Tabulinum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_
Materia: Lexicum Proprium seu 'Concordances' - Opera Omnia: Verbum ποιεῖσθαι [52]
Argumentum: 0393-0466,_Theodoretus_Cyrrhi_Episcopus,_ - Lexicum Proprium seu 'Concordances' - Verbum ποιεῖσθαι


000-00-00 Serial Number=0227376878
Commentaria in Isaiam Ante [Go Back]  
 [00347]  Ἀμφότερα ὁ νόμος ἐναργῶς ἀπηγόρευσε, καὶ τὸ ἀλλοφύλοις ἐπιμίγνυσθαι καὶ τὰς πρὸς ἐκείνους ἐπιγαμίας ποιεῖσθαι καὶ τὸ κληδόσι κεχρῆσθαι·
 [04363]  τὸν γὰρ τῶν ὑπηκόων κηδεμόνα πᾶσαν ἐκείνων προσήκει ποιεῖσθαι κηδεμονίαν·
 [05187]  [28Ὁ] λέγων Κύρῳ φρονεῖν καὶ πάντα τὰ θελήματά μου ποιεῖσθαι.
000-00-00 Serial Number=0145426154
Epistulae Collectio Sirmondiana Ante [Go Back]  
 [00200]  μείζονα γὰρ ἔχομεν κηδεμόνα, ὃς καὶ τοῖς ἄλλοις νομοθετεῖ ὀρφανῶν καὶ χηρῶν πολλὴν ποιεῖσθαι φροντίδα·
 [01813]  καὶ μέντοι καὶ τοὺς ἀνδροφόνους, καὶ τοὺς τυμβωρύχους, καὶ τοὺς τὰς ἀλλοτρίας ἀποσυλῶντας εὐνάς, εἰσάγουσι πρότερον εἰς τὸ κριτήριον, καὶ τοῖς κατηγόροις ποιεῖσθαι κελεύουσι τὰς γρα φάς, καὶ τὸν τῶν μαρτύρων σκοπὸν ἐξετάζουσιν, εἰ μὴ πρὸς χάριν μαρτυροῦσι τῶν διωκόντων, εἰ μὴ τῶν φευγόντων εἰσὶ δυσμενεῖς, καὶ πρὸς τούτοις ἀπολογεῖσθαι τοῖς κατηγόροις κελεύουσι.
 [02520]  Ἀλλὰ γὰρ παρέλκον ἴσως ἐκ λογισμῶν ποιεῖσθαι τούτου τὰς ἀποδείξεις, τῆς θείας σαφῶς τοῦτο κηρυττούσης Γραφῆς.
000-00-00 Serial Number=0961041510
Eranistes Ante [Go Back]  
 [01191]  Αὐτὸς δὲ ἡμῖν φιλαλήθως εἰπέ, χρή τινα πρὸς τούτους ποιεῖσθαι διάλεξιν, ἢ δεῖ κατὰ κρημνῶν φερομένους περιορᾶν καὶ οἰμώζειν ἐᾶν;
 [01718]  {ΟΡΘ.} Οὕτω τοιγαροῦν καὶ τοὺς περὶ τοῦ δεσπότου Χριστοῦ ποιεῖσθαι προσήκει λόγους·
 [02682]  [188] {ΟΡΘ.} Ὁ μὲν θεῖος ∆αβὶδ νύκτωρ καὶ μεθ' ἡμέραν τῶν θείων ποιεῖσθαι λογίων τὴν μελέτην παρεγγυᾷ·
000-00-00 Serial Number=0242405891
Explanatio in Canticum canticorum Ante [Go Back]  
 [00981]  Μέτρον δὲ ποιεῖσθαι τῆς ἀγάπης, τοῦ νυμφίου τὸ βούλημα.
000-00-00 Serial Number=0901181400
Graecarum affectionum curatio Ante [Go Back]  
 [00926]  ἐπειδὴ ἀποκτείνας τοὺς ἀρχηγέτας αὐτῶν, Ἄρσαλον καὶ Ἄρυον καὶ Τόσοβιν, ἔφυγε καὶ μετεχώρησεν ὁπουδήποτε τοῦτο γὰρ οὐκ ἔχουσιν εἰπεῖν ἐκεῖνον μὲν ἀμεληθῆναι, τοὺς δὲ περὶ Ἄρσαλον σκιρροὺς θεοὺς προσαγο ρεῦσαι, καὶ τὰς κατάρας ἐπὶ τούτων ποιεῖσθαι ἰδίᾳ καὶ δημοσίᾳ [3.58] Λυκίους.
 [01824]  καὶ τοὺς διαλεγομένους οὐκ ἄλλοις τι προ δηλοῦν, ἀλλὰ περὶ τῶν αὐτοῖς προκειμένων ποιεῖσθαι τοὺς λόγους·
 [02605]  Ὁ γάρ τοι Λυκοῦργος, τῶν νομοθετῶν ὁ ἄριστος, ὡς δοκεῖ τοῖς τῶν Ἑλλήνων σοφοῖς, διηγόρευσεν ἐν τοῖς νόμοις, ὡς οἱ τὴν Λακεδαιμονίων πολιτείαν ξυγγεγραφότες φασίν, ἐξεῖναι καὶ ἀνδράσι καὶ γυναιξὶν ἤδη δεξα μένοις τὸν τοῦ γάμου ζυγόν, ταῖς μὲν ἐξ ἄλλων ἀνδρῶν, τοῖς δὲ ἐκ γυναικῶν ἑτέροις ἀνδράσι ξυνεζευγμένων ποιεῖσθαι παῖδας ἀδεῶς μιγνυμένοις·
 [02682]  Τῆς γὰρ τοιαύτης φησί σπουδῆς ἕνεκα χρὴ καὶ τὰς παιδείας ποιεῖσθαι χορεύοντάς τε καὶ χορευού σας, κόρους τε καὶ κόρας, καὶ ἅμα δὴ θεωροῦντας καὶ θεωρου μένους, μετὰ λόγου τε καὶ ἡλικίας τινὸς ἐχούσας ἐοικυίας προ φάσεις, γυμνούς τε καὶ γυμνάς, μέχρι περ αἰδοῦς σώφρονος
 [03899]  Ξυμπεφώνηκε τοίνυν ἐν τούτοις ὁ Πλάτων τοῖς ἡμετέροις, τὴν ἀναγκαίαν ἐπι μέλειαν ποιεῖσθαι παρεγγυήσας τοῦ σώματος.
000-00-00 Serial Number=0353748918
Haereticarum fabularum compendium Ante [Go Back]  
 [01051]  Αὐ τὸς καὶ τοῦ ἁγίου βαπτίσματος ἀνέτρεψε τὸν ἀνέκαθεν παρὰ τοῦ Κυρίου καὶ ἀποστόλων παραδο θέντα θεσμὸν, καὶ ἄντικρυς ἀντενομοθέτησε, μὴ χρῆναι λέγων τρὶς καταδύειν τὸν βαπτιζόμενον, μηδὲ ποιεῖσθαι τὴν τῆς Τριάδος ἐπίκλησιν·
 [01072]  Οἱ αὐτοὶ δὲ καὶ Ἐξακιονῖται προσαγο ρεύονται, ἀπὸ τοῦ τόπου τὴν ὀνομασίαν δεξάμενοι, ἐν ᾧ ποιεῖσθαι εἰώθασι τὴν συνέλευσιν.
 [01130]  Ταύτῃτοι, ὡς αὐτόνομοι, καὶ τὰ καταγέλαστα ἐκεῖνα προσεπ ενόησαν, τὸ παρ' ἡμέραν μὲν ὕδατι τὸ σῶμα καθαί ρειν, μετὰ δὲ κρότου χειρῶν, καί τινος ὀρχήσεως, τὰς ὑμνῳδίας ποιεῖσθαι, καὶ κώδωνας πολλοὺς κάλου τινὸς ἐξηρτημένους κινεῖν, καὶ τὰ ἄλλα ὅσα τούτοις ἐστὶ παραπλήσια.
 [01176]  Οὗτοι δὲ ἄφεσιν ἁμαρτημάτων ποιεῖσθαι νεανιεύονται.
 [02342]  Οὐ μόνον δὲ τὴν περὶ ἀνθρώπους ὁ παλαιὸς νόμος διδάσκει φιλανθρωπίαν, ἀλλ' ἤδη καὶ τῶν ἀλόγων ζώων οἶκτον ποιεῖσθαι προστάττει.
000-00-00 Serial Number=0896864235
Historia ecclesiastica Ante [Go Back]  
 [00561]  χαίρων δῆτα βασιλεὺς ἐπὶ τῷ κατορθώματι τοῖς μὴ παρατυχοῦσι τῇ συνόδῳ καρπὸν εὐθαλῆ δι' ἐπιστολῶν ἐδωρεῖτο, λαοῖς τε ἅπασι τοῖς τε κατ' ἀγροὺς καὶ τοῖς ἀμφὶ τὰς πόλεις χρημάτων ἀφθόνους διαδόσεις ποιεῖσθαι παρεκελεύετο, ὧδέ πη γεραίρων τὴν ἑορτὴν τῆς εἰκοσα ετοῦς βασιλείας.
000-00-00 Serial Number=0002564669
Historia religiosa Ante [Go Back]  
 [00303]  [2.10] Ἀλλὰ ταύτης τῆς ἀρετῆς καὶ θηρευτὴς καὶ παιδο τρίβης Ἀστέριος ἐκεῖνος ἐγένετο, ὃς οὕτω θερμὸς τοῦ μεγάλου Πρεσβύτου διέμεινεν ἐραστὴς ὡς πολλάκις μὲν καὶ δὶς τοῦ ἔτους, πολλάκις δὲ καὶ τρὶς τὴν πρὸς αὐτὸν ἀποδημίαν ποιεῖσθαι.
 [00974]  οὕτω γὰρ εἰώθει τὴν πρὸς τὸ θῆλυ ποιεῖσθαι διάλεξιν·
 [01503]  Ἀλλ' ὁ θεῖος ἐκεῖνος ἀνὴρ οὐδενὸς ἐκείνων τῶν εἰς αὐτοὺς γεγενημένων ἀναμνησθείς, τὸν δεσπότην μιμούμενος ὃς τῷ σταυρῷ προσηλωμένος τῶν τοῦτο δεδρακότων ἐκήδετο, τοὺς πράκτορας ἐκείνους ἱκέτευεν ἡμέρως ποιεῖσθαι τὴν εἴσπραξιν.
 [01903]  Πῶς τοίνυν ὅσιον δεσπότῃ μὲν τὸν οἰκέτην καὶ δικαστῇ τὸν ἱκέτην προσηκόντως προσφέρεσθαι, ἐμὲ δὲ τῷ θεῷ τῷ καὶ αἰωνίῳ δεσπότῃ καὶ δικαστῇ δικαιοτάτῳ καὶ βασιλεῖ τῶν ἁπάντων προσιόντα μηδὲ τούτοις παραπλησίως ποιεῖσθαι τὴν πρόσ οδον, ἀλλὰ μεταξὺ προσευχόμενον πρὸς τοὺς ὁμοδούλους τρέπεσθαι καὶ μακρὰν ποιεῖσθαι διάλεξιν;
 [02257]  [26.27] Ἀλλ' ἐν τούτοις ὢν καὶ ταῦτα ἅπαντα δρῶν οὐδὲ τῆς τῶν ἁγίων ἐκκλησιῶν ἀμελεῖ προμηθείας, νῦν μὲν ἑλληνικῇ δυσσεβείᾳ μαχόμενος, νῦν δὲ τὴν Ἰουδαίων κατα λύων θρασύτητα, ἄλλοτε δὲ τὰς τῶν αἱρετικῶν συμμορίας σκεδαννύς, καί ποτε μὲν βασιλεῖ περὶ τούτων ἐπιστέλλων, ποτὲ δὲ τοὺς ἄρχοντας εἰς τὸν θεῖον ζῆλον ἐγείρων, ἄλλοτε δὲ καὶ αὐτοῖς τῶν ἐκκλησιῶν τοῖς ποιμέσι πλείονα ποιεῖσθαι τῶν ποιμνίων παρεγγυῶν τὴν ἐπιμέλειαν.
000-00-00 Serial Number=0167824209
Interpretatio in Danielem Ante [Go Back]  
 [00003]  Εἰ πᾶσι ῥᾴδιον ἦν τὰ τῶν θείων προφητῶν ἀνα πτύσσειν θεσπίσματα, καὶ τοῦ μὲν γράμματος ὑπερ βαίνειν τὴν ἐπιφάνειαν, εἰς δὲ τὸ βάθος καταδύνειν, καὶ τὸν ἐκεῖ κρυπτόμενον τοῦ νοήματος μαργαρίτην θηρεύειν, ἴσως ἂν εἰκότως ἐνομίσθη παρέλκον ἀνάγραπτον τούτων ποιεῖσθαι τὴν ἑρμηνείαν, πάν των εὐπετῶς παρ' αὐτὴν τὴν ἀνάγνωσιν τῆς προφη [81.1257] τικῆς διανοίας ἐφικνουμένων·
 [02751]  Εἰ δ' οὕτως ταῦτα ἔχει, καὶ συνομολογοῦσιν οἱ τὸν ἀριθμὸν τῶν ἑβδομάδων οὕτω ποιεῖσθαι κε λεύοντες, κάτωθεν ἄνω τὰ τετρακόσια καὶ ἐννενή κοντα ἀριθμήτωσαν ἔτη.
000-00-00 Serial Number=0162463069
Interpretatio in Ezechielem Ante [Go Back]  
 [02421]  καὶ μὴν ἔδει ὑμᾶς καθ' ὑμῶν αὐτῶν τὴν κατηγορίαν ποιεῖσθαι, ὅτι τοιαύτην ὁρῶντες παρὰ τῷ κριτῇ δικαιοσύνην προαι ρεῖσθε τὴν ἀδικίαν.
 [03323]  Μέχρι μὲν οὖν τούτων πρὸς τὸν προφήτην ἐδόκει ποιεῖσθαι τοὺς λόγους·
 [06129]  εἰ δὲ ἐντεῦθεν [81.1240] τὴν εἴσοδον ποιήσαιντο, διὰ τῆς ἑτέρας ποιεῖσθαι τὴν ἔξοδον, ὥστε κατὰ τάξιν αὐτοὺς εἰσιόντας καὶ ἐξιόν τας θορύβου δίχα παντὸς προσφέρειν τῷ Θεῷ τὴν προσκύνησιν·
000-00-00 Serial Number=0894794047
Interpretatio in Jeremiam Ante [Go Back]  
 [00519]  ὡς καὶ τοὺς ὅρκους μηκέτι κατ' εἰδώλων, ἀλλὰ κατ' αὐτοῦ ποιεῖσθαι, ἀληθεύοντας καὶ οὐ ψευδομένους.
 [02636]  Τούτῳ συμβαίνει τῷ λόγῳ καὶ ἡ τοῦ Ἀπο στόλου νομοθεσία, παρεγγυῶσα ποιεῖσθαι προσ ευχὰς καὶ ἐντεύξεις, ὑπὲρ βασιλέων, καὶ πάντων τῶν ἐν τῇ ὑπεροχῇ καὶ ἐξουσίᾳ ὄντων, ἵνα ἤρεμον καὶ ἡσύχιον βίον διάγωμεν ἐν πάσῃ εὐσεβείᾳ καὶ σεμνό τητι.
000-00-00 Serial Number=0986558437
Interpretatio in Psalmos [Tomus 1] Ante [Go Back]  
 [00460]  εἰκότως ἐν τούτῳ τὴν ἐξέτασιν ποιεῖσθαι προσέταξε τῶν ἐν ἡμέρᾳ λεγομένων ἢ πραττομένων, καὶ τῷ τῆς κατανύξεως φαρμάκῳ τὰ τραύματα θεραπεύειν ἐνομοθέτησε.
 [03665]  Εἶτα διδάσκει καὶ πῶς αὐτοὺς προσήκει τὴν ὑμνῳδίαν ποιεῖσθαι.
 [04311]  Προσήκει, φησὶ, κἀν τῇ γλώττῃ, κἀν τῇ διανοίᾳ τὰ θεῖα λόγια περιφέρειν, καὶ τὴν τούτων μελέτην ποιεῖσθαι διηνεκῶς.
000-00-00 Serial Number=0532493293
Interpretatio in Psalmos [Tomus 2] Ante [Go Back]  
 [01673]  καὶ τούτῳ κεχρημένους, τὴν τῆς γῆς ποιεῖσθαι διανομήν.
 [02518]  Ὁδοποιήσατε τῷ ἐπιβεβηκότι ἐπὶ δυσμῶν, εἰκότως τοῦτο προστέθεικε, μονονουχὶ λέ γων, Μηδεὶς ἡγείσθω τὸν τῶν ὅλων Θεὸν μετα βάσει χρώμενον τὰς οἰκονομίας ποιεῖσθαι.
 [03485]  Ἄλλως τε καὶ τοῖς θείοις αὑτοῦ νόμοις καταστέλλει τοὺς δυνα στεύοντας, καὶ ταῖς τῆς γεέννης ἀπειλαῖς καταπλήτ τει, καὶ παρασκευάζει φειδώ τινα τῶν πενήτων ποιεῖσθαι.
000-00-00 Serial Number=0368504643
Interpretatio in Psalmos [Tomus 3] Ante [Go Back]  
 [05448]  Ἴδιον τοίνυν τῶν φοβουμένων τὸν Κύριον, τὸ μὴ βαίνειν ἔξω τῶν θείων ὁδῶν, ἀλλ' ἐν αὐταῖς ποιεῖσθαι τὴν πορείαν διηνεκῶς.
000-00-00 Serial Number=0626522839
Interpretatio in xii prophetas minores Ante [Go Back]  
 [00094]  τὸν μὲν γὰρ Ἡσαΐαν λῦσαι τὸν σάκκον ἀπὸ τῆς ὀσφύος ἐκέλευσε, καὶ γυμνὸν τρέχειν, καὶ ἀνυπόδετον, καὶ οὕτω ποιεῖσθαι τὴν προφητείαν·
 [01771]  Ἐδίδαξεν ἡμᾶς ὁ προφήτης, ὡς ἐκ Θεκουὲ ὁρμώ μενος ἐν τῇ Καριαθιαρεὶμ τῆς θείας ἀποκαλύψεως ἔτυχε, καὶ ὅτι προσετάχθη περὶ τῆς Ἱερουσαλὴμ τοὺς λόγους ποιεῖσθαι·
 [02099]  Ἔθος ἦν τοῖς παλαιοῖς, ὥς τινές φασι, περὶ τὰς πύλας τοὺς συλλόγους ποιεῖσθαι, καὶ τὰ συνέδρια.
 [02604]  ὑπολαμβάνων δὲ ὅμως ἐν μόνῃ τῇ Ἱερουσαλὴμ αὐτὸν ποιεῖσθαι τὴν ἐπιφά νειαν.
000-00-00 Serial Number=0991811514
Quaestiones et responsiones ad orthodoxos Ante [Go Back]  
 [00900]  νυνὶ δὲ μηδὲ καθόλου τῷ νόμῳ πειθόμενοι, μηδὲ εἰς τὸ παντελὲς αὐτῷ ἀπειθοῦντες, πῶς οὐ δοκοῦσιν ἀπὸ μέρους ποιεῖσθαι τὴν ἑκάστου φυλακὴν καὶ πα ράβασιν, λέγω δὴ τοῦ νόμου καὶ τῆς χάριτος, καὶ τῇ ἀμφοτέρων ἀπειθείᾳ καὶ πεισμονῇ ὑπὸ νόμον καὶ χάριν [εἶναι] καὶ πάλιν μὴ ὑπὸ τούτοις καθεστάναι;
000-00-00 Serial Number=0165415704
Quaestiones in Octateuchum Ante [Go Back]  
 [01029]  εἰώθασι γάρ, ὥς φασι, διχῆ τὰ ἱερεῖα διαιροῦντες, οὕτω ποιεῖσθαι τοὺς ὅρκους.
 [05236]  παιδεύων τοίνυν δι' ἐκείνου τοὺς ἄλλους ὁ δεσπότης Θεός, ὥστε μετὰ συνέσεώς τε καὶ γνώσεως ποιεῖσθαι τὰς ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν.
 [05253]  δεσπότης Θεός, πῶς δεῖ ποιεῖσθαι τὰς πρὸς αὐτὸν ὑποσχέσεις, οὐκ ἐκώλυσε τὴν σφαγήν.
 [05423]  οὐ γὰρ εἰς τὴν σήν, φησί, πενίαν ἀπέβλεψεν, ἀλλ' εἰς τὸν νομοθέτην ὃς διηγόρευσε πᾶσαν ποιεῖσθαι τῶν χηρῶν ἐπιμέλειαν.
000-00-00 Serial Number=0773692489
Quaestiones in libros Regnorum et Paralipomenon Ante [Go Back]  
 [02378]  Πρῶτον μὲν τοῦ Φαραὼ τὴν θυγατέρα, ἔπ ειτα δὲ Μωαβίτιδας, καὶ Σύρας, καὶ Ἰδουμαίας, καὶ Ἀμοῤῥαίας, ἐξ ὧν ἀπηγόρευσεν ὁ Θεὸς τὰς ἐπι γαμίας ποιεῖσθαι, ἵνα μὴ ὁ περὶ ταύτας ἔρως δουλεῦ σαι τοῖς τούτων ἀναγκάσῃ θεοῖς.
 [03471]  Ἐκέλευσε τοίνυν ὁ βασιλεὺς Ἰωὰς ἅπαν τὸ προσφερόμενον ἀργύριον τοὺς ἱερέας κομίσασθαι, καὶ αὐτοὺς ποιεῖσθαι τὴν προσήκουσαν θεραπείαν τοῦ νεώ.


Reditus in Auctori Indicem
Reditus in Indicem Primum

Cooperatorum Veritatis Societas
© 2006 Cooperatorum Veritatis Societas quoad hanc editionem iura omnia asservantur.
Litterula per inscriptionem electronicam:     Cooperatorum Veritatis Societas
«Ubi Petrus, ibi Ecclesia, ibi Deus (Ambrosius) ... Amici Veri Ecclesiae Traditionalisti Sunt.» Divus Pius X Papa: «Notre Charge Apostolique»