, καὶ τῶν εἰδώλων τὴν θεραπείαν ἀσπασαμένους, τῆς οἰκείας τάξεως ἀποστῆναι, καὶ μήτε πυλωρεῖν, μήτε σφάττειν τὴν ὁλοκαύτωσιν, καὶ τὴν περὶ ἁμαρτίας θυσίαν, μήτε μὴν πελά ζειν τοῖς ἱεροῖς, ἀλλὰ τῆς οἰκείας ἀσεβείας λαβεῖν καρπὸν τὴν ἀτιμίαν·
 [06080]  γάμῳ δὲ βουλομένους ὁμι λεῖν, μήτε χήραν, μήτε ἐκβεβλημένην γυναῖκα λαμ βάνειν, ἀλλὰ παρθένον.
000-00-00 Serial Number=0533736587
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00416]  Ἑκοῦσα τοίνυν τὸν ὄλεθρον ἐπεσπάσατο, μήτε ἀρχῆθεν τὴν κατὰ νόμον πολιτείαν ἀσπασαμένη, καὶ μετὰ τὴν ἀσέβειαν ἐπιστρέψαι μὴ βουληθεῖσα.
 [01133]  Καὶ σαφέστερον δεικνὺς τὴν ἐμπολιτευομένην αὐτοῖς πονηρίαν, παραινεῖ μήτε φίλῳ θαῤῥῆσαι, μήτε μὴν ἀδελφῷ·
 [01714]  Παρεγγυᾷ δὲ καὶ τῷ προφήτῃ, τὰς ὑπὲρ αὐτῶν προσευχὰς μὴ ποιήσασθαι, καὶ φάσκει μήτε τῇ νηστείᾳ αὐτῶν προσέξειν, μήτε τὰς ὑπ' αὐτῶν προσφερομένας δέξασθαι θυσίας, ἀλλὰ λιμῷ καὶ λοιμῷ, καὶ σφαγῇ παραδώσειν.
 [01863]  Παρακελεύεται δὲ μήτε εὐφραινομένοις συνευφραίνεσθαι, μήτε ἀλγοῦσι συναλγῆσαι.
 [03221]  Ὁ τοίνυν ∆εσπότης Θεὸς τῷ βασιλεῖ καὶ τοῖς ἄρχουσιν εἰπεῖν παρηγγύησε τῷ προφήτῃ, μήτε τῇ τῶν Αἰγυπτίων ἐπικουρίᾳ θαῤῥῆσαι, μήτε τῶν Χαλ δαίων καταφρονῆσαι·
000-00-00 Serial Number=0566618025
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00092]  [80.868] Μακαρίζει τοίνυν τὸν μήτε τοῖς ἀσεβέσιν ὁδοῦ κοι νωνήσαντα, μήτε βεβαίαν τῶν ἁμαρτωλῶν δεξάμενον τὴν βουλήν·
 [00118]  Παραινεῖ τοίνυν, μήτε τῷ νῷ παραδέξασθαι δυσσεβῆ τινα ἔννοιαν, μήτε ἐπὶ πρᾶξιν ὁδεῦσαι παράνομον.
 [01053]  Εἰ δὲ μηδεὶς ἕτε ρος δείκνυται, μήτε τοῖς Ἰουδαίοις, μήτε τοῖς ἔθνεσι, καταστὰς νομοθέτης, λείπεται νοεῖν τὸν ∆εσπότην Χριστὸν ἀναφανῆναι νομοθέτην ἐθνῶν·
 [02012]  Λέγει δὲ, ὅτι Οἱ μήτε νομοθέτην, μήτε προφήτην ἐμὸν δεξάμενοι πώποτε, ῥᾳδίως μάλα κληθέντες ὑπήκουσαν, καὶ τὴν ἐμὴν δεσποτείαν ἠγάπησαν.
000-00-00 Serial Number=0114152908
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01043]  μᾶλλον δὲ μετατεθείκασι, μήτε πρὸς τοὺς εὐεργέτας, μήτε περὶ τὴν πίστιν, μήτε εἰς αὐτὸν τῶν πάντων ∆εσπότην ὀρθὸν σκοπὸν φυλάττοντες.
 [01498]  Ὡς μηδενὸςγὰρ μήτε ὁρῶντος, μήτε ἀκούοντος τὰ γινό μενα, καὶ τὰς εὐθύνας εἰσπράττοντος, οὕτω ταῦτα τολμῶσι.
 [03651]  οὗτοι δὲ παρ' ἑαυτοῖς ἐλο γίζοντο, μήτε ἐφορᾷν τὸν Θεὸν, μήτε τι τῶν γινο μένων εἰδέναι.
 [03776]  Εἰ δὲ μήτε Βαβυλωνίοις, μήτε Μακεδό σιν ἁρμόττει, δῆλον ὅτι τὴν ὑπὸ Ῥωμαίων ἐπ ενεχθεῖσαν αὐτοῖς πανωλεθρίαν προαγορεύει, μεθ' ἣν οὐδεμιᾶς ἀνακλήσεως ἔτυχον, τῆς κατὰ τοῦ Σω τῆρος ἀσεβείας τίνοντες δίκας.
 [03835]  Ταῦτα δὲ, φησὶν, ἐτόλμων, μή τε τὰς ἐπὶ τῶν προγόνων ἡμῶν ὁρῶντες θαυματουργίας, μήτε ὑπὸ προφητικῆς δι ελεγχόμενοι χάριτος.
 [03884]  Τοὺς μὲν γὰρ μὴ ὄντας, μήτε ἐξ ἀρχῆς γενομένους, ἀναβλῦσαι ἐν τῇ ἐρή μῳ προσέταξας.
000-00-00 Serial Number=0220510662
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00349]  Εἰ δὲ μήτε τῷ ∆αβὶδ, μήτε τῷ Σολομῶντι ἁρμόττει ταῦτα τὰ ῥήματα, ἀψευδὴς δὲ τοῦ Θεοῦ ἡ ὑπόσχεσις, τυφλώττουσιν Ἰουδαῖοι τὸν ἐκ ∆αβὶδ κατὰ σάρκα προσκυνεῖν οὐκ ἐθέλοντες, ὃς καὶ τῆς γῆς καὶ τῆς θαλάττης ἔχει τὸ κράτος, καὶ πάντων ἐστὶ τῶν βασιλέων ὑπέρτερος·
 [00994]  Τὰ ἔθνη, φησὶν, ἃ μήτε νόμον ἐδέξαντο, μήτε προφητικῆς ἀπολαύει διδασκαλίας, ὑποβάλλει παιδείαις, καὶ τὴν ὑμετέραν οὐκ ἐλέγξει παρανομίαν;
 [02527]  Ἐπειδὴ γὰρ ἐν ταῖς ἐρήμοις πολλὴ τοῖς τρέχουσιν εὐκο λία, μήτε φυτῶν ὄντων, μήτε φραγμῶν κωλυόντων, τὴν τῆς διαβάσεως εὐκολίαν δεδήλωκε τῇ τῆς ἐρή μου παραβολῇ.
 [03481]  Μὴ κτήσησθε χρυσὸν, μηδὲ ἄργυρον, μήτε χαλκὸν εἰς τὰς ζώνας ὑμῶν, μὴ πήραν εἰς ὁδὸν, μὴ ὑποδήματα, μηδὲ ῥάβδον.
 [04089]  Μακαρίζει τοὺς τὴν βασιλικὴν ὁδὸν ὁδεύοντας ἀκλινῶς, καὶ μήτε δεξιᾷ, μήτε ἀριστερᾷ κατὰ τὰς ὑποθήκας τοῦ νόμου παρατραπέντας.
 [05400]  Μηδεὶς μήτε τῶν οἰκο δομούντων, μήτε τῶν φυλαττόντων, τῇ οἰκεία δυνά μει θαῤῥείτω, ἀλλὰ τὴν θείαν ἐπικαλείσθω ῥοπήν.
000-00-00 Serial Number=0592050195
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00402]  Οἶστρός ἐστι μυῖά τις ταῖς βουσὶν ἐπιοῦσα, καὶ τοσαύτην αἴσθησιν ἐμποιοῦσα τοῖς δή γμασιν, ὡς τὰς ὑπ' ἐκείνης νυττομένας μήτε τῆς τῶν βουκόλων ἀνέχεσθαι φωνῆς, μήτε ταῖς ἄλλαις συννέμεσθαι βουσὶν, ἀλλὰ θέειν ἁπλῶς, καὶ κατὰ κρημνῶν ἔστιν ὅτε φέρεσθαι.
 [01666]  αὐτοὶ γὰρ, κατὰ τὸν τῆς αἰχμαλωσίας και ρὸν, καὶ τὴν γῆν καταδιείλαντο, ὡς μηδενὸς ἔτι ὄντος, μήτε τοῦ δεσπόζοντος, μήτε τοῦ γεωργοῦντος, καὶ τὸν κλῆρον δὲ ἔβαλον, τὰς διαιρέσεις ποιούμενοι·
 [01883]  Πρὸς δὲ τούτοις, καὶ ἀκολασίᾳ συζῶντες, ἀλόγων δίκην ταῖς ἀλλήλων ἐπεμίγνυντο γυναιξὶν, ὡς μήτε υἱὸν τῆς ἀνακειμένης τῷ πατρὶ παλλακίδος ἀπέχεσθαι, μήτε πατέρα τῷ υἱῷ τὴν εὐνὴν διαφυλάττειν ἀκήρα τον·
 [01915]  ∆ιδάσκων γὰρ ὑμᾶς ἐγὼ τοῦτον ὑμῖν ἐπάγω τὸν ὄλεθρον, τοὺς μὲν πλεονεξίᾳ φύσεως, ἢ τέχνῃ θαῤῥοῦντας, παραδώσω σφαγῇ, τοὺς δὲ τούτων ἁπάν των ἐστερημένους, καὶ μήτε πλοῦτον, μήτε ῥώμην, μήτε τέχνην ἔχοντας, ἀλλὰ πάντων γεγυμνωμένους, σώους καὶ ἀρτίους παρασκευάσω διαφυγεῖν.
 [02713]  μήτε μὴν παρὰ ποίαν αὐτὸν ἐξήγαγεν ἠϊόνα·
 [02811]  ὡς μήτε τούτων, μήτε ἐκείνων, ποινὴν ὑπὲρ ἁμαρτημάτων ἐνδίκως εἰσπρατ τομένων.
 [03120]  Εἰ δὲ πέπαυται μὲν τῶν Ἰουδαίων πάλαι ἡ βασιλεία, πόῤῥω δὲ τῆς Ἱερουσαλὴμ οἰκοῦντες δουλεύουσι, τῆς δὲ τοῦ Θεοῦ κηδεμονίας προφανῶς ἐγυμνώθησαν, μήτε Ἰουδαῖοι ληρείτωσαν, καὶ οἱ τῆς Ἐκκλησίας διδάσκαλοι τῇ ἀληθείᾳ συνηγορείτωσαν.
 [03381]  ἀλλ' ἕκαστος τῆς οἰκείας φροντιεῖ σωτηρίας, τὴν ἀποφυγὴν περισκοπῶν τῶν κακῶν, ὡς μήτε υἱὸν τῷ πατρὶ τὴν προσήκουσαν ἀπονέμειν τιμὴν, μήτε θυ γατέρα μητρὶ τὸ γέρας ἀποδιδόναι, μήτε νύμφην [81.1781] τῆς κηδεστρίας ἐπιμελεῖσθαι·
 [04313]  τὸν δὲ τῶν ὅλων Θεὸν μήτε εὐεργετεῖν, μήτε κολάζειν φασκόντων·
 [05079]  Μήτε εἰς τὴν παροῦσαν εὐτέλειαν, ὦ Ζοροβάβελ, ἀποβλέπων τῶν προηγορευμένων ἀπαγορεύσῃς τὴν ἔκβασιν, μήτε πάλιν κατορθώσας σαυτῷ τὴν νίκην ἐπιγράψῃ·
 [05812]  Τοσαύτη γὰρ εὐσέβεια καθέξει τὴν οἰκουμένην, ὥστε μήτε πατέρα, μήτε μητέρα φείδεσθαι παιδὸς πειρωμένου μαντεύεσθαι, ἀλλὰ καὶ δεσμὰ αὐτῷ περιβάλλειν, καὶ μάστιγας ἐπιφέ ρειν, καὶ θάνατον ἀπειλεῖν.
000-00-00 Serial Number=0593093216
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00322]  Εἰ μήτε τῶν ἀπὸ τῶν δένδρων καρπῶν μήτε κρεῶν οἱ πρὸ τοῦ κατακλυσμοῦ ἤσθιον, πῶς Κάϊν καὶ Ἄβελ ὃ μὲν ἀπὸ τῶν καρπῶν ὃ δὲ ἀπὸ τῶν στεάτων θυσίας προσέφερον;
 [00470]  εἰ γὰρ μὴ κατ' ἄλλην φύσιν υἱὸς ἄθετος ὁ Χριστὸς καὶ κατ' ἄλλην θετός, καθὼς ὁ τῆς ἀντιδιαστολῆς βούλεται λόγος, ἀλλὰ κατὰ τὴν αὐτὴν φύσιν ἐστὶν ἄθετος ὁ υἱὸς καὶ θετὸς ὁ Χριστός ἀδύνατον γὰρ τὰς γραφικὰς φωνάς, καταγγελλούσας τὸν Χριστὸν ἄθετον καὶ θετὸν [τὸν] υἱόν, ἀναιρεθῆναι , ἀνάγκη τὸν θεὸν λόγον κατὰ τὴν ἀντιδιαστολὴν τοῦ ἀληθῶς καὶ κυρίως καὶ ὄντως καὶ τοῦ μήτε ἀληθῶς μήτε κυρίως μήτε ὄντως νοεῖν υἱόν·
 [00934]  εἰ δὲ ὑπὲρ τὸν νόμον ἐτύγχανε τὸ τῆς χάριτος βάπτισμα, μήτε κατὰ νόμον μήτε παρὰ νόμον μήτε ὑπὲρ νόμον λεγόμενον, κατὰ τί γινόμενον εὑρεθήσεται;
 [00986]  ἔτι δέ, εἰ πᾶσα θε ραπεία ζώντων ἐστὶ καὶ αἰσθανομένων, πῶς οὐκ ἔστι προδήλως ψευδὲς τὸ θεραπευθέντων δὲ τῶν δαιμόνων ἀνέσχον τὰς τιμω ρίας, τῶν μήτε ζώντων μήτε αἰσθανομένων, ἀλλ' ὥσπερ πρὸς τὰς θεραπείας, οὕτω καὶ πρὸς τὴν παρακοὴν τῶν χρησμῶν ἀναισθή τως ἐχόντων;
 [01717]  ἐπειδὴ οὖν μετὰ τὸ ἀναστῆναι τὸν κύριον ἐκ τῶν νεκρῶν καὶ δειχθῆναι μήτε τὸν θεὸν σύμψηφον γεγονότα τοῖς Ἰουδαίοις ἐν τῷ θανάτῳ τοῦ Χριστοῦ, μήτε τὸν Χριστὸν ἀνεγέρτως μένειν ἐν τῷ τάφῳ κατὰ τὴν προσδοκίαν τῶν αὐτὸν σταυρωσάντων, ἔτι τοὺς Ἰουδαίους ἐν τῇ ἀπειθείᾳ μένειν, διὰ τοῦτο οὐκ ἦσαν συγγνώμης ἄξιοι·
 [01791]  εἰ δὲ μήτε ἑτέρωθεν ἀμφιάσματα εἴληφε, μήτε γυμνὸς τοῖς τότε αὐτὸν ὁρῶσιν ἐφαίνετο, πῶς ἄληθες ὅτι τὰ ἱμά τια ἐν τῷ τάφῳ κατέλιπεν;
 [01823]  Εἰ μήτε τοὺς ἐκ τῶν δένδρων καρπούς, μήτε τῆς τῶν κρεῶν ἐδωδῆς οἱ πρὸ τοῦ κατακλυσμοῦ μετελάμβανον, καθώς τινες τῶν πατέρων ἐδίδαξαν, πῶς ὁ Ἄβελ ἐκ τῶν στεά των τῶν προβάτων ὦν ἐποίμαινε καὶ ὁ Κάιν ἐξ ὧν ἐγεώργει καρπῶν τῆς γῆς ὁμοίως προσέφερε;
 [02072]  Εἰ τὴν προλεχθεῖσαν φαυλότητα φθόνῳ τῆς τῶν ἀνθρώπων σωτηρίας ἐν τοῖς ἀνθρώποις ὁ ἐχθρὸς κατεργά ζεται, μηχανώμενος διὰ τούτων ταῖς μελλούσαις αὐτοὺς ὑποβάλ λειν κολάσεσι, τὰ ἄλογα μήτε σωτηρίαν μήτε τιμωρίαν ἐν τοῖς μέλλουσι κομίζεσθαι μέλλοντα καὶ διὰ τοῦτο τὸ ἀπολέμητον ἔχοντα, πῶς οὐ μὴ φαυλότητι φύσεως τὰ φαῦλα μετέρχονται;
000-00-00 Serial Number=0680479288
Quaestiones in Octateuchum Ante [Go Back]  
 [00431]  Ἐν κεφαλαίῳ πάλιν ὁ συγγραφεὺς τὰ περὶ τῆς κτίσεως διηγήσατο καὶ ἐδίδαξεν ὅτι μὴ ὄντα τὰ στοιχεῖα παρήγαγεν ὁ Θεός, καὶ ὅτι ταῦτα ἀπ' ἀλλήλων διεχώρισε, καὶ ὅτι ἕκαστον τούτων διεκόσμησεν ὡς ἠθέλησε, καὶ ὅτι μήτε τοῦ ἀνθρώπου γεωργοῦντος τὴν γῆν, μήτε τῶν νεφῶν τὸν ὑετὸν ὠδινόντων, βεβλάστηκεν ὡς ὁ δημιουργήσας ἠθέλησεν, ἀρδείαν ἔχουσα τὴν μετὰ τὸν χωρισμὸν τῶν ὑδάτων ἐναπομείνασαν αὐτῇ νοτίδα τε καὶ ἰκμάδα·
 [02024]  ἁρμόττει δὲ ἡμῖν καὶ τὸ μήτε ὠμὰ μήτε ἑψημένα ἐσθίειν, ἀλλὰ ὀπτὰ πυρί.
 [02183]  τούτοις κελεύει μήτε προσκυνεῖν, μήτε λατρεύειν.
 [02762]  τοσοῦτον ἀποδεῖ τῆς ἀρ χιερατικῆς ἀξίας ὁ τὴν σωματικὴν πεπιστευμένος ἀρχήν, τὸν δὲ μήτε ἱερέα ὄντα, μήτε ἄρχοντα, ἡμαρτηκότα δὲ χίμαιραν θῦσαι προσέταξε.
 [03484]  ταῦτα δὲ οὐ μάτην νενομο θέτηκεν, ἀλλ' ἀκριβείας ἐπιμελεῖσθαι διδάσκων, καὶ μήτε ὡς ἔτυχεν ἐπαγ γέλλεσθαι, καὶ ὑπισχνουμένους τὰ ἐπηγγελμένα πληροῦν.
 [03739]  καὶ πάλιν ἐνομοθέτησε, τοὺς μὲν ἱερέας ἱερουργεῖν, τοὺς δὲ λευΐτας ὑπουρ γεῖν, μήτε τῷ θυσιαστηρίῳ, μήτε τοῖς ἱεροῖς πελάζοντας σκεύεσιν.
 [04217]  μήτε κρίνῃς, μήτε δικάσῃς ἐξ ὑποψίας, ἀλλ' εἰς τὸν θεῖον νεὼν ἄπιθι καὶ
 [04251]  κελεύει τοίνυν μήτε ἀναμεμιγμένα σπέρματα καταβάλλειν, μήτε μὴν τὰς ἀμπέλους σπείρειν.
000-00-00 Serial Number=0834275663
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [00172]  παρανομοῦν τας δὲ μήτ' αὐτῷ, μήτε τῇ ἀψαύστῳ κιβωτῷ πε ποιθέναι·
 [01514]  τὸν βασιλέα δὲ διὰ τούτων ᾐνίττετο, μήτε τὸν Ἀμνὼν κολάσαντα, μήτε τοῦ Ἀβεσσαλὼμ τὴν ἀθυμίαν διασκεδάσαντα·
 [01730]  Τούτων ἀκούσας τῶν λόγων ὁ στρατηγὸς ἔφη, μήτε πολέ μου, μήτε πολιορκίας ἐρᾷν·
 [02276]  Φύσιν γὰρ ἀπε ρίληπτον ἔχων, καὶ μήτε τῷ ὁρωμένῳ, μήτε τῷ ὑπερτέρῳ χειρούμενος οὐρανῷ, χειροποίητον ναὸν σαυτῷ κατεσκεύασας, οὐκ ἐν τούτῳ περιγραφόμενος, ἀλλ' ἐν τούτῳ τὴν οἰκείαν ποιούμενος ἐπιφάνειαν.
 [02358]  Καὶ αὕτη γὰρ ἀλλό φυλος οὖσα, καὶ μήτε νόμον δεξαμένη θεῖον, μήτε προφητικῆς ἀπολαύσασα γεωργίας, ἠρκέσθη τῷ τῆς φύσεως νόμῳ, καὶ τὴν δικαιοσύνην ἐθαύμασε, καὶ τὴν δικαίαν κρίσιν εὐφήμισε, καὶ διὰ τοῦ δεξαμένου τῆς σοφίας τὸ δῶρον, τὸν μεγαλόδωρον ὕμνησεν.
000-00-00 Serial Number=0062522769
Quod unicus filius sit dominus noster Jesus Christus Ante [Go Back]  
 [00082]  ∆ιὰ ταύτην τῶν φωνῶν τὴν διαφορὰν καὶ ἀπάτωρ ὑπὸ τοῦ θεσπεσίου Παύλου καὶ ἀμήτωρ καλεῖται καὶ ἀγενεαλόγητος, μήτε ἀρχὴν ἡμερῶν, μήτε ζωῆς τέ λος ἔχων.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»