Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μελλόντων [50]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μελλόντων


000-00-00 Serial Number=0103010595
Commentaria in Isaiam Ante [Go Back]  
 [00032]  |96 b| Ὅρασιν καλεῖ τῶν μελλόντων τὴν πρόγνωσιν.
 [02909]  Αὐτὸς δὲ ὁ δεσπότης τοῖς εἰς αὐτὸν πεπιστευκόσι παρεγγυᾷ ὥσπερ ἔν τισι ταμιείοις τῇ πίστει τῶν κηρυγμάτων καὶ τῇ ἐλπίδι τῶν μελλόντων κατακρυβῆναι καὶ διαφυγεῖν τὸν τοῖς ἄλλοις ἀνθρώποις ἐπιφερόμενον ὄλεθρον·
 [03737]  Οἱ γὰρ ταῦτα μεμαθηκό τες τῶν μελλόντων ἀπολαύσουσιν ἀγαθῶν.
 [04821]  Τὴν γὰρ δύσπορον τῆς σωφροσύνης καὶ τῆς ἐγκρα τείας καὶ τῆς δικαιοσ ύνης ὁδὸν πεποίηκεν εὔπορον, τοῖς πόνοις τῆς ἀρετῆς τὴν τῶν μελλόντων ἀγαθῶν συνάψας ἐλπί δα .
 [06104]  Ἀναμι μν ῄσκει δὲ τούτων αὐτούς, θαρρῆσαι περὶ τῶν μελλόντων
 [07063]  «Σκιὰν γάρ» φησιν «ἔχων ὁ νόμος τῶν μελλόντων καὶ οὐκ αὐτὴν τὴν εἰκόνα τῶν πραγμάτων.».
000-00-00 Serial Number=0956513286
De incarnatione domini Ante [Go Back]  
 [00625]  Ἀναληφθεὶς τοίνυν εἰς οὐρανοὺς ὁ ∆εσπότης Χρι στὸς, καὶ ἑαυτὸν ὥσπερ ἐχέγγυον τῆς τῶν ἀνθρώ πων εἰρήνης προσενεγκὼν τῷ Πατρὶ, πέμπει τοῖς ἀνθρώποις τὴν χάριν τοῦ Πνεύματος, ὥσπερ τινὰ τῶν ἐπηγγελμένων ἀγαθῶν ἀῤῥαβῶνα, παιδοτρί βην, καὶ γυμναστὴν, τῶν τῆς εὐσεβείας ἀγωνι στὴν, φύλακα τῶν πιστευόντων ἀκοίμητον, φῶς τῶν προσιόντων ἄσβεστόν τε καὶ ἀνέσπερον, τῶν ψυχικῶν τραυμάτων θεραπευτὴν, ἰατρὸν τῶν ὑπὸ τῆς ἁμαρ τίας γινομένων τραυμάτων, στρατηγὸν ἀριστεύειν κατὰ τοῦ διαβόλου διδάσκοντα, ὑποπτέρους τοὺς χα μαιπετεῖς ἐργαζόμενον, τοὺς γηΐνους τὴν τῶν οὐρα νῶν πολιτείαν παιδεύοντα, καταφρονεῖν σαρκὸς, ἐπι μελεῖσθαι ψυχῆς, διαπτύειν τὰ παρόντα, ἐφίεσθαι τῶν μελλόντων, ὁρᾷν τὰ προσδοκώμενα διὰ πίστεως, μηδὲν ἡγεῖσθαι τῶν ἐν τῷ βίῳ λαμπρὸν, δόξης κατα γελᾷν, τῶν τοῦ πλούτου ῥευμάτων ὑπερορᾷν, ὥραν σώματος ὡς ἄνθος ὁρᾷν μαραινόμενον, μὴ ἀλγεῖν πενομένους, μὴ ἀνιᾶσθαι νοσοῦντας, χαίρειν ἀδικουμένους, λεηλατουμένους εὐφραίνεσθαι, φέρειν καρτερικῶς τὰ δεινὰ, ὑπερεύχεσθαι τῶν ἀντιδικούντων, [75.1476] εὐλογεῖν τοὺς καταρωμένους, καὶ πᾶσαν ἁπαξαπλῶς φιλοσοφίαν μεταδιώκειν.
000-00-00 Serial Number=0713815272
De providentia orationes decem Ante [Go Back]  
 [01823]  Σὺ δὲ πρὸς τῇ φύσει καὶ νόμον ἔχων διδά σκαλον, καὶ προφήτας τὰ θεῖα παιδεύοντας, καὶ τῶν ἀποστόλων τὸν χορὸν, περί τε τῶν ὄντων διδάσκοντα, καὶ περὶ τῶν μελλόντων κηρύττοντα, δέξαι παντα χόθεν τῆς ὠφελείας τὸν ἔρανον.
000-00-00 Serial Number=0925979137
Epistulae Collectio Patmensis Ante [Go Back]  
 [00109]  τὸ δὲ πλεῖστον τοῦ γένους τὴν ἀκοσμίαν ἠγά πησεν, οὐχ ἥκιστα δὲ ὁ παρὼν καιρὸς φορὰν ἤνεγκε πονηρῶν ἀνθρώπων, πᾶν εἶδος κακίας ἀδεῶς μετιόντων, καὶ οὔτε αἰδώς, οὔτε τῶν νόμων τὸ δέος, οὔθ' ἡ τῶν μελλόντων ἐλπὶς ἱκανὰ κωλῦσαι τῆς κακίας τὴν ῥύμην, καὶ οὐδὲ συσκιάζουσι νῦν ὡς πάλαι τὰ πλημμελούμενα, ἀλλ' ἀναιδείᾳ τὴν ἀδικίαν ὁπλίζουσι καὶ παῤῥησίαν τὴν ἀναισχυντίαν προσαγορεύουσι.
000-00-00 Serial Number=0524778068
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00332]  ἀλλ' ἑλοίμην ἂν ἥδιστα καὶ τῶν παρόντων καὶ τῶν μελλόντων ἐκπεσεῖν ἀγα θῶν, καὶ πᾶν ὁτιοῦν ἀλγεινὸν καὶ νῦν παθεῖν, καὶ αὖθις ὑπο μεῖναι, ὥστε ταύτην ἄσβεστον περιφέρειν τὴν φλόγα.
 [01058]  Ἀρκοῦσα γὰρ ψυχαγωγία τοῖς ἀδικουμένοις ἡ τῶν μελλόντων ἐλπίς.
 [01446]  Ἐδεξάμην πρώην τῆς ὑμετέρας σεμνοπρεπείας τὰ γράμ ματα, καὶ μαθὼν τὴν γεγενημένην ὑμῖν ὑπὲρ ἡμῶν σπουδήν, χάριν ὡμολόγησα, καὶ τὸν τῶν ὅλων ∆εσπότην ἱκέτευσα καὶ τὰ παρόντα ὑμῖν ἀγαθὰ φυλάξαι καὶ ταῖς προσθήκαις αὐξῆσαι καὶ τῶν μελλόντων καὶ αἰωνίων χαρίσασθαι τὴν ἀπόλαυσιν.
000-00-00 Serial Number=0960009694
Eranistes Ante [Go Back]  
 [03154]  Σκιὰν γὰρ ἔχων ὁ νόμος τῶν μελλόντων ἀγαθῶν·
000-00-00 Serial Number=0146929562
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00293]  ὁ δὲ Ἐκκλησιαστὴς, τῶν ὁρωμένων ἑρμηνεύει τὴν φύσιν, καὶ τοῦ παρόντος βίου τὸ μάταιον ἐκδιδάσκει, ἵνα μαθόντες αὐτῶν τὸ ἐπίκηρον, ὡς παριόντων κα ταφρονήσωμεν, καὶ τῶν μελλόντων ὡς μενόντων ἐπιθυμήσωμεν.
 [01021]  Ἐπειδὴ τοίνυν ὁ ∆εσπότης Χριστὸς ῥάβδος ἐστὶ κατὰ τὸ ἀνθρώπινον ἐξελθοῦσα ἐκ ῥίζης Ἰεσσαὶ, καὶ ἐπανεπαύσατο ἐπ' αὐτὸν Πνεῦμα τοῦ Θεοῦ, πνεῦμα σοφίας καὶ συνέσεως, πνεῦμα βουλῆς καὶ ἰσχύος, πνεῦμα γνώσεως καὶ εὐσεβείας, καὶ [81.97] πνεῦμα φόβου Θεοῦ ἐμπλήσει αὐτὸν, δορκάδι αὐτὸν ἡ νύμφη ἀπεικάζει, διὰ τὸ ὀξυδερκὲς καὶ διορατικὸν, καὶ τῶν μελλόντων προγνωστικόν.
 [01190]  Ἐὰν μὴ ἐν μεταιχμίῳ γένῃ τῶν παρόντων καὶ τῶν μελλόντων (τοῦτο γὰρ ἡγοῦμαι παραδηλοῦ σθαι διὰ τοῦ προτειχίσματος), ὁ γάμος ἡμῶν οὐ γενήσεται.
 [01268]  δηλαδὴ, μέχρις ἂν ἐπιστῇ ἡ κατὰ τὸν μέλλοντα ὁλολαμπὴς ἡμέρα καὶ ἄσκιος, καὶ πάντα τὰ παρόντα, ἅπερ εἰσὶν αἱ σκιαὶ τῶν μελλόντων, παρέλ θωσι·
 [02203]  εἰσὶ δέ τινες οἷον μισθωτοὶ, τῇ ἐπιθυμίᾳ τῶν μελλόντων ἀγαθῶν τοὺς ὑπὲρ ἀρετῆς ἱδρῶτας φέρειν ἀνεχόμενοι·
 [02654]  Ἐπειδὴ τοίνυν ἡ σκιὰ τῶν μελλόντων ἀγαθῶν εἰσι τὰ ἐπὶ τοῦ παρόντος ἡμῖν δοθέντα, Ἄρτι γὰρ, φησὶν ὁ μακάριος Παῦλος, βλέπω ὡς ἐν ἐσόπτρῳ, ὡς ἐν αἰνίγματι, τότε δὲ πρόσωπον πρὸς πρόσωπον, ἐπόθησε δὲ ἡ νύμφη ἐν τῇ σκιᾷ τοῦ νυμφίου καθίσαι, τουτέστι τῷ δοθέντι νῦν ἀῤῥαβῶνι (μῆλον δὲ αὐτὸν προσηγόρευσε δι' ἃς ἔφημεν αἰτίας), ἀναγκαίως ὁ νυμφίος φησίν·
 [02793]  Πρὸς δὲ τούτοις εἰρημένοις, ἡ νύμφη, καὶ τάδε πρὸς τὸν νυμφίον, δι' ἄκραν τε μετριοφροσύνην καὶ ἐπιτετα μένον πόθον τῶν μελλόντων ἀγαθῶν, διέξεισιν·
000-00-00 Serial Number=0545825720
Graecarum affectionum curatio Ante [Go Back]  
 [00641]  Ἐπομνύντας σπουδῇ τε ἅμα μὴ ἀμούσῳ καὶ τῇ τῆς σπουδῆς ἀδελφῇ παιδιᾷ καὶ τὸν πάντων θεῶν ἡγεμόνα τῶν τε ὄντων καὶ τῶν μελλόντων τοῦ τε ἡγεμόνος καὶ αἰτίου πατέρα καὶ κύριον ἐπομνύντας, ὅν, ἐὰν ὀρθῶς φιλοσοφῆτε, εἴσεσθε.
 [00645]  τῷ δέ γε θεῶν αὐτὸν προσειπεῖν ἡγεμόνα, τῶν τε ὄντων καὶ τῶν μελλόντων, δυοῖν αἰνίττεται θάτερον, ἢ τῷ τῆς ἀγνοίας πάθει περιπεσεῖν τὸν φιλόσοφον, ἢ τοὺς ταύτην [2.74] νοσοῦντας ὑποκρινόμενον ἀναμῖξαι τῇ ἀληθείᾳ τὸ ψεῦδος.
 [00650]  [2.75] Τῶν τε ὄντων θεῶν καὶ τῶν μελλόντων.
 [02096]  Χρή φησι τεκμηρίοις [6.92] κεχρῆσθαι τοῖς προγεγενημένοις περὶ τῶν μελλόντων.
 [03590]  κἂν εὕρητε ἀληθεῖς καὶ τοῖς πράγμασιν ἐναργῶς ξυμβαινούσας, δέξασθε [11.70] ἀδηρίτως ἐκεῖνα τὰ περὶ τῶν μελλόντων τεθεσπισμένα.
000-00-00 Serial Number=0157669961
Haereticarum fabularum compendium Ante [Go Back]  
 [02415]  ἀῤῥα βὼν γάρ ἐστι τῶν μελλόντων ἀγαθῶν, καὶ τῆς ἐσο μένης ἀναστάσεως τύπος, καὶ κοινωνία τῶν ∆εσπο τικῶν παθημάτων, καὶ μετουσία τῆς ∆εσποτικῆς ἀνα στάσεως, καὶ ἱμάτιον σωτηρίου, καὶ χιτὼν εὐφροσύ νης, καὶ στολὴ φωτοειδὴς, μᾶλλον δὲ αὐτὸ φῶς.
000-00-00 Serial Number=0834039092
Interpretatio in Danielem Ante [Go Back]  
 [00056]  προφήτης γὰρ, καὶ προφήτης ἐπιθυμίᾳ καὶ πόθῳ τῶν μελλόντων τὴν γνῶσιν δεξάμενος, ἱδρῶσι καὶ πόνοις, νηστείᾳ καὶ κακουχίᾳ τὰ ἐσόμενα διδα χθεὶς, οὐχ ἃ μόνοις Ἰουδαίοις συμβήσεται, ἀλλὰ τῶν κοινῶν τῆς οἰκουμένης πραγμάτων τὴν οἰκονο μίαν καὶ προμαθὼν καὶ προδιδάξας.
 [03705]  Ἀλλ' ἡμεῖς, παρακαλῶ, ὡς παρὰ Θεοῦ προφήτου τὴν τῶν μελλόντων δεξάμενοι πρόγνωσιν, εὐτρεπεῖς ἡμᾶς αὐτοὺς εἰς [81.1545] ἐκείνην τὴν φοβερὰν καταστήσωμεν ἡμέραν, ἵνα μὴ εἰς αἰσχύνην αἰώνιον, ἀλλ' εἰς ζωὴν ἀναστῶμεν αἰώνιον·
000-00-00 Serial Number=0456726134
Interpretatio in Ezechielem Ante [Go Back]  
 [00397]  Οὐδὲν γὰρ ἀγνοεῖ τῶν μελλόντων ὁ γινώσκων τὰ πάντα πρὶν γενέσεως αὐτῶν·
000-00-00 Serial Number=0070781708
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00667]  Οὕτω γὰρ δυ νησόμεθα, καὶ κατὰ τὸν παρόντα βίον τῆς παρ' αὐτοῦ προνοίας ἀπολαῦσαι, καὶ τῶν μελλόντων ἐπιτυχεῖν ἀγαθῶν·
000-00-00 Serial Number=0469764888
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [01349]  Καὶ οὗτος ἡμᾶς ὁ ψαλμὸς εἰς τὸ τέλος παραπέμπει, ἐπειδὴ περὶ μελλόντων προαγορεύει.
 [04737]  Οὐ μόνον δὲ τῶν μελλόντων ἀγαθῶν ἀπολαύσει, ἀλλὰ καὶ κατὰ τὸν παρόντα βίον τῆς θείας τεύξεται προμηθείας, περιφανής τε γενόμενος καὶ περίβλε πτος, καὶ τὰς τῶν δυσμενῶν διαφεύγων ἐπιβουλάς.
000-00-00 Serial Number=0486865640
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [00351]  ∆ιὰ πάντων δὲ ἡμᾶς ὁ λόγος διδάσκει, μὴ θαῤῥεῖν τοῖς παροῦσιν, ἀλλὰ τῶν μελλόντων ἐπιμελεῖσθαι.
 [00571]  Εἰδέ ναι μέντοι προσήκει, ὡς καὶ μελλόντων ἔχει προ αγόρευσιν ὁ ψαλμός.
 [02212]  Ἐντεῦθεν δῆλον, ὅτι πρόῤῥησίς ἐστι μελλόντων, καὶ οὐ γεγε νημένων διήγησις.
000-00-00 Serial Number=0980912507
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [01284]  Καὶ τοῦτοι γὰρ κἀκεῖνοι τῇ τῶν μελλόντων ἐλπίδι ψυχαγωγούμενοι γάννυνται.
 [01675]  ∆ηλοῖ καὶ ταῦτα τοῦ ψαλμοῦ τὰ ῥήματα, ὡς μελλόντων ἐστὶ πρόῤῥησις, καὶ οὐ γεγενημένων δι ήγησις.
 [01860]  Ἀλλὰ διὰ τοῦτο ἠλεήθην, ἵνα ἐν ἐμοὶ πρώτῳ ἐνδείξηται Χριστὸς Ἰησοῦς τὴν πᾶσαν αὑτοῦ μακρο θυμίαν, πρὸς ὑποτύπωσιν τῶν μελλόντων πιστεύειν [80.1688] ἐπ' αὐτῷ εἰς ζωὴν αἰώνιον.
000-00-00 Serial Number=0300224543
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00025]  ἐν διαφόροις γὰρ καιροῖς τὰς τῶν μελλόντων ἐποιήσαντο προφητείας.
 [01626]  Ἄχρις γὰρ καὶ ἡμῶν τοῦτο διεφυλάχθη τὸ δῶρον, καὶ εἰσὶν ἐν τοῖς ἁγίοις ἄνδρες καθαρὸν τῆς διανοίας τὸ ὀπτικὸν ἔχοντες, οἳ πολλὰ τῶν μελλόντων καὶ προγινώσκουσι, καὶ προ λέγουσιν.
 [05870]  Φασὶ γὰρ, Οὐ εσπασιανοῦ καὶ Τίτου μελλόντων ἐπιστρατεύειν, τοὺς τηνικαῦτα πιστοὺς ἐξ ἀποκαλύψεως τὴν πόλιν κατα λιπεῖν.
000-00-00 Serial Number=0625430524
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00693]  Ἡ μὲν πρόγνωσις τῶν μελλόντων τῆς ψυχῆς ἐστιν ὑπὸ τοῦ θείου πνεύματος φωτιζομένης πρὸς τὴν εἴδησιν τῶν τέως ἀδήλων καὶ οὐχ ὑπὸ τῆς ἀβουλήτου κινήσεως τοῦ σώ ματος·
 [00695]  διὸ ἀνάξιον ἔκριναν οἱ ἅγιοι εἶναι κριτήριον τῶν μελλόντων τὸ τοιοῦτον σωματικὸν κίνημα.
 [01513]  τί δὲ καὶ αὐτὴ ἐν τῇ συντελείᾳ γενήσεται, ἄνω μὲν τῶν δικαίων, κάτω δὲ τῶν ἁμαρ τωλῶν τὰς τῶν πρακτέων ἀμοιβὰς τότε μελλόντων κομίζεσθαι;
 [01536]  Εἰ διὰ τὴν ἡμετέραν χρείαν κατ' ἀρχὰς ἡ παραγωγὴ τῆς κτίσεως γέγονε, καὶ διὰ τὴν ἡμετέραν ὁμοίως χρείαν τὰ μὲν φθείρεται, τὰ δὲ ἀφθαρσίαν ἐν τῇ συντελείᾳ ἐνδύεται, οἷον κτήνη μὲν καὶ θηρία καὶ πετεινὰ φθείρεται, οὐρανὸς δὲ καὶ γῆ φθορᾶς ἀπαλλάσσεται, καὶ τὰ μὲν φθείρεται, ὡς ἀνενδεοῦς ἡμῶν ἀνισταμένου τοῦ σώματος, ἐν ἀφθαρσίᾳ δὲ τὰ δηλωθέντα μένει στοιχεῖα, [ὡς] τῶν πραχθέντων ἡμῖν μελλόντων ἡμῶν ἐν αὐτοῖς κομίζεσθαι τὴν ἀντίδοσιν, ἀὴρ καὶ θάλαττα πῶς οὐκ ἄχρηστα, εἰ τότε μένοιεν ἄφθαρτα, οὔτε εἰς πνοὰς οὔτε ἐμπορίας οὔτε ἰχθυοφαγίας ἢ ἑτέρας τινὸς βοηθείας [ἕνεκα] χρῃζόντων ἡμῶν ἐξ αὐτῶν διὰ τὸ ἀνενδεές, ὡς ἔφην, τοῦ σώματος;
 [01875]  διαφέρουσι δὲ ἀλλήλων προηγουμένως μὲν τῇ τε ἐλπίδι τῶν μελλόντων καὶ τοῖς ὑπὲρ τῆς εὐσεβείας παθήμασιν, ἔπειτα δὲ καὶ ταῖς θείαις συμμαχίαις, ἐν αἷς πολλάκις περιβλέπτους τοὺς ἰδίους ἐποίησεν ὁ θεός, ποτὲ μὲν τὴν τῶν Αἰγυπτίων δυναστείαν καταλύων, ποτὲ δὲ τοὺς Χαναναίους τοῖς Ἰσραηλίταις ὑποτάσσων, ποτὲ δὲ τῶν Ἀσσυρίων τὸ θράσος κοιμίζων, ποτὲ δὲ τῶν Βαβυλωνίων καθαιρῶν τὴν βασιλείαν, ποτὲ δὲ δρόμον τε καὶ στάσιν παρὰ φύσιν προσ [125] τάσσων τῷ ἡλίῳ.
 [02201]  ἔστι δὲ τῶν ὁμολο γουμένων τὸ ἕνα εἶναι θεὸν δημιουργόν τε καὶ προνοητὴν τοῦ κόσμου παντός, ὃν καταγγέλλουσιν αἱ θεῖαι τῶν χριστιανῶν γρα φαὶ λόγοις θείαις δυνάμεσι μεμαρτυρημένοις, παρ' οὗ ἐστι τῶν μελλόντων ἥ τε πρόγνωσις καὶ ἡ πρόρρησις καὶ ἡ ἔκβασις.
 [02205]  εἰσὶ γὰρ ὥσπερ μακρὰν τῆς ἀληθινῆς θεότητος, οὕτως καὶ τῆς τῶν μελλόντων προγνώσεως·
000-00-00 Serial Number=0737886310
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02665]  ἐπειδὴ δὲ σκιὰν εἶχε τῶν μελλόντων ὁ νόμος, καὶ οὐκ αὐτὴν τὴν εἰκό να τῶν πραγμάτων, κατὰ τὸν
 [04403]  ὁ δὲ καὶ τῶν μελλόντων ἔσεσθαι προμηθούμενος, πῶς ἂν τῶν [256] παρόντων καὶ δεχομένων τὸν νόμον ἠμέλησε;


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»