Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum μυριάδας [52]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum μυριάδας


000-00-00 Serial Number=0029360473
Commentaria in Isaiam Ante [Go Back]  
 [01579]  Πεπιστεύκασι δὲ ὅμως μυριάδες πολλαί, καὶ τρισχίλιοι καὶ πεντακισχίλιοι κατὰ ταὐτὸν ὑπ' αὐτῶν ἐζωγρήθησαν, καὶ ὁ θειότατος δὲ Ἰάκωβος τῷ θεσπεσίῳ Παύλῳ πολλὰς Ἰουδαίων πεπιστευκότων ὑπέδειξε μυριάδας.
 [02061]  Προειρήκαμεν δὲ ἤδη ὡς πολλὰς αὐτῶν μυριάδας οὗτοι κατὰ ταὐτὸν γενόμενοι καὶ κατηκόντισαν καὶ αἰχμαλώτους ἀπήγαγον.
 [03473]  Ἐπειδὴ μέγιστον ἦν θαῦμα τὸ δίχα χειρῶν ἀνθρω πίνων τοσαύτας μυριάδας |138 b| πεσεῖν, ταὐτὸ δὲ τοῦτο πεπόνθασι καὶ Αἰγύπτιοι ὑποβρύχιοι πάντες ἐν τῇ θαλάττῃ
 [04331]  Συ νῆ καν γὰρ <ὅτι> ὁ τοσαύτας μυριάδας δίχα χειρὸς ἀνθρωπίνης διὰ τὸν εὐσεβῆ βασιλέα παραπέμψας θανάτῳ διὰ τοῦτον πάντως καὶ τοῦτο τὸ θαῦμα πεποίηκεν.
 [06112]  [12Ἐγώ] εἰμι ἐγώ εἰμι ὁ παρακαλῶν σε αὐτός, ὁ τὰ πρότερα ἐκεῖνα πεποιηκὼς τὰ παράδοξα, ὁ τὸν Φαραὼ σὺν τῇ στρατιᾷ παραδεδωκὼς τῇ θαλάττῃ, ὁ τὰς πολλὰς τῶν Ἀσσυρίων μυριάδας δι' ἑνὸς ἀγγέλου κατακοντίσας.
000-00-00 Serial Number=0279270291
De providentia orationes decem Ante [Go Back]  
 [00440]  Ἥλιος μὲν γὰρ ἐν ἡμέρᾳ μιᾷ τῆς οἰκουμένης διατρέχει τὸν δίαυλον, ὁ δὲ, ἅμα τε νεύει καὶ τὴν οἰκουμένην περινοστεῖ, καὶ τῶν οὐρανῶν ἐφ ικνεῖται τῇ φαντασίᾳ, καὶ τούτους ὑπερβαίνει, καὶ Θεὸν ὡς δύναται κατοπτρίζεται, καὶ τῶν ἀγγέλων τὰς ἀπείρους θεωρεῖ μυριάδας, καὶ τῶν ἀρχαγγέλων [83.600] τὰς χιλιάδας, πολυπραγμονεῖ τὰ ὑπὸ γῆν, ἐπέκεινα τούτων ὑπερβαίνειν φιλονεικεῖ μὲν, οὐ δύναται δέ·
000-00-00 Serial Number=0690124333
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00583]  Τοῦτο τῆς χώρας τὸ μέτρον πέντε μὲν μυριάδας ἔχει ζυγῶν ἐλευθερικῶν, μύρια δὲ πρὸς τούτοις ἕτερα ταμιακά.
 [01177]  Καίτοι ἐκεῖνοι μὲν τρεῖς εἰσιν ἢ τέσσαρες ἢ πέντε καὶ δέκα, ἐγὼ δὲ πολλὰς ἔχω μυριάδας ἀνθρώπων τῇ τῆς διδασκα λίας ὀρθότητι μαρτυρούσας.
 [01360]  Εἰδότες γὰρ ὡς πολλὰς ἕξομεν μυριάδας, τοῖς ἀποστολικοῖς ἡμῶν δόγμασι μαρτυρούσας, ἐρήμην ἐποιήσαντο τὴν γραφήν.
 [01495]  καὶ νῦν δὲ ὡσαύτως διὰ τῶν θεοφιλεσ τάτων ἐπισκόπων τοῦτο ποιῶ καὶ αὐτοὺς μάρτυρας ἔχων τῆς τῶν δογμάτων ὀρθότητος καὶ ἑτέρας πολλὰς μυριάδας ἀνθρώ πων, οἳ τῶν ἡμετέρων ἐν ταῖς κατὰ τὴν ἑῴαν ἐκκλησίαις ἐπαίουσι λόγων·
 [01772]  Μετὰ γὰρ ἓξ καὶ εἴκοσιν ἔτη τῆς ἐπισκοπῆς, μετὰ τοὺς πολλοὺς καὶ μυρίους πόνους, μετὰ τοὺς ὑπὲρ τῆς εὐσεβείας ἀγῶνας, μετὰ τὸ προσενέγκαι τῷ Σωτῆρι τῶν ὅλων πολλὰς αἱρετικῶν μυριάδας τῆς προτέρας πλάνης ἀπηλλαγμένας, ἐγύμνωσαν μὲν ἱερωσύνης, ἐξελαύ νουσι δὲ καὶ πόλεως, οὐδὲ τὸ γῆρας αἰδεσθέντες, οὐδὲ τὴν πολίαν τὴν ἐν εὐσεβείᾳ τραφεῖσαν.
000-00-00 Serial Number=0413311720
Eranistes Ante [Go Back]  
 [03442]  {ΟΡΘ.} Ὁπηνίκα τὸ πανάγιον τοῖς ἀποστόλοις ἐπεφοίτησε πνεῦμα, καὶ τὸ παράδοξον θέαμά τε καὶ ἄκουσμα πολλὰς ἀνθρώπων παρὰ τὸ δωμάτιον ἐκεῖνο μυριάδας συνήθροισε, τίνα τῶν ἀποστόλων ὁ πρῶτος τηνικαῦτα δημηγορῶν περὶ τῆς δεσποτικῆς εἴρηκεν ἀναστάσεως.
000-00-00 Serial Number=0064001024
Graecarum affectionum curatio Ante [Go Back]  
 [00303]  καὶ πολλῆς οὔσης ἐν τῷ μέτρῳ διαφωνίας, καὶ τῶν μὲν τετρακοσίας καὶ ἑβδομήκοντα σταδίων μυριάδας εἶναι λεγόντων, τῶν δὲ ἐλάττους, τῶν δὲ πολλῷ πλείους, ὅμως πείθονται οἱ φοι τηταὶ τοῖς διδασκάλοις καὶ τοῖς παρ' αὐτῶν λεγομένοις πι [1.97] στεύουσιν.
 [01048]  ὅσας γάρ τοι εἶναι αὐτῶν ἐδοκίμασε μυριάδας, ἐξ ἀρχῆς [3.91] ταύτας παρήγαγεν.
 [01195]  καὶ τετρακοσίας ἀριθμοῦσι καὶ μέντοι καὶ πλείους σταδίων μυριάδας, τὰς μὲν ἀπὸ γῆς μέχρι σελήνης, τὰς δὲ ἐκεῖθεν μέχρις ἡλίου·
 [01714]  καὶ τὰς πολλὰς τῶν ὑμετέρων βίβλων ἀριθμήσαντες μυριάδας, τὴν τῶν λόγων ἀσθένειαν καταμάθετε.
 [02809]  ἡμεῖς δὲ δείκνυμεν ὑπὲρ τῶν ἁλιευτικῶν καὶ σκυτοτομικῶν νόμων πολλὰς καὶ ἀνδρῶν καὶ γυναικῶν ἀνασχομένας ἀποθανεῖν μυριάδας·
 [02917]  διακοσίας γάρ τοι πρὸς ταῖς χιλίαις τριήρεις καὶ τριακοσίας ἀνδρῶν ἐνίκησαν μυριάδας.
 [03458]  Τίς γάρ που αὐτὸν τὰς τῶν ἐτῶν ἐδίδαξε μυριάδας, καὶ ὅτι μυρίων διεληλυθότων ἐτῶν, τότε τῶν ψυχῶν ἑκάστη εἰς ἴδιον ἐπανέρχεται χῶρον;
 [04029]  [12.95] Ταύτην ὑμῖν, ὦ ἄνδρες, δευτέραν καὶ δεκάτην διάλεξιν προσ ενήνοχα, καὶ ἐπέδειξα, τίνα μὲν περὶ Θεοῦ καὶ ὕλης καὶ κτίσεως, καὶ μέντοι καὶ ἀρετῆς καὶ κακίας τοῖς τῶν Ἑλλήνων ἔδοξε φιλοσόφοις, καὶ τίνα ἡμᾶς οἱ θεῖοι ἐξεπαίδευσαν λόγοι, καὶ ὡς ἔσβεσται μὲν τὰ ἐκείνων ἅπαντα καὶ παραδέδοται τῷ ζόφῳ τῆς λήθης, ἀνθεῖ δὲ ταῦτα καὶ τέθηλε καὶ πολλὰς ἔχει καθ' ἑκάστην καὶ πόλιν καὶ χώραν ἀκροατῶν μυριάδας καὶ διδασκάλους, τὴν μὲν Πλατωνικὴν εὐέπειαν οὐκ ἔχοντας, τὴν δὲ τῆς ἀληθείας ἰατρείαν προσφέροντας·
000-00-00 Serial Number=0588678718
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01823]  Ἀγγέλους μὲν γὰρ οὐ δύο κατ' ἀρχὰς καθάπερ τοὺς ἀνθρώπους ἐδημιούργησε μόνους, ἀλλ' ὅσας ἠθέλησε μυριάδας ἐπήγαγεν.
 [01847]  [83.472] ἐκόλασε τῆς δικαιοσύνης ὁ νομοθέτης, καὶ ἀνθρώπους, οὐ δέκα καὶ εἴκοσι, καὶ ἑκατὸν, ἀλλὰ μυριάδας ἀπεί ρους.
 [01849]  Πολλὰς δὲ μυριάδας εἶναι ἀγγέλων ἡ θεία διδάσκει Γραφή·
000-00-00 Serial Number=0771908820
Historia ecclesiastica Ante [Go Back]  
 [02111]  ἐπειδὴ δὲ καὶ γύψου καὶ τιτάνου πολλὰς μεδίμνων συνήθροισαν μυριάδας, ἐξαπίνης ἄνεμοι βίαιοι πνεύσαντες καὶ στρόβιλοι καὶ καταιγίδες καὶ λαίλαπες πάσας ἀθρόως ἐσκέδασαν.
 [02842]  ἐπειδὴ γὰρ οἱ τῷ ψεύδει συντε θραμμένοι καὶ τὰς συκοφαντίας μάλα ῥᾳδίως ὑφαίνοντες, οἱ τὰ Ἀρείου λέγω φρονοῦντες, τὸν μέγαν ἄνδρα ἐκεῖνον ἰσχυρίζοντο τῆς σφετέρας εἶναι συμμορίας, ἀπέστειλαν οἱ τῆς ἀληθείας φωστῆρες, Φλαβιανὸς καὶ ∆ιόδωρος καὶ Ἀφραάτης, ἄνδρα ἀρετῆς ἀθλητήν, Ἀκάκιόν φημι τὸν χρόνῳ ὕστερον μάλα σοφῶς τὴν Βεροιαίων ἐκκλησίαν ἰθύναντα, πρὸς τὸν πανεύφημον ἄνδρα ἐκεῖνον, ἀντιβολοῦντες πολλὰς ἀνθρώ πων μυριάδας οἰκτεῖραι, καὶ τῶν μὲν ἐναντίων τὴν ψευδολογίαν ἐλέγξαι, τὰ δὲ τῆς ἀληθείας βεβαιῶσαι κηρύγματα.
 [03113]  ὀλίγων δὲ ἄγαν διελθουσῶν ἡμερῶν, ἐπανῆλθον μὲν τῶν πεπραγμένων οἱ ἔφοροι, καὶ κατηκοντίσθαι τὰς πολλὰς τῶν βαρβάρων ἔφησαν μυριάδας.
000-00-00 Serial Number=0387928963
Historia religiosa Ante [Go Back]  
 [00188]  Ὁ δὲ ἐπείθετο καὶ ἀνῄει καί, τὰς πολλὰς αὐτῶν θεασάμενος μυριάδας, σκνιφῶν αὐτοῖς καὶ κωνώπων ἐπιπέμψαι νέφος ἱκέτευσε τὸν θεόν.
 [02160]  Τοὺς γὰρ Ἰσμαηλίτας, πολλὰς μυριάδας τῷ ζόφῳ τῆς ἀσεβείας δουλευούσας ἡ ἐπὶ τοῦ κίονος ἐφώτισε στάσις.
000-00-00 Serial Number=0730237186
Interpretatio in Danielem Ante [Go Back]  
 [02060]  Καὶ ἵνα μή τις πάλιν ὑπολάβῃ βούλεσθαι μὲν τὸν Θεὸν, ἅτε δὴ ἀγαθὸν ὄντα, τοῖς ἁγίοις ἐπαμύνειν, μὴ δύ νασθαι δὲ, ὁρᾷ καὶ τὸν θρόνον ἐκ φλογὸς κατ εσκευασμένον, καὶ τοὺς τροχοὺς ὡσαύτως πυρὸς ἔχοντας φύσιν, καὶ ποταμὸν πυρὸς τὸν θρόνον ἕλ κοντα, καὶ χιλίας μὲν χιλιάδας λειτουργούσας, μυ ρίας δὲ μυριάδας παρεστώσας.
 [02110]  Ἑστηκότας δὲ λέγει τὰς χιλίας χιλιά δας, καὶ μυρίας μυριάδας, δι' ὧν οὐκ ἀριθμὸν εἶπε ῥητὸν, ἀλλὰ τοῦ ἀριθμοῦ κρεῖττον ἐδήλωσε πλῆθος τῶν τε λειτουργούντων, καὶ τῶν παρεστηκό των.
 [02114]  οὕτως ἐν τῷ φοβερωτάτῳ δικαστηρίῳ εἶδεν ὁ ∆ανιὴλ τὰς μὲν μυριάδας παρ εστώσας, τὰς δὲ χιλίας χιλιάδας λειτουργεῖν ἐμπε πιστευμένας.
 [03196]  Καὶ λήψεται ὄχλον πολὺν, καὶ ὑψωθήσεται ἡ καρδία αὐτοῦ, καὶ καταβαλεῖ μυριάδας, καὶ οὐκ ἰσχύσει.
 [03197]  Τοῦ γὰρ βασιλέως τοῦ Νότου ἀντιπαραταττομένου μετὰ πλή θους πολλοῦ, περιγενήσεται, φησὶν, ὁ Ἀντίοχος, καὶ λήψεται τὸν ὄχλον ὑποχείριον, καὶ ὡς νενικηκὼς ὑπερηφανίᾳ χρήσεται, καὶ πολλὰς κατακοντίσει μυριάδας.
 [03305]  Αὖθις δὲ πάλιν ἐπιστρατεύσας τῇ πόλει, ὀκτὼ μὲν μυριάδας ἀνθρώ πων κατέσφαξε, καὶ οὐδὲ τούτοις ἀρκεσθεὶς, τοὺς ἑαυτοῦ στρατηγοὺς ἀποστείλας, ἑτέρους πάλιν μυρίους φόνους εἰργάσατο.
000-00-00 Serial Number=0069706559
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00292]  Τοὺς γὰρ ἐξ Ἰουδαίων πεπιστευκότας, οὐ τοὺς δώδεκα μόνον ἀποστόλους, ἀλλὰ καὶ τοὺς ἑβδομήκοντα μαθητὰς, καὶ τοὺς ἑκατὸν εἴκοσιν, ὧν συνηγμένων ὁ μακά ριος ἐδημηγόρησε Πέτρος, καὶ τοὺς πεντακοσίους, οἷς μετὰ τὴν ἀνάστασιν ὤφθη κατὰ ταὐτὸν κατὰ [80.881] τὴν τοῦ θεσπεσίου Παύλου φωνὴν, καὶ τοὺς τρισχι λίους, καὶ τοὺς πεντακισχιλίους οὓς ὁ τῶν ἀποστό λων κορυφαῖος δημηγορῶν ἐσαγήνευσε, καὶ τὰς πολλὰς μυριάδας, περὶ ὧν ὁ μέγας Ἰάκωβος ἔφη, Θεωρεῖς, ἀδελφὲ, πόσαι μυριάδες εἰσὶ τῶν πεπι στευκότων Ἰουδαίων·
 [00381]  Ἀρκεῖς γὰρ καὶ παρὼν τὰς πολλὰς μυριάδας διασκεδάσαι.
 [03196]  ἅτε δὴ ἕνα προσκυνοῦντα Θεὸν, καὶ διὰ τούτου καταλύσαντα τῶν ἐπελθόντων δυσμενῶν τὰς πολλὰς μυριάδας.
 [04946]  Ματταθίας γὰρ ὁ μακάριος καὶ τρισ μακάριστος, καὶ τοῦτο πολλάκις ζήλῳ θείῳ μετὰ τῶν παίδων χρησάμενος, καὶ τὰς πολλὰς τῶν Μα κεδόνων μυριάδας, καὶ τῶν ἐλεφάντων τὸ πλῆθος ἀσθενὲς ἡγησάμενος, ὡς τῆς θείας ἔρημον προ μηθείας, μετὰ ὀλίγων κατὰ τούτων στρατεύσας ἐνί κησε·
000-00-00 Serial Number=0139616311
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01924]  καὶ ποιῶν ἔλεος εἰς χιλιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ φυλάσσουσι τὰ προστάγματά μου.
 [02663]  Καὶ ἀριθμοῦ κρείττους χιλιάδας καὶ μυριάδας εὐθηνούντων, καὶ καρποφορούντων τῷ Θεῷ τὴν εὐσέβειαν, ἡ νέα ἔχει κληρονομία, ἰθυνομένας καὶ τῶν στεφάνων ἀξιου μένας, καὶ ἐπὶ τὸ βραβεῖον τῆς ἄνω κλήσεως ἐπει γομένας.
 [03875]  ἀλλὰ τοῦτο διαι ρεθὲν πολλὰς ἐποίησεν αὔλακας, ὥστε ῥᾳδίως τὰς πολ λὰς ἐκείνας μυριάδας ἀπολαῦσαι τοῦ νάματος.
000-00-00 Serial Number=0102433443
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [00670]  [Καὶ οὐ μόνον, ἀλλὰ καὶ μέχρι τοῦ παρόντος μυριάδας ἀναριθμήτους καὶ ἠκούσαμεν καὶ ἔγνωμεν σωθείσας.] δʹ.
 [01339]  ∆είξας γὰρ αἰσχυνομένους καὶ ἐγκαλυπτομέ νους τοὺς τῶν εἰδώλων προσκυνητὰς, ὑποδείκνυσι τὰς ἀναρίθμους τῶν ἀγγέλων μυριάδας, τὸν ἡμέτερον προσκυνοῦντας Θεόν.
000-00-00 Serial Number=0383842885
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [03486]  Ὡς ἂν δὲ μὴ νομίσῃ ἐν οἰκείᾳ δυνάμει τοῦτο κατορθωκέναι, πασῶν τῶν ἄλλων περιγενο μένους πόλεων, παρ' αὐτοὺς τῆς Ἱερουσαλὴμ τοὺς περιβόλους τὰς πολλὰς κατηκόντισε μυριάδας.
 [05469]  Ὁρμήσαντα γὰρ τῆς Σιὼν τὰ τέκνα ἐπὶ τὰ τῶν Ἑλλήνων, ἐτρέψαντό τε τὰς πολλὰς τῶν Μακεδόνων μυριάδας, καὶ τρόπαιον ἐγείραντες ἐπανῆλθον νικη φόροι, καὶ τὸ καταλυθὲν θυσιαστήριον ἤγειραν.
000-00-00 Serial Number=0967532039
Quaestiones in Octateuchum Ante [Go Back]  
 [02238]  ποιῶν, γάρ φησιν, ἔλεον εἰς χι λιάδας καὶ μυριάδας τοῖς ἀγαπῶσί με, καὶ τοῖς φυλάττουσι τὰ προστάγματά μου .
000-00-00 Serial Number=0120212138
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02631]  Αἰθιόπων κατηγωνίσατο μυριάδας, καὶ ἄρδην κατηκόντισεν ἅπαντας.
 [02854]  Αὐτίκα γοῦν τῶν Σύρων πολλὰς κατ' αὐτοῦ μυριάδας συνειληχότων, καὶ βρενθυομένων, καὶ λεγόντων, Εἰ ἐκποιήσει ὁ χοῦς Σαμαρείας ταῖς δραξὶ παντὶ τῷ λαῷ τοῖς πεζοῖς μου;
 [03659]  Συντόμως τοί νυν ἐρῶ, ὡς τὴν ἱκετείαν ὁ ∆εσπότης δεξάμενος, νύ κτωρ ἐν ἀκαρεῖ ὀκτὼ καὶ δέκα μυριάδας τῶν Ἀσ συρίων, καὶ πεντακισχιλίους, τῷ θανάτῳ παρέπεμ ψεν.
 [04028]  ∆είξας δὲ ὁπόσας μυριάδας ταλάντων χρυσοῦ καὶ ἀργύρου συνήγαγε, καὶ χαλκὸν καὶ σί δηρον ὑπερβαίνοντα τοὺς τῶν ἀνθρώπων λογισμοὺς, προέτρεψε τοὺς ἄρχοντας ἑκόντας προσενεγκεῖν δῶρα τῷ ∆εσπότῃ Θεῷ.
 [04457]  Ἔπειτα δὲ Φα κεὲ, τῶν δέκα φυλῶν ὁ βασιλεὺς, ἐν μιᾷ συμπλοκῇ δώδεκα αὐτῶν μυριάδας κατέκτεινε, καὶ τοῦ βασι λέως τοὺς παῖδας, καὶ τοὺς στρατηγούς·
 [04458]  εἴκοσι δὲ μυριάδας ἐξηνδραπόδισεν.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»